πολλῶν δὲ ὑπὸ Ἀρχελάου πεμπομένων, οἳ διαλέξοιντο αὐτοῖς, τῶν τε ἐνεστώτων μὲν ὑπʼ ἐκείνου γνώμῃ δὲ τῇ αὐτῶν δοκεῖν παριόντων, ὅπως εἰς τὸ πραΰτερον καταστήσονται αὐτούς, οὐδενὸς ἠνείχοντο εἰπεῖν ἀνάστασίς τε ἦν δεύειν ὀργῇ χρωμένων, φανεροί τε ἦσαν ἐπὶ μέγα αὐξήσοντες τὴν στάσιν πλήθους ἐπισυρρυέντος αὐτοῖς.Ἐνστάσης δὲ κατὰ τόνδε τὸν καιρὸν ἑορτῆς, ἐν ᾗ Ἰουδαίοις ἄζυμα προτίθεσθαι πάτριον· φάσκα δʼ ἡ ἑορτὴ καλεῖται ὑπόμνημα οὖσα τῆς ἐξ Αἰγύπτου ἀπάρσεως αὐτῶν γενομένης, καὶ θύουσιν αὐτὴν προθύμως πλῆθός τε ἱερείων ὡς οὐκ ἐν ἄλλῃ κατακόπτειν ἐστὶν αὐτοῖς νόμιμον·κάτεισιν δὲ πληθὺς ἀναρίθμητος ἐκ τῆς χώρας ἤδη δὲ καὶ ἐκ τῆς ὑπερορίας ἐπὶ θρησκείᾳ τοῦ θεοῦ, καὶ οἱ νεωτερισταὶ τοὺς περὶ τὸν Ἰούδαν τε καὶ Ματθίαν ἐξηγητὰς τῶν νόμων ὀδυρόμενοι συστάντες ἐν τῷ ἱερῷ τροφῆς ηὐποροῦντο τοῖς στασιασταῖς οὐκ ὂν ἐν αἰσχύνῃ μεταιτεῖν αὐτούς.καὶ δείσας Ἀρχέλαος, μὴ καί τι δεινὸν βλαστήσειεν αὐτῶν τῇ ἀπονοίᾳ, πέμπει σπεῖράν τε ὁπλιτῶν χιλίαρχόν τε τὴν ὁρμὴν τῶν ἐνεστηκότων πρότερον τὸν πάντα ὅμιλον τοῦ μανιώδους αὐτῶν πλέω καταστῆναι, καὶ εἴ τινες διάδηλοι πολὺ τῶν ἄλλων καθίσταιντο προθυμίᾳ τοῦ στασιάζειν ἐπʼ αὐτὸν ἀγαγεῖν.ἐπὶ τούτῳ οἱ στασιῶται τῶν ἐξηγητῶν καὶ τὸ πλῆθος ἐξηγρίωσε βοῇ καὶ διακελευσμῷ χρώμενοι ὥρμησάν τε ἐπὶ τοὺς στρατιώτας καὶ περιστάντες λεύουσιν τοὺς πλείστους αὐτῶν. ὀλίγοι δέ τινες καὶ ὁ χιλίαρχος τραυματίαι διέφυγον. καὶ τοῖς μὲν ταῦτα πράξασιν διὰ χειρῶν αὖθις ἡ θυσία ἦν·Ἀρχελάῳ δὲ ἄπορον ἐδόκει σώζεσθαι τὰ πάντα μὴ οὐκ ἀνακόψειν τὴν ἐπὶ τοιοῖσδε ὁρμὴν τῆς πληθύος, ἐκπέμπει δὲ πᾶν τὸ στρατόπεδον οἳ τούς τε αὐτόθι ἐσκηνωκότας κωλύοιεν τοῖς κατὰ τὸ ἱερὸν βοηθεῖν καὶ τοὺς ἐκπίπτοντας ὑπὸ τῶν πεζῶν δέχοιντο ἀντειλῆφθαι τἀσφαλοῦς ἤδη πεπιστευκότας.καὶ εἰς μὲν τρισχιλίους ἄνδρας ἔκτειναν οἱ ἱππεῖς· τὸ δὲ λοιπὸν ᾤχετο ἐπὶ ὄρη τὰ πλησίον ἰόντες. ἐκήρυσσε δʼ Ἀρχέλαος ἀναχωρεῖν ἐπὶ τὰ αὑτῶν πᾶσιν. οἱ δὲ ἀπῄεσαν τὴν ἑορτὴν καταλιπόντες φόβῳ κακοῦ μείζονος καίπερ θρασεῖς ὄντες διὰ τὸ ἀπαίδευτον.Ἀρχέλαος δʼ ἐπὶ θαλάσσης κατῄει μετὰ τῆς μητρὸς Νικόλαον καὶ Πτολεμαῖον καὶ Πτόλλαν τῶν φίλων ἐπαγόμενος, Φιλίππῳ τἀδελφῷ τὰ πάντα ἐφεὶς καθίστασθαι τοῦ οἴκου καὶ τῆς ἀρχῆς.συνεξῄει δʼ αὐτῷ καὶ Σαλώμη ἡ Ἡρώδου ἀδελφὴ γενεὰν ἀγομένη τὴν αὐτῆς, πολλοί τε τῶν συγγενῶν, λόγῳ μὲν ὡς συναγωνιούμενοι τῷ Ἀρχελάῳ ἐπὶ κτήσει τῆς βασιλείας, ἔργῳ δὲ ἀντιπράξοντες καὶ μάλιστα περὶ τῶν πεπραγμένων ἐν τῷ ἱερῷ ποιησόμενοι καταβοάς.ὑπαντιάζει δʼ ἐν Καισαρείᾳ τὸν Ἀρχέλαον Σαβῖνος Καίσαρος ἐπίτροπος τῶν ἐν Συρίᾳ πραγμάτων εἰς Ἰουδαίαν ὡρμημένος ἐπὶ φυλακῇ τῶν Ἡρώδου χρημάτων. καὶ αὐτὸν τῆς ἐπὶ τοῖσδε ὁρμῆς ἔσχεν ὁ Οὔαρος παρελθών· διὰ γὰρ Πτολεμαίου μετάπεμπτος ὑπʼ Ἀρχελάου παρῆν.καὶ Οὐάρῳ Σαβῖνος χαριζόμενος οὔτε τὰς ἄκρας, ὅσαι ἐν τοῖς Ἰουδαίοις ἦσαν, παρέλαβεν οὔτε τοὺς θησαυροὺς κατεσημήνατο, εἴα δʼ ἔχειν Ἀρχέλαον μέχρι Καίσαρι δόξειέν τι περὶ αὐτῶν, καὶ ἔμενεν ἐν τῇ Καισαρείᾳ τοῦθʼ ὑποσχόμενος. ἐπεὶ δʼ ἐκπλεῖ μὲν ἐπὶ τῆς Ῥώμης Ἀρχέλαος, Οὐάρῳ δʼ ἐπʼ Ἀντιοχείας ἐγένοντο κομιδαί, Σαβῖνος ἐπὶ Ἱεροσολύμων χωρήσας παραλαμβάνει τὰ βασίλεια.μεταπέμψας δὲ τοὺς φρουράρχους καὶ ὁπόσοι διοικηταὶ τῶν πραγμάτων ἦσαν λόγους τε ἀπαιτεῖν πρόδηλος ἦν καὶ τὰς ἄκρας καθίστατο ᾗ αὐτῷ δοκοῖ. οὐ μὴν οἱ φύλακες ἐν ὀλίγῳ τὰς Ἀρχελάου ἐπιστολὰς ἐποιοῦντο, ἀλλʼ ἔμενον σώζοντες τὰ πάντα ᾗ προσετέτακτο αὐτοῖς. Καίσαρι δὲ φυλάσσειν ἕκαστʼ ἦν προσποίησις αὐτοῖς.Πλεῖ δὲ κατὰ τοῦτον τὸν καιρὸν ἐπὶ Ῥώμης καὶ Ἀντίπας Ἡρώδου μὲν παῖς, ἐπὶ δʼ ἀντιποιήσει τῆς ἀρχῆς ὑποσχέσεσι Σαλώμης ἠρμένος ἐπὶ τῷ ἄρχειν καὶ πολὺ δικαιότερον Ἀρχελάου παραλήψεσθαι τὰ πράγματα ἠξιωκὼς τῷ κατὰ τὰς προτέρας διαθήκας βασιλεὺς ἀποπεφάνθαι, ἃς ἀσφαλεστέρας εἶναι τῶν ἐπιγραφεισῶν.ἐπήγετο δὲ οὗτος τήν τε μητέρα καὶ τὸν ἀδελφὸν τὸν Νικολάου Πτολεμαῖον φίλον τε Ἡρώδῃ τιμιώτατον γεγενημένον καὶ αὐτῷ προσκείμενον.μάλιστα δὲ αὐτὸν ἐνῆγεν ἐπʼ ἀντιποιήσει τῆς βασιλείας φρονεῖν Εἰρηναῖος ῥήτωρ ἀνὴρ καὶ δόξῃ δεινότητος τῆς περὶ αὐτῷ τὴν βασιλείαν πεπιστευμένος. διὸ δὴ καὶ τῶν κελευόντων εἴκειν Ἀρχελάῳ πρεσβυτέρῳ τε ὄντι κἀν ταῖς ἐπιδιαθήκαις ὑπὸ τοῦ πατρὸς ἐγγεγραμμένῳ βασιλεῖ οὐκ ἠνείχετο.ἐπεὶ δʼ εἰς τὴν Ῥώμην ἀφίκετο, καὶ πάντων τῶν συγγενῶν ἀπόστασις ἦν πρὸς αὐτόν, οὐκ εὐνοίᾳ τῇ ἐκείνου, μίσει δὲ τῷ πρὸς Ἀρχέλαον, μάλιστα μὲν ἐπιθυμοῦντες ἐλευθερίας καὶ ὑπὸ Ῥωμαίων στρατηγῷ τετάχθαι, εἰ δʼ ἄρα τι ἀντισταίη, λυσιτελέστερον Ἀρχελάου τὸν Ἀντίπαν λογιζόμενοι, συνέπραττον Ἀντίπᾳ τὴν βασιλείαν. καὶ Σαβῖνος κατηγόρει παρὰ Καίσαρι τοῦ Ἀρχελάου διὰ γραμμάτων.Καῖσαρ δὲ Ἀρχελάου τε εἰσπέμψαντος ὡς αὐτὸν γράμματα, ἐν οἷς τὰ δικαιώματα προετίθει τε αὐτοῦ καὶ τὴν διαθήκην τοῦ πατρὸς καὶ τοὺς λογισμοὺς τῶν Ἡρώδου χρημάτων σὺν τῷ σημαντῆρι κομίζοντα Πτολεμαῖον, ἐκαραδόκει τὸ μέλλον.