Τοιαῦτα δὲ τῶν Ἰουδαίων εἰρηκότων Νικόλαος τούς τε βασιλεῖς ἀπήλλασσε τῶν ἐγκλημάτων, Ἡρώδην μὲν διὰ τὸ παρʼ ὃν ἔζη χρόνον τυχεῖν ἀκατηγόρητον· οὐ γὰρ δὴ τοὺς ἐγκαλεῖν ἔχοντας ἐπὶ μετρίοις παρὰ τοῦ ζῶντος τιμωρίαν λαβεῖν δυναμένους ἐπὶ νεκρῷ κατηγορίαν συντιθέναι·τὰ δὲ ὑπʼ Ἀρχελάου πραχθέντα ὕβρει τῇ ἐκείνων ἀνετίθει, οἳ ὀριγνώμενοι πραγμάτων παρὰ τοὺς νόμους καὶ σφαγῆς ἄρξαντες τῶν κωλύειν ὑβρίζοντας προμηθουμένων ἀμύνης γενομένης ἐγκαλοῖεν. ἐνεκάλει δὲ νεωτεροποιίας αὐτοῖς καὶ τοῦ στασιάζειν ἡδονὴν ἀπαιδευσίᾳ τοῦ πείθεσθαι δίκῃ καὶ νομίμοις ὑπὸ τοῦ θέλειν τὰ πάντα νικᾶν. ταῦτα μὲν οὖν Νικόλαος.Καῖσαρ δʼ ἀκούσας διαλύει μὲν τὸ συνέδριον, ὀλίγων δʼ ἡμερῶν ὕστερον Ἀρχέλαον βασιλέα μὲν οὐκ ἀποφαίνεται, τῆς δʼ ἡμίσεως χώρας ἥπερ Ἡρώδῃ ὑπετέλει ἐθνάρχην καθίσταται, τιμήσειν ἀξιώματι βασιλείας ὑπισχνούμενος, εἴπερ τὴν εἰς αὐτὴν ἀρετὴν προσφέροιτο.τὴν δʼ ἑτέραν ἡμίσειαν νείμας διχῇ δυσὶν Ἡρώδου παισὶν ἑτέροις παρεδίδου Φιλίππῳ καὶ Ἀντίπᾳ τῷ πρὸς Ἀρχέλαον τὸν ἀδελφὸν ἀμφισβητήσαντι περὶ τῆς ὅλης ἀρχῆς. καὶ τούτῳ μὲν ἥ τε Περαία καὶ τὸ Γαλιλαῖον ὑπετέλουν, φορά τε ἦν τάλαντα διακόσια τὸ ἐπʼ ἔτος.Βαταναία δὲ σὺν Τράχωνι καὶ Αὐρανῖτις σύν τινι μέρει οἴκου τοῦ Ζηνοδώρου λεγομένου Φιλίππῳ τάλαντα ἑκατὸν προσέφερεν· τὰ δʼ Ἀρχελάῳ συντελοῦντα Ἰδουμαῖοί τε καὶ Ἰουδαία τό τε Σαμαρειτικόν. τετάρτην μοῖραν οὗτοι τῶν φόρων παραλέλυντο Καίσαρος αὐτοῖς κούφισιν ψηφισαμένου διὰ τὸ μὴ συναποστῆναι τῇ λοιπῇ πληθύι.καὶ ἦσαν πόλεις αἳ Ἀρχελάῳ ὑπετέλουν Στράτωνός τε πύργος καὶ Σεβαστὴ σὺν Ἰόππῃ καὶ Ἱεροσολύμοις· Γάζαν γὰρ καὶ Γάδαρα καὶ Ἵππον, Ἑλληνίδες εἰσὶν πόλεις, ἀπορρήξας αὐτοῦ τῆς ἀκροάσεως Συρίας προσθήκην ποιεῖται. προσῄει δὲ Ἀρχελάῳ φορὰ χρημάτων τὸ κατʼ ἐνιαυτὸν εἰς τάλαντα ἑξακόσια ἐξ ἧς παρέλαβεν ἀρχῆς.Καὶ τάδε μὲν τοῖς Ἡρώδου υἱέσιν τῶν πατρῴων παρῆν. Σαλώμῃ δὲ πρὸς οἷς ὁ ἀδελφὸς ἐν ταῖς διαθήκαις ἀπονέμει, Ἰάμνεια δὲ ἦν ταῦτα καὶ Ἄζωτος καὶ Φασαηλὶς καὶ ἀργυρίου ἐπισήμου μυριάδες πεντήκοντα, Καῖσαρ χαρίζεται καὶ τὴν ἐν Ἀσκάλωνι βασίλειον οἴκησιν. ἦν δὲ καὶ ταύτῃ πρόσοδος ἐκ πάντων ταλάντων ἑξήκοντα τὸ ἐπʼ ἔτος· καὶ αὐτῆς ὁ οἶκος ἦν ἐν τῇ Ἀρχελάου ἀρχῇ.κομίζονται δὲ καὶ οἱ λοιποὶ τοῦ βασιλέως συγγενεῖς ὁπόσα αἱ διαθῆκαι διηγόρευον. δυοῖν δʼ αὐτοῦ θυγατράσιν παρθένοις χωρὶς ὧν ὁ πατὴρ κατέλιπεν Καῖσαρ ἑκατέρᾳ δωρεὰν ἐπετίθει μυριάδων ἀνὰ πέντε καὶ εἴκοσι ἀργυρίου ἐπισήμου καὶ συνῴκισεν αὐτὰς τοῖς Φερώρου υἱέσιν.χαρίζεται δὲ καὶ ὁπόσα αὐτῷ καταλέλειπτο τοῖς παισὶν τοῦ βασιλέως ὄντα πεντακοσίων ταλάντων καὶ χιλίων, ὀλίγα τῶν σκευῶν ὑπεξελόμενος οὐχ οὕτως μεγέθει τέλους ὡς μνήμῃ τοῦ βασιλέως αὐτῷ κεχαρισμένα.Τούτων δὲ ταύτῃ διαπεπραγμένων ὑπὸ Καίσαρος νεανίας Ἰουδαῖος μὲν τὸ γένος, ἐπὶ δὲ τῆς Σιδωνίων τεθραμμένος πόλεως παρά τινι τῶν Ῥωμαϊκῶν ἀπελευθέρων εἰσῴκισεν αὑτὸν εἰς τὴν Ἡρώδου συγγένειαν ὁμοιότητι μορφῆς, ἣ πρὸς Ἀλέξανδρον αὐτῷ τὸν ἀνῃρημένον Ἡρώδου υἱὸν ἐμαρτυρεῖτο παρὰ τοῖς θεωροῦσιν.καὶ τοῦτο παρόρμημα ἦν αὐτῷ εἰς τὸ μεταποιεῖσθαι τῆς ἡγεμονίας. καὶ ὁμοπράγμονα παραλαβὼν ὁμόφυλον ἄνδρα, ἔμπειρον δὲ τῶν ἀμφὶ τὸ βασίλειον πονηρόν τε ἄλλως καὶ ταράξαι μεγάλα πράγματα φύσιν ἔχοντα καὶ τοιαύτης κακίας διδάσκαλον αὐτῷ γενόμενον,ἀπέφαινεν αὑτὸν Ἀλέξανδρον καὶ Ἡρώδου παῖδα ὄντα διακεκλεμμένον ὑπὸ τῶν ἀνελεῖν αὐτὸν ἐσταλμένων· κτείναντα γὰρ ἑτέρους, οἳ ἀπατήσειν ἔμελλον τοὺς θεωροῦντας, αὐτόν τε περιποιῆσαι καὶ τὸν ἀδελφὸν Ἀριστόβουλον.καὶ τούτοις αὐτός τε ἀνεπτέρωτο, καὶ τοὺς ἐντυγχάνοντας οὐκ ἀπήλλακτο ἀπατᾶν, ἀλλὰ Κρήτῃ προσενεχθεὶς Ἰουδαίων ὁπόσοις εἰς ὁμιλίαν ἀφίκετο ἐπηγάγετο εἰς πίστιν, καὶ χρημάτων εὐπορηθεὶς δόσει τῇ ἐκείνων ἐπὶ Μήλου διῆρεν. πολὺ πλέονα δὲ ἦν ἐντεῦθεν ὁπόσα αὐτῷ προσῄει χρήματα πίστει τῆς βασιλείου συγγενείας καὶ ἐλπίδι τοῦ ἀπολαβεῖν τὴν πάτριον ἀρχὴν καὶ ἀμείψασθαι τοὺς εὐεργέτας.ἐπὶ Ῥώμης ἠπείγετο παραπομπῇ τῶν ἰδιοξένων, καὶ Δικαιαρχείᾳ προσβαλὼν οὐκ ἠτύχει καὶ τοὺς τῇδε Ἰουδαίους ἀφʼ ὁμοίας ἀπάτης προσαγαγέσθαι, προσῄεσάν τε ὥσπερ βασιλεῖ οἵ τε ἄλλοι καὶ ὁπόσοις ξενία πρὸς Ἡρώδην καὶ εὔνοια ἦν.αἴτιον δὲ ἦν τῶν ἀνθρώπων τὸ ἡδονῇ δεχόμενον τοὺς λόγους σὺν τῷ φερεγγύῳ τῆς μορφῆς· καὶ γὰρ τοῖς πάνυ ὡμιληκόσιν Ἀλεξάνδρῳ πολὺ τὸ πιστὸν ἐνετίθει τοῦ μὴ οὐχ ἕτερος ἀλλʼ αὐτὸς εἶναι, καὶ πρὸς τοὺς πλησίον ὤμνυσαν,ὥστε καὶ προελθόντος εἰς τὴν Ῥώμην λόγου τοῦ περὶ αὐτοῦ πᾶν τὸ τῇδε Ἰουδαίων ἔθνος ὑπαντιάζοντες ἐξῄεσαν τῷ παρὰ δόξαν τῆς σωτηρίας θειάζοντες τὸ ἔργον καὶ χάρμα ποιούμενοι διὰ τὸ μητρῷον αὐτῶν γένος, ὁπότε χωροίη κατὰ τοῦ στενωποῦ διφροφορούμενος·καὶ πάντα βασίλειον περὶ αὐτὸν σχῆμα ἦν ἀναλώμασιν τῶν ἰδιοξένων, μεγάλαι περιστάσεις ἐγίνοντο τῆς πληθύος ἐπιβοήσεις τε εὔφημοι ὁπόσα εἰκὸς τοῖς οὕτω παρʼ ἐλπίδα σωθεῖσιν συντυγχάνειν οὐδὲν ὅ τι οὐκ ἐπράσσετο.