ὁ δὲ ταῦτά τε ἀναγνοὺς τὰ γράμματα καὶ τὰς Οὐάρου καὶ Σαβίνου ἐπιστολὰς ὁπόσα τε χρήματα ἦν καὶ τί ἐπʼ ἔτος ἐφοίτα καὶ ὅσα Ἀντίπας ἐπʼ οἰκειώσει τῆς βασιλείας ἐπεπόμφει γράμματα συνῆγεν ἐπὶ παροκωχῇ γνωμῶν τοὺς φίλους, σὺν οἷς καὶ Γάιον τὸν Ἀγρίππου μὲν καὶ Ἰουλίας τῆς αὐτοῦ θυγατρὸς υἱὸν ποιητὸν δὲ αὐτῷ γεγονότα πρῶτόν τε καθεδούμενον παρέλαβε, καὶ κελεύει λέγειν τοῖς βουλομένοις περὶ τῶν ἐνεστηκότων.καὶ πρῶτος ὁ Σαλώμης υἱὸς Ἀντίπατρος δεινότατός τε ὢν εἰπεῖν καὶ τῷ Ἀρχελάῳ ἐναντιώτατος ἔλεγεν Ἀρχελάῳ παιδιὰν τὸν περὶ τῆς ἀρχῆς εἶναι λόγον ἔργῳ τὴν δύναμιν αὐτῆς πρότερον ἢ Καίσαρα συγχωρῆσαι παρειληφότι, ἐπικαλῶν τὰ τετολμημένα ἐπὶ τοῖς ἀπολωλόσι κατὰ τὴν ἑορτήν·ὧν καὶ ἀδικούντων ἄλλως ἔσχεν τὴν τιμωρίαν εἰς τοὺς ἔξω χρῆσθαι δυναμένους ἀνακειμένην εἶναι, καὶ μὴ ὑπʼ ἀνδρὸς πεπρᾶχθαι, εἰ μὲν βασιλέως, ἀδικοῦντος τὸ Καίσαρος διαγνοίᾳ περὶ αὐτοῦ ἔτι χρώμενον, εἰ δὲ ἰδιώτου, πολὺ χειρόνως, διὰ τὸ μὴ βασιλείας ἀντιποιουμένῳ καλῶς ἂν συγκεχωρῆσθαι, διὰ τὸ Καίσαρα τῆς ἐπʼ αὐτοῖς ἐξουσίας ἀφαιρεῖσθαι.καθήπτετο δὲ αὐτοῦ ἡγεμόνων τινῶν ἐν τῷ στρατιωτικῷ μετάστασιν ἐπικαλῶν καὶ προκάθισιν ἐπὶ θρόνου βασιλείου καὶ δικῶν διάλυσιν ὡς ὑπὸ βασιλέως γενομένην κατανεύσεις τε αἰτήσεων τοῖς δημοσίᾳ αἰτουμένοις καὶ πάντων διάπραξιν, ὧν οὐδὲν ἂν μειζόνως ἐπινοῆσαι καθεσταμένον ὑπὸ τοῦ Καίσαρος εἰς τὴν ἀρχήν.ἀνετίθει δὲ αὐτῷ καὶ τῶν ἐκ τοῦ ἱπποδρόμου δεσμωτῶν τὴν ἄφεσιν καὶ πολλὰ τὰ μὲν γεγονότα τὰ δὲ καὶ πιστεύεσθαι δυνάμενα διὰ τὸ φύσιν ἔχειν γίνεσθαι ὑπό τε νεωτέρων καὶ φιλοτιμίᾳ τοῦ ἄρχειν προλαμβανόντων τὴν ἐξουσίαν, πένθους τε τοῦ ἐπὶ τῷ πατρὶ ἀμελείας καὶ κωμασμοὺς αὐτονυκτὶ τῇ ἐκείνου τελευτῇ γεγονότας,ἐφʼ οἷς δὴ καὶ τὴν πληθὺν ἀρχὴν τοῦ στασιάζειν λαβεῖν, εἰ τοιαῦτα εὐεργετήσαντος αὐτὸ τοῦ πατρὸς καὶ οὕτως μεγάλων ἠξιωκότος τοιοῖσδε ἀμείβεσθαι τὸν νέκυν, ὥσπερ ἐπὶ σκηνῆς δακρύειν μὲν προσποιούμενον τὰς ἡμέρας, ἀπολαύοντα δὲ ἡδονῇ τῇ ἐπὶ τῆς ἀρχῆς ὅσαι νύκτες.φανεῖσθαί τε καὶ περὶ τὸν Καίσαρα τοιόνδε ὄντα Ἀρχέλαον συγχωροῦντα τὴν βασιλείαν, ὁποῖος γένοιτο καὶ περὶ τὸν πατέρα· χορεύειν γὰρ καὶ ᾄδειν ὥσπερ ἐχθροῦ πεσόντος, ἀλλʼ οὐκ ἀνδρὸς οὕτως μὲν συγγενοῦς, τηλικαῦτα δʼ εὐεργετεῖν ἐξηγμένου.δεινότατόν τε πάντων ἀπέφηνε τὸ νῦν ἥκειν ἐπὶ Καίσαρος κατανεύσει τῇ ἐκείνου χρησόμενον τῇ βασιλείᾳ πάντων αὐτῷ προπεποιημένων, ὁπόσα γένοιτο ἂν ὑπὸ σοῦ βεβαίως ἤδη τοῦ αὐτοκράτορος παρεσχηκότος πρασσόμενα.μάλιστα δὲ τὴν σφαγὴν τῶν περὶ τὸ ἱερὸν ἐδείνου τῷ λόγῳ καὶ τὴν δυσσέβειαν, ὡς ἑορτῆς τε ἐνεστηκυίας καὶ ἱερείων ἐν τρόπῳ σφαχθεῖεν ἔνιοι μὲν ξένοι οἱ δὲ ἐγχώριοι, πλησθείη δὲ τὸ ἱερὸν νεκρῶν οὐχ ὑπʼ ἀλλοφύλου, ἀλλὰ τοῦ καὶ μετὰ νομίμων ὀνομάτων τῆς βασιλείας ἐφιεμένου τῆς πράξεως, ὅπως δυνηθείη πληρῶσαι τῆς φύσει τυραννίδος τὴν πᾶσιν ἀνθρώποις μεμισημένην ἀδικίαν.διʼ ἣν μηδὲ ὄναρ ποτὲ ἑωρᾶσθαι βασιλείας αὐτῷ τὴν διαδοχὴν ἀρετῇ τοῦ πατρός· ἐπίστασθαι γὰρ αὐτοῦ τὸν τρόπον καί τοι ἐχθρὸν αὐτῷ ἐκ τῶν διαθηκῶν ἰσχυρότερον Ἀντιπάτρῳ καθίστασθαι· κληθῆναι γὰρ ὑπὸ τοῦ πατρὸς ἐπὶ τὴν βασιλείαν οὐχὶ νοσοῦντος πρὸς τῷ σώματι καὶ τὴν ψυχήν, ἀλλὰ ἀκραιφνεῖ μὲν τῷ λογισμῷ χρωμένου, ἀλκῇ δὲ σώματος τοῖς πράγμασιν ἐφεστηκότος.εἰ δὲ καὶ πρότερον εἰς αὐτὸν ἐπίσης τοῖς νῦν διατεθεῖσθαι τὸν πατέρα, ἀποπεφάνθαι ποταπὸς ἂν γένοιτο βασιλεὺς τὸν μὲν κύριον παρασχεῖν τὴν βασιλείαν Καίσαρα ἀφῃρημένον τοῦ δοῦναι τὴν ἐξουσίαν, τοὺς δὲ πολίτας ἰδιώτην ὄντα ἀκμὴν σφάζειν ἐν ἱερῷ μὴ ἀποτετραμμένον.Καὶ Ἀντίπατρος μὲν τοιάδε εἰπὼν καὶ μαρτύρων παραστάσεσιν τὰ εἰρημένα κρατυνάμενος πολλοῖς τῶν συγγενῶν παύεται τοῦ λέγειν. ἀνίσταται δὲ Νικόλαος ὑπὲρ Ἀρχελάου καὶ ἔλεγεν τὰ μὲν ἐν τῷ ἱερῷ γνώμῃ τῶν πεπονθότων ἀναθεὶς μᾶλλον ἢ ἐξουσίᾳ τῇ Ἀρχελάου· τοὺς γὰρ ἐπὶ τοιοῖσδε ἄρχοντας οὐ μόνον τῷ καθʼ αὑτοὺς ὑβρίζοντι εἶναι πονηρούς, ἀλλὰ καὶ τῷ ἀναγκάζοντι εἰς τὴν ἄμυναν τῶν εὐγνωμονεῖν προαιρουμένων.ὡς δὲ πολέμια ἔδρων λόγῳ μὲν κατʼ Ἀρχελάου τὸ δὲ ἀληθὲς εἰς Καίσαρα φανερὸν εἶναι· τοὺς γὰρ ὑβριοῦντας κωλυτὰς παραγενομένους ἢ ὑπʼ Ἀρχελάου πεπομφότος κτεῖναι ἐπιθεμένους οὔτε τοῦ θεοῦ οὔτε τοῦ νόμου τῆς ἑορτῆς ἐν φροντίδι γενομένους,ὧν Ἀντίπατρον οὐκ αἰσχύνεσθαι ἐκδικητὴν καθιστάμενον ἐπὶ θεραπείᾳ ἔχθρας τῆς αὐτοῦ πρὸς Ἀρχέλαον ἢ φύσει τοῦ ἀρετῇ δικαίου. οἱ παρελθόντες καὶ μὴ πρὸς διανοουμένους ἄρχοντες ἀδίκων ἔργων, οἵδε εἰσὶν οἱ βιαζόμενοι καὶ μὴ θέλοντας τοὺς ἀμυνομένους ἐφʼ ὅπλα χωρεῖν.ἀνετίθει δὲ καὶ τὰ λοιπὰ πᾶσι τοῖς ἐν βουλῇ τῶν κατηγόρων· οὐδὲν γὰρ ὅ τι μὴ οὐ μετὰ γνώμης τῆς αὐτῶν γεγενημένον αἰτίᾳ τοῦ ἀδικεῖν ὑπάγεσθαι, οὐ τῇ φύσει τῇ οὕτως αὐτὰ γεγονότα πονηρὰ εἶναι, ἀλλὰ τῷ βλάψειν ἂν δοκεῖν Ἀρχέλαον. τοσήνδε αὐτοῖς εἶναι βουλὴν τοῦ ὑβριοῦντος εἰς ἄνδρα συγγενῆ, καὶ πατρὸς μὲν εὐεργέτου, συνήθη δὲ αὐτοῖς καὶ διὰ παντὸς οἰκείως πεπολιτευμένον.