ἦσαν δὲ αὐτῷ καὶ ἀδελφοὶ τέσσαρες μεγάλοι τε καὶ αὐτοὶ καὶ ἐπὶ μέγα προύχειν τῇ κατὰ χεῖρας ἀρετῇ πεπιστευμένοι, πρόεχμα εἶναι τῆς καθέξεως τῆς βασιλείας δοκοῦντες, λόχου τε αὐτῶν ἦρχεν ἕκαστος· συλλέγεται γὰρ μεγάλη πληθὺς πρὸς αὐτούς.καὶ οἵδε μὲν στρατηγοὶ ἦσαν καὶ ὑπεστράτευον αὐτῷ ὁπόσα εἰς τὰς μάχας φοιτῶντες διʼ αὐτῶν, ὁ δὲ διάδημα περιθέμενος βουλευτήριόν τε ἦγεν ἐπὶ τοῖς ποιητέοις καὶ τὰ πάντα γνώμῃ ἀνακείμενα εἶχεν τῇ αὐτοῦ.διέμενέ τε ἐπὶ πολὺ τῷδε τῷ ἀνδρὶ ἡ ἰσχὺς βασιλεῖ τε κεκλημένῳ καὶ ἃ πράσσειν ἐθέλοι μὴ ἀποστερουμένῳ, φόνῳ τε καὶ αὐτὸς καὶ οἱ ἀδελφοὶ ἦσαν ἐπὶ μέγα προσκείμενοι Ῥωμαίων τε καὶ βασιλικῶν μίσει πολιτεύοντες ὁμοίως πρὸς ἀμφοτέρους, τοῦτο μὲν ὕβρει ᾗ χρήσαιντο ἐπὶ τῆς Ἡρώδου ἀρχῆς, Ῥωμαίους δὲ ὧν τὸ παρὸν ἔδοξαν ἀδικεῖν.προϊόντος δὲ χρόνου καὶ ἐπὶ πλέον ὁμοίως ἐξηγριώθησαν διάφευξίς τε οὐκ ἦν τοῖς πᾶσιν ἐμπεσεῖν, τὰ μὲν κέρδους ἐλπίδι, τὰ δὲ καὶ συνηθείᾳ τοῦ φονεύειν. ἐπιτίθενται δέ ποτε καὶ Ῥωμαίων λόχῳ κατὰ Ἐμμαοῦντα, οἳ σῖτόν τε καὶ ὅπλα τῆς στρατιᾶς ἔφερον. καὶ περιστάντες Ἄρειον μὲν τὸν ἑκατόνταρχον, ὃς ἡγεῖτο τοῦ παντὸς καὶ τεσσαράκοντα τῶν περὶ αὐτὸν πεζῶν τοὺς κρατίστους κατηκόντισαν.οἱ δὲ λοιποὶ δείσαντες πρὸς τὸ πάθος αὐτῶν Γράτου σὺν τοῖς βασιλικοῖς, οἳ περὶ αὐτὸν ἦσαν, σκέπης αὐτοῖς γενομένης σώζονται τοὺς νεκροὺς καταλιπόντες. καὶ πολὺν μὲν τοιουτοτρόποις χρώμενοι χρόνον μάχαις Ῥωμαίους τε παρελύπησαν οὐκ εἰς ὀλίγα καὶ τὸ ἔθνος ἐκάκωσαν ἐπὶ μέγα.χειροῦται δὲ αὐτῶν χρόνῳ ὕστερον ὁ μὲν Γράτῳ συμβαλὼν ὁ δὲ Πτολεμαίῳ, καὶ τὸν πρεσβύτατον Ἀρχελάου λαβόντος ὁ τελευταῖος πάθει τε τῷ ἐκείνου λελυπημένος καὶ ἄπορον ἐπὶ πλέον ὁρῶν τὴν σωτηρίαν ὑπὸ μονώσεως καὶ καμάτου πολλοῦ ψιλωθεὶς τῆς δυνάμεως ἐπὶ δεξιαῖς καὶ πίστει τοῦ θείου Ἀρχελάῳ παραδίδωσιν αὑτόν. καὶ τάδε μὲν ὕστερον γίνεται.Λῃστηρίων δὲ ἡ Ἰουδαία πλέως ἦν, καὶ ὃς παρατύχοι τινῶν οἳ συστασιάσοιεν αὐτῷ βασιλεὺς προϊστάμενος ἐπʼ ὀλέθρῳ τοῦ κοινοῦ ἠπείγετο, ὀλίγα μὲν καὶ ἐπʼ ὀλίγοις Ῥωμαίοις λυπηροὶ καθιστάμενοι, τοῦ δὲ ὁμοφύλου φόνον ἐπὶ μήκιστον ἐμποιοῦντες.Οὔαρος δὲ ἐπειδὴ τὸ πρῶτον πυνθάνεται τὰ πεπραγμένα Σαβίνου γράψαντος πρὸς αὐτόν, δείσας περὶ τοῦ τάγματος δύο τὰ λοιπὰ ἀναλαβών, τρία γὰρ ἐπὶ Συρίας τὰ πάντα ἦν, καὶ ἴλας ἱππέων τέσσαρας ὁπόσα τε ἐπικουρικὰ καὶ οἱ βασιλεῖς οἵ τινες τετράρχαι τότε παρεῖχον, ἠπείγετο βοηθεῖν τοῖς ἐν Ἰουδαίᾳ τότε πολιορκουμένοις.εἴρητο δὲ πᾶσιν εἰς Πτολεμαΐδα ἐπείγεσθαι ὁπόσοι προεξεπέμποντο. διδόασί τε αὐτῷ καὶ Βηρύτιοι διιόντι αὐτῶν τὴν πόλιν ἐπικούρους πεντακοσίους καὶ χιλίους, πέμπει δὲ καὶ Ἀρέτας ὁ Πετραῖος ἔχθει τῷ Ἡρώδου φιλίαν τῶν Ῥωμαίων κτώμενος οὐκ ὀλίγην χεῖρα πεζῶν καὶ ἱππέων.σταθείσης δʼ ἐν Πτολεμαΐδι πάσης ἤδη τῆς δυνάμεως μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς καὶ ἑνὶ τῶν αὐτοῦ φίλων Γαλιλαίους ἐξέπεμπεν πολεμεῖν, οἳ ὑπὲρ τῆς Πτολεμαΐδος ἐχόμενοι κατοικοῦσιν.ὃς ἐμβαλὼν τούς τε ἀντικαταστάντας εἰς μάχην τρέπεται καὶ Σέπφωριν ἑλὼν τοὺς μὲν οἰκήτορας ἠνδραποδίσατο, τὴν δὲ πόλιν ἐνέπρησεν. αὐτὸς δὲ Οὔαρος ἐπὶ Σαμαρείας τῷ παντὶ στρατῷ προιὼν τῆς μὲν πόλεως ἀπέσχετο διὰ τὸ ἀνέγκλητον ἐπὶ τοῖς νεωτερισμοῖς εἶναι, στρατοπεδεύεται δὲ ἔν τινι κώμῃ Πτολεμαίου κτήματι, Ἀροὺς ὄνομα αὐτῇ.καὶ οἱ Ἄραβες μίσει τῷ Ἡρώδου ἐμπιπρᾶσιν αὐτὴν ἐχθρῶς καὶ πρὸς φίλους τοὺς ἐκείνου ἔχοντες. κἀνθένδε προϊόντες Σαμφὼ κώμην ἑτέραν διήρπασάν τε οἱ Ἄραβες καὶ ἔκαυσαν πάνυ ἐρυμνὴν οὖσαν, καὶ ἔφυγεν ἐν τῇ προόδῳ οὐδὲν αὐτούς,ἀλλὰ πυρὸς καὶ φόνου τὰ πάντα μεστὰ ἦν. πίμπραται δὲ καὶ Ἐμμαοῦς Οὐάρου κελεύσαντος ἐπʼ ἐκδικίᾳ τῶν συντετελευτηκότων προεκλειφθεῖσα ὑπὸ τῶν οἰκητόρων.ἐντεῦθεν δὲ καὶ Ἱεροσολύμοις ἤδη συνῆπτε, καὶ Ἰουδαίων οἱ κατὰ πολιορκίαν τοῦ τάγματος τῇδε στρατοπεδευόμενοι τὴν ὄψιν τῆς προσόδου τῶν στρατευμάτων οὐχ ὑπομείναντες ᾤχοντο ἡμίεργον τὴν πολιορκίαν καταλιπόντες.οἱ δʼ ἐν τοῖς Ἱεροσολύμοις Ἰουδαῖοι δεινῶς τοῦ Οὐάρου σφίσιν ἐγκαλοῦντος ἀπελύοντο τὰς αἰτίας, ὡς τῆς μὲν συνόδου τῆς πληθύος διὰ τὴν ἑορτὴν γενομένης, τοῦ δὲ πολέμου μηδαμὰ γνώμῃ τῇ αὐτῶν, τόλμῃ δὲ τῶν ἐπηλύδων συνελθόντες αὐτοῖς καὶ συμπολιορκηθέντες Ῥωμαίοις μᾶλλον ἢ πολιορκεῖν προθυμίαν σχόντες.προαπηντήκασιν δὲ τῷ Οὐάρῳ Ἰώσηπός τε ἀνεψιὸς Ἡρώδου βασιλέως Γρᾶτος τε καὶ Ῥοῦφος τοὺς ὑπʼ αὐτοῖς τῶν στρατιωτῶν ἄγοντες καὶ τῶν Ῥωμαίων οἱ πολιορκούμενοι. Σαβῖνος δὲ οὐκ ἀφίκετο Οὐάρῳ εἰς ὄψιν, ἀλλʼ ὑπεξῆλθεν τῆς πόλεως ἐπὶ θάλασσαν.Οὔαρος δὲ κατὰ τὴν χώραν πέμψας τοῦ στρατοῦ μέρος ἐπεζήτει τοὺς αἰτίους τῆς ἀποστάσεως. καὶ σημαινομένων τοὺς μὲν ἐκόλασεν ὡς αἰτιωτάτους, εἰσὶ δʼ οὓς καὶ ἀφῆκεν· ἐγίνοντο δὲ οἱ διὰ ταύτην τὴν αἰτίαν σταυρωθέντες δισχίλιοι.μετὰ δὲ τοῦτο τὴν μὲν αὐτοῦ στρατιὰν ἀποπέμπεται, χρήσιμον μὲν ὁρῶν ἐπʼ οὐδαμοῖς οὖσαν πράγμασιν· πολλὰ δὲ ἠτάκτητο αὐτοῖς καὶ παρήκουστο τῶν δογμάτων καὶ ὧν ἠξίου Οὔαρος ἐφέσει κερδῶν, ἃ ἐκ τοῦ κακουργεῖν περιεγίνοντο αὐτοῖς.