τὰς δὲ πρεσβυτέρας αὐτοῦ θυγατέρας ὁμομητρίας τῶν περὶ Ἀλέξανδρον, ὧν περιεώρα Φερώρας τὸν γάμον, συνῴκουν ἡ μὲν Ἀντιπάτρῳ τοῦ βασιλέως ἀδελφῆς παιδὶ ὄντι, Φασαήλῳ δὲ ἡ ἑτέρα· καὶ οὗτος Ἡρώδου ἀδελφοῦ παῖς ἐγεγόνει. καὶ τοῦτο μὲν Ἡρώδου τὸ γένος ἦν.Τότε δὲ βουλόμενος πρὸς Τραχωνίτας ἀσφαλὴς εἶναι, κώμην πόλεως μέγεθος οὐκ ἀποδέουσαν ἔγνω Ἰουδαίων κτίσαι ἐν μέσῳ, δυσέμβολόν τε ποιεῖν τὴν αὐτοῦ καὶ τοῖς πολεμίοις ἐξ ἐγγίονος ὁρμώμενος ἐκ τοῦ ὀξέος κακουργεῖν.καὶ ἐπιστάμενος ἄνδρα Ἰουδαῖον ἐκ τῆς Βαβυλωνίας σὺν πεντακοσίοις ἱπποτοξόταις πᾶσι καὶ συγγενῶν πλήθει εἰς ἑκατὸν ἀνδρῶν τὸν Εὐφράτην διαβεβηκότα κατὰ τύχας ἐν Ἀντιοχείᾳ τῇ ἐπὶ Δάφνῃ τῆς Συρίας διαιτᾶσθαι Σατορνίνου τοῦ τότε στρατηγοῦντος εἰς ἐνοίκησιν αὐτῷ δεδωκότος χωρίον,Οὐλαθὰ ὄνομα αὐτῷ, μετεπέμπετο τοῦτον σὺν τῷ πλήθει τῶν ἑπομένων, παρέξειν ὑπισχνούμενος γῆν ἐν τοπαρχίᾳ τῇ λεγομένῃ Βαταναίᾳ, ὡρίζετο δὲ αὕτη τῇ Τραχωνίτιδι, βουλόμενος πρόβλημα τὴν κατοίκησιν αὐτοῦ κτᾶσθαι, ἀτελῆ τε τὴν χώραν ἐπηγγέλλετο καὶ αὐτοὺς εἰσφορῶν ἀπηλλαγμένους ἁπασῶν, αἳ εἰωθυῖαι ἐγκατοικεῖν τὴν γῆν ἄπρακτον παρασχόμενος.Τούτοις πεισθεὶς ὁ Βαβυλώνιος ἀφικνεῖται καὶ λαβὼν τὴν γῆν φρούρια ᾠκοδομήσατο καὶ κώμην, Βαρθύραν ὄνομα αὐτῇ θέμενος. πρόβλημά τε ἦν οὗτος ὁ ἀνὴρ καὶ τοῖς ἐγχωρίοις τὰ πρὸς τοὺς Τραχωνίτας καὶ Ἰουδαίων τοῖς ἐκ Βαβυλῶνος ἀφικνουμένοις κατὰ θυσίαν ἐπὶ Ἱεροσολύμων τοῦ μὴ λῃστείαις ὑπὸ τῶν Τραχωνιτῶν κακουργεῖσθαι, πολλοί τε ὡς αὐτὸν ἀφίκοντο καὶ ἁπανταχόθεν, οἷς τὰ Ἰουδαίων θεραπεύεται πάτρια.καὶ ἐγένετο ἡ χώρα σφόδρα πολυάνθρωπος ἀδείᾳ τοῦ ἐπὶ πᾶσιν ἀτελοῦς, ἃ παρέμεινεν αὐτοῖς Ἡρώδου ζῶντος. Φίλιππος δὲ υἱὸς ἐκείνου παραλαβὼν τὴν ἀρχὴν ὀλίγα τε καὶ ἐπʼ ὀλίγοις αὐτοὺς ἐπράξατο,Ἀγρίππας μέντοι γε ὁ μέγας καὶ ὁ παῖς αὐτοῦ καὶ ὁμώνυμος καὶ πάνυ ἐξετρύχωσαν αὐτούς, οὐ μέντοι τὰ τῆς ἐλευθερίας κινεῖν ἠθέλησαν. παρʼ ὧν Ῥωμαῖοι δεξάμενοι τὴν ἀρχὴν τοῦ μὲν ἐλευθέρου καὶ αὐτοὶ τηροῦσιν τὴν ἀξίωσιν, ἐπιβολαῖς δὲ τῶν φόρων εἰς τὸ πάμπαν ἐπίεσαν αὐτούς. καὶ τάδε μὲν ᾗ καιρὸς ἀκριβώσομαι προϊόντος τοῦ λόγου.Τελευτᾷ δὲ Ζάμαρις ὁ Βαβυλώνιος, ὃς ἐπὶ κτήσει τῆσδε τῆς χώρας Ἡρώδῃ προσποιεῖται, ζήσας τε μετὰ ἀρετῆς καὶ παῖδας λειπόμενος ἀγαθούς, Ἰάκειμον μέν, ὃς ἀνδρείᾳ γενόμενος ἐπιφανὴς ἱππεύειν συνεκρότησε τὸ ὑφʼ αὑτῷ Βαβυλώνιον, καὶ ἴλη τῶνδε τῶν ἀνδρῶν ἐδορυφόρει τούσδε τοὺς βασιλέας.καὶ Ἰάκειμος δὲ ἐν γήρᾳ τελευτῶν Φίλιππον τὸν υἱὸν κατέλιπεν ἄνδρα κατὰ χεῖρας ἀγαθὸν καὶ τὰ ἄλλα ἀρετῇ χρῆσθαι παρʼ ὁντινοῦν ἀξιόλογον. διόπερ φιλίατε πιστὴ καὶ εὔνοια ἀσφαλὴς αὐτῷ πρὸς Ἀγρίππαν γίνεται τὸν βασιλέα, στρατιάν τε ὁπόσην ὁ βασιλεὺς ἔτρεφεν οὗτος ἀσκῶν διετέλει καὶ ὅπη ἐξοδεύειν δεήσειεν ἡγούμενος.Ἡρώδου δʼ ἐν οἷς εἶπον ὄντος ἀφεώρα τὰ πάντα πράγματα εἰς Ἀντίπατρον, κἀφʼ οἷς ὠφελήσειεν κυροῦν οὐκ ἀπήλλακτο ἐξουσίας ἐπικεχωρηκότος τε τοῦ πατρὸς ἐλπίδι εὐνοίας καὶ πίστεως, καὶ περαιτέρω κτᾶσθαι τὴν ἐπʼ αὐτοῖς ἐξουσίαν τολμηρὸς καθιστάμενος διὰ τὸ ἄδηλος τῷ πατρὶ εἶναι κακουργῶν κἀφʼ οἷς εἴπειεν πιστότατος.ἦν τε πᾶσιν φοβερὸς οὐχ οὕτως ἰσχύι τῆς ἐξουσίας, ὡς τοῦ κακοτρόπου τῷ προμηθεῖ· μάλιστα δʼ αὐτὸν Φερώρας ἐθεράπευεν καὶ ἀντεθεραπεύετο δεινῶς, πάνυ τοῦ Ἀντιπάτρου περιστοιχίσαντος αὐτὸν καὶ τὴν γυναικωνῖτιν συνισταμένου τὰ πρὸς αὐτόν·ἐδεδούλωτο γὰρ Φερώρας γαμετῇ τε καὶ μητρὶ ταύτης καὶ ἀδελφῇ καὶ ταῦτα μισῶν τὰς ἀνθρώπους ὕβρει θυγατέρων αὐτοῦ παρθένων· ἀλλʼ ὅμως ἠνείχετο, πράσσειν τε οὐδὲν ἦν δίχα τῶν γυναικῶν ἐκπεριωδευκυιῶν τὸν ἄνθρωπον καὶ ἀλλήλαις εὐνοίᾳ συμπράσσειν τὰ πάντα μὴ ἀπηλλαγμένων,ὥστε παντοίως ὁ Ἀντίπατρος ὑπῆκτο αὐτὰς καὶ διʼ αὐτοῦ καὶ διὰ τῆς μητρός· ταὐτὸν γὰρ αἵδε αἱ τέσσαρες γυναῖκες ἔλεγον. καὶ Φερώρᾳ δὲ πρὸς Ἀντίπατρον ἐπʼ οὐδαμινοῖς τισιν αἱ γνῶμαι διήλλασσον.ἀντίσπασμα δʼ ἦν αὐτοῖς βασιλέως ἡ ἀδελφὴ περισκοποῦσά τε ἐκ πλείονος τὰ πάντα καὶ τὴν εὔνοιαν αὐτῶν ἐπὶ κακοῖς τοῖς Ἡρώδου πρασσομένην εἰδυῖά τε καὶ μηνύειν οὐκ ἀποτετραμμένη.καὶ γνόντες ἐν ἀπεχθείᾳ βασιλεῖ τὴν εὔνοιαν αὐτῶν οὖσαν ἐπινοοῦσιν ὥστε φανερὰν μὲν μὴ εἶναι τὴν πρὸς ἀλλήλους αὐτῶν σύνοδον, μίσους δὲ καὶ λοιδοριῶν ᾗ καιρὸς προσποίησιν, καὶ μάλιστα Ἡρώδου παρατυγχάνοντος ἢ οἳ πρὸς αὐτὸν ἀπαγγέλλειν ἔμελλον, κρυπτῶς δὲ τὰ τῆς εὐνοίας ὀχυρώτερα καθίστασθαι.καὶ ἔπρασσον οὕτως. ἐλάνθανεν δὲ τὴν Σαλώμην οὔτε πρῶτον ἡ διάνοια αὐτῶν ἐπὶ τοιοῖσδε ὡρμημένων οὔτε ἐπειδὴ χρῆσθαι οὐκ ἀπήλλακτο αὐτή· πάντα δὲ ἀνίχνευέν τε καὶ πρὸς τὸν ἀδελφὸν μειζόνως ἐκδεινοῦσα ἀπεσήμαινεν συνόδους τε κρυπτὰς καὶ πότους βουλευτήριά τε ἀφανῶς κατεσκευασμένα, ὧν μὴ ἐπʼ ὀλέθρῳ τῷ ἐκείνου συντιθεμένων κἂν πεφανερῶσθαι μὴ κεκωλῦσθαι.νῦν δὲ τοὺς μὲν ἐκ τοῦ προὔπτου διαφόρους καὶ τὰ πάντα ἐπὶ βλάβῃ τῇ ἀλλήλων λέγοντας, εἰς δὲ τὸ ἀφανὲς τοῖς πολλοῖς τὴν εὔνοιαν ἀνατιθεμένους καὶ ὁπότε ἀλλήλοις συμμονωθεῖεν φίλια πράσσειν μὴ ἀπηλλαγμένους, ὁμολογεῖν πολεμεῖν πρὸς οὓς λανθάνειν χρώμενοι εὐνοίᾳ τῇ ἀλλήλων ἐσπουδάκοιεν.