ἔπειτα Ῥωμαῖοι δεινῶς φέροντες τοῖς δρωμένοις πῦρ ἐνιᾶσιν ταῖς στοαῖς λαθόντες Ἰουδαίων τοὺς ἀναβεβηκότας ἐπʼ αὐταῖς. καὶ τὸ πῦρ ὑπό τε πολλῶν προστεθειμένον καὶ μετὰ τῶν ἐγείρειν φλόγα δυναμένων ἥπτετο τοῦ ὀρόφου ᾗ τάχος.ὁ δὲ ξύλωσιν παρέχων πίσσης τε καὶ κηροῦ πλέον ἔτι δὲ χρυσὸν ἐπαληλιμμένον εὐθέως ήκειν, ἔργα τε μεγάλα ἐκεῖνα καὶ ἀξιολογώτατα ἠφανίζετο. καὶ τοὺς ὑπὲρ τῶν στοῶν ὄλεθρος οὗτος ἀπροσδόκητος κατέλαβεν· οἱ μὲν γὰρ τοῦ ὀρόφου καταρραγέντος συγκατεφέροντο αὐτῷ, τοὺς δὲ περισταδὸν ἔβαλλον οἱ πολέμιοι·πολλοὶ δὲ ἀπορίᾳ σωτηρίας τε καὶ ἐκπλήξει κακοῦ τοῦ περιεστηκότος, οἱ μὲν εἰς τὸ πῦρ ἵεσαν αὑτούς, οἱ δὲ καὶ τοῖς ξίφεσι χρώμενοι διάδρασιν αὐτοῦ ἐποιοῦντο, ὁπόσοι δὲ εἰς τὸ κατόπιν χωρήσαντες ὁδῷ ᾗ ἀναβεβήκεσαν ἐσώζοντο, οἱ Ῥωμαῖοι πάντας ἔκτεινον γυμνούς τε ὄντας καὶ τὰ φρονήματα ἐκλελυμένους, οὐδὲν τῆς ἀπονοίας διὰ τὸ ἄνοπλον βοηθεῖν δυναμένης.ἐσώθη τε τῶν ἀνελθόντων ἐπὶ τὸ τέγος οὐδʼ ὁστισοῦν. καὶ οἱ Ῥωμαῖοι διὰ τοῦ πυρὸς ᾗ παρείκοι ὠσθέντες ἐκράτουν τοῦ θησαυροῦ, καθʼ ὃν ἱερὰ ἦν χρήματα. καὶ διεκλάπη μὲν πολλὰ ὑπὸ τῶν στρατιωτῶν, Σαβῖνος δὲ περιεποίησεν εἰς τὸ φανερὸν τετρακόσια τάλαντα.Ἰουδαίους δὲ ἐλύπει μὲν τὸ πάθος τῶν φίλων, οἳ ἐν τῇδε ἔπεσον τῇ μάχῃ, ἐλύπει δὲ καὶ τῶν ἀναθημάτων ἡ ἀφαίρεσις, οὐ μὴν ἀλλʼ ὅπερ αὐτῶν ἐτύγχανεν συνεστραμμένον καὶ μαχιμώτατον τούτῳ ἐμπεριέχοντες τὸ βασίλειον ἠπείλουν πῦρ τε ἐνήσειν αὐτῷ καὶ πάντας κτείνειν, κελεύοντες ᾗ τάχος ἀπιέναι καὶ πειθομένοις ὑπισχνούμενοι ἄδειαν καὶ Σαβίνῳ σὺν αὐτοῖς.καὶ τῶν βασιλικῶν τὸ πλεῖστον ηὐτομολήκεσαν σὺν αὐτοῖς, Ῥοῦφος δὲ καὶ Γρᾶτος τρισχιλίους τὸ μαχιμώτατον τοῦ Ἡρώδου στρατεύματος ἔχοντες ἄνδρας τοῖς σώμασι δραστηρίους Ῥωμαίοις προστίθενται. καί τι καὶ ἱππικὸν ἦν τῶν ὑπὸ τῷ Ῥούφῳ τεταγμένων, ὃ καὶ αὐτὸ προσθήκη τῶν Ῥωμαίων ἐγεγόνει.Ἰουδαίοις δὲ οὐκ ἠμέλητο ἡ πολιορκία, ἀλλὰ καὶ τὰ τείχη μετήλλευον καὶ τοῖς μεταβαλλομένοις ἐκέλευον μὴ ἐμποδισταῖς εἶναι τοῦ ἀποληψομένου χρόνῳ παροῦσαν αὐτοῖς ἐλευθερίαν τὴν πάτριον.Σαβίνῳ μὲν οὖν εὐκτὸν ἀπιέναι μετὰ τῶν στρατιωτῶν, πιστεύειν δʼ οὐχ οἷός τε ἦν διὰ τὰ πεπραγμένα καὶ τὸ λίαν εὔγνωμον τῶν πολεμίων ἐπʼ ἀποτροπῇ τοῦ κατασταθησομένου εἶχεν, ἅμα δὲ καὶ τὸν Οὔαρον ἥξειν προσδοκῶν ὑπέμενε τὴν πολιορκίαν.Ἐν τούτῳ δὲ καὶ ἕτερα μυρία θορύβων ἐχόμενα τὴν Ἰουδαίαν κατελάμβανεν πολλῶν πολλαχόσε οἳ κατʼ οἰκείων ἐλπίδας κερδῶν καὶ Ἰουδαίων ἔχθρας ἐπὶ τὸ πολεμεῖν ὡρμημένων·δισχίλιοι μὲν τῶν ὑφʼ Ἡρώδῃ ποτὲ στρατευσαμένων καὶ ἤδη καταλελυκότες ἐν αὐτῇ Ἰουδαίᾳ συστάντες προσεπολέμουν τοῖς βασιλικοῖς ἀντιστατοῦντος αὐτοῖς Ἀχιάβου τοῦ Ἡρώδου ἀνεψιοῦ, καὶ τῶν μὲν πεδίων εἰς τὰ μετέωρα ἀνεωσμένου διʼ ἐμπειρίαν τὴν εἰς τὰ πολεμικὰ τῶν ἀνδρῶν, ταῖς δὲ δυσχωρίαις σώζοντος ὁπόσα δυνατά.Ἰούδας δὲ ἦν Ἐζεκίου τοῦ ἀρχιλῃστοῦ υἱὸς ἐπὶ μέγα δυνηθέντος ὑφʼ Ἡρώδου δὲ μεγάλοις ληφθέντος πόνοις. οὗτος οὖν ὁ Ἰούδας περὶ Σέπφωριν τῆς Γαλιλαίας συστησάμενος πλῆθος ἀνδρῶν ἀπονενοημένων ἐπιδρομὴν τῷ βασιλείῳ ποιεῖται καὶ ὅπλων κρατήσας ὁπόσα αὐτόθι ἀπέκειτο ὥπλιζε τοὺς περὶ αὐτὸν καὶ ἀποφέρεται χρήματα ὁπόσα κατελήφθη αὐτόθι,φοβερός τε ἅπασιν ἦν ἄγων καὶ φέρων τοὺς προστυγχάνοντας ἐπιθυμίᾳ μειζόνων πραγμάτων καὶ ζηλώσει βασιλείου τιμῆς, οὐκ ἀρετῆς ἐμπειρίᾳ τοῦ δὲ ὑβρίζειν περιουσίᾳ κτήσεσθαι προσδοκῶν τὸ ἐντεῦθεν γέρας.Ἦν δὲ καὶ Σίμων δοῦλος μὲν Ἡρώδου τοῦ βασιλέως, ἄλλως δὲ ἀνὴρ εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώματος ἐπὶ μέγα προύχων τε καὶ πεπιστευμένος. οὗτος ἀρθεὶς τῇ ἀκρισίᾳ τῶν πραγμάτων διάδημά τε ἐτόλμησε περιθέσθαι,καί τινος πλήθους συστάντος καὶ αὐτὸς βασιλεὺς ἀναγγελθεὶς μανίᾳ τῇ ἐκείνων καὶ εἶναι ἄξιος ἐλπίσας παρʼ ὁντινοῦν τό τε ἐν Ἱεριχοῦντι βασίλειον πίμπρησιν διʼ ἁρπαγῆς ἄγων τὰ ἐγκατειλημμένα, πολλάς τε καὶ ἄλλας τῶν βασιλικῶν οἰκήσεων πολλαχοῦ τῆς χώρας πῦρ ἐνιεὶς ἠφάνιζεν, τοῖς συνεστηκόσιν λείαν ἄγειν τὰ ἐγκαταλελειμμένα ἐπιτρέπων.ἐπέπρακτο δʼ ἄν τι μεῖζον ὑπʼ αὐτοῦ μὴ ταχείας ἐπιστροφῆς γενομένης· ὁ γὰρ Γρᾶτος ὁ τῶν βασιλικῶν στρατιωτῶν Ῥωμαίοις προστεθειμένος μεθʼ ἧς εἶχεν δυνάμεως ὑπαντιάζει τὸν Σίμωνα,καὶ μάχης αὐτοῖς μεγάλης ἐπὶ πολὺ γενομένης τό τε πολὺ τῶν Περαίων ἀσύντακτοι ὄντες καὶ τόλμῃ μᾶλλον ἢ ἐπιστήμῃ μαχόμενοι ἐφθάρησαν, καὶ αὐτοῦ Σίμωνος διά τινος φάραγγος σώζοντος αὑτὸν Γρᾶτος ἐντυχὼν τὴν κεφαλὴν ἀποτέμνει.κατεπρήσθη δὲ καὶ τὰ ἐπʼ Ἰορδάνῃ ποταμῷ ἐν Ἀμμάθοις βασίλεια ὑπό τινων συστάντων ἀνδρῶν Σίμωνι παραπλησίων. οὕτως πολλὴ ἀφροσύνη ἐνεπολίτευσε τῷ ἔθνει διὰ τὸ βασιλέα μὲν οἰκεῖον οὐκ εἶναι τὸν καθέξοντα τὸ πλῆθος ἀρετῇ, τοὺς δʼ ἀλλοφύλους ἐπελθόντας σωφρονιστὰς τοῦ μὴ στασιάσοντος τῶν ἀνθρώπων ὑπέκκαυμα αὐτῶν διά τε τοῦ ὑβρίζειν καὶ πλεονεκτεῖν γενέσθαι.Ἐπεὶ καὶ Ἀθρόγγης ἀνὴρ οὔτε προγόνων ἐπιφανὴς ἀξιώματι οὔτε ἀρετῆς περιουσίᾳ ἤ τινων πλήθει χρημάτων, ποιμὴν δὲ καὶ ἀνεπιφανὴς τοῖς πᾶσιν εἰς τὰ πάντα ὤν, ἄλλως δὲ μεγέθει σώματος καὶ τῇ κατὰ χεῖρας ἀλκῇ διαπρέπων, ἐτόλμησεν ἐπὶ βασιλείᾳ φρονῆσαι τῷ κτώμενόν τε αὐτὴν ἡδονῆς πλέον ὑβρίσαι καὶ θνήσκων οὐκ ἐν μεγάλοις τίθεσθαι τῆς ψυχῆς τὸ ἐπὶ τοιοῖσδε ἀνάλωμα γενησόμενον.