Ἐντεῦθεν δὲ τάφον ἡτοίμαζον τῷ βασιλεῖ μελῆσαν Ἀρχελάῳ πολυτελεστάτην γενέσθαι τὴν ἐκκομιδὴν τοῦ πατρὸς καὶ πάντα τὸν κόσμον προκομίσαντος εἰς ὃ συμπομπεύσειε τῷ νεκρῷ.ἐφέρετο δὲ ἐπὶ κλίνης χρυσέας λίθοις πολυτελέσιν καὶ ποικίλοις διαπεπασμένης, στρωμνή τε ἦν ἁλουργὴς καὶ ἠμπέσχετο πορφυρίσιν ὁ νεκρὸς διαδήματι ἠσκημένος ὑπερκειμένου στεφάνου χρυσέου σκῆπτρόν τε τῇ δεξιᾷ παρακείμενον.περί τε τὴν κλίνην οἵ τε υἱεῖς καὶ τὸ πλῆθος ἦν τῶν συγγενῶν, ἐπὶ δὲ τούτοις τὸ στρατιωτικὸν κατὰ οἰκεῖα ἔθνη ἢ προσηγορίας διέκειντο αὐτοῖς νεμηθέντες, πρῶτοι μὲν οἱ δορυφόροι, μετὰ δὲ τὸ Θρᾴκιον, ἐπὶ δὲ τούτοις ὁπόσοι Γερμανῶν, καὶ τὸ Γαλατικὸν μετʼ αὐτούς, ἐν τῷ κόσμῳ πάντες τῷ πολεμιστηρίῳ.τούτων δὲ κατόπιν ἤδη πᾶς ὁ στρατὸς ὥσπερ ἐς πόλεμον ἐξοδεύοντες ὥσπερ ὑπὸ λοχαγῶν ἀγόμενοι καὶ τοῖς ταξιαρχοῦσιν αὐτῶν. τούτοις ἐπετετάχατο πεντακόσιοι τῶν οἰκετῶν ἀρωματοφόροι. ᾔεσαν δὲ ἐπὶ Ἡρωδίου στάδια ὀκτώ· τῇδε γὰρ αὐτῷ ἐγένοντο αἱ ταφαὶ κελεύσματι τῷ αὐτοῦ. Ἡρώδης μὲν δὴ τοῦτον ἐτελεύτα τὸν τρόπον.Ἀρχέλαος δὲ ἐπὶ μὲν ἑβδόμην ἡμέραν πένθος τὸ ἐπὶ τῷ πατρὶ τιμῶν διετέλει· τόσας γὰρ διαγορεύει τὸ νόμιμον τοῦ πατρίου. ἑστιάσας δὲ τοὺς ὁμίλους καὶ καταλύσας τὸ πένθος ἄνεισιν εἰς τὸ ἱερόν. ἦσάν τε εὐφημίαι καὶ ἔπαινοι καθʼ οὕστινας ἴοι ἑκάστων τὰ πρὸς ἀλλήλους φιλοτιμουμένων εἰς τὸ δοκεῖν μείζοσι χρῆσθαι ταῖς εὐφημίαις.ὁ δὲ ἐπὶ ὑψηλὸν βῆμα πεποιημένον ἀνελθὼν καὶ ἱδρυθεὶς εἰς θρόνον χρυσοῦν πεποιημένον ἀντεδεξιοῦτο τοὺς ὁμίλους χάρματι τῶν εὐφημιῶν τὴν εὔνοιαν αὐτῶν ἡδονῇ φέρων, χάριν τε ὡμολόγει, διότι μηδὲν αὐτῷ μνησικακοῖεν ἀνθʼ ὧν ὁ πατὴρ εἰς αὐτοὺς ὑβρίσειεν καὶ πειράσεσθαι μὴ ἐλλείψειν ἀμειβόμενον τὸ πρόθυμον αὐτῶν.ἄρτι μέντοι φειδὼ ποιεῖσθαι τοῦ βασιλείου ὀνόματος, τετιμῆσθαι γὰρ αὐτὸν τῇ ἀξιώσει ὅπερ βεβαίως Καῖσαρ ἐπικυρώσειε τὰς διαθήκας, αἳ ὑπὸ τοῦ πατρὸς ἐγράφησαν αὐτοῦ· διʼ ἣν αἰτίαν οὐδὲ τοῦ στρατεύματος ἐν Ἱεριχοῦντι τὸ διάδημα αὐτῷ περιθέσθαι προθυμουμένου δέξασθαι τὸ περιμάχητον τῆς ἐνθένδε τιμῆς διὰ τὸ μηδέπω τὸν κυρίως ἀποδώσοντα φανερὸν εἶναι παρασχόμενον.περιιόντων μέν γε εἰς αὐτὸν τῶν πραγμάτων οὐ λείψειν ἀρετῆς τοῦ ἀμειψομένου τὴν εὔνοιαν αὐτῶν· σπουδάσειν γὰρ ἐν πᾶσιν τὰ πρὸς αὐτοὺς φανεῖσθαι τοῦ πατρὸς ἀμείνων τὰ πάντα.οἱ δὲ οἷον ὄχλος εἴωθεν, φιλεῖν οἰόμενοι τὰς πρώτας εἶναι τῶν ἡμερῶν τὰς διανοίας ἐμφανίζειν τῶν παριόντων ἐπὶ τοιάσδε ἀρχάς, ὅσῳ πρᾴως καὶ θεραπευτικῶς ὁ Ἀρχέλαος διελέγετο αὐτοῖς, τοσῷδε μειζόνως τε ἐχρῶντο τοῖς ἐπαίνοις καὶ κατὰ αἰτήσεις δωρεῶν ἐτετράφατο, οἱ μὲν εἰσφορὰς ἃς ἐνιαυσίους φέροιεν ἐπικουφίζειν βοῇ χρώμενοι, οἱ δὲ αὖ δεσμωτῶν, οἳ ὑφʼ Ἡρώδου ἐδέδεντο, πολλοὶ δὲ ἦσαν κἀκ πολλῶν χρόνων, ἀπόλυσιν.εἰσὶν δὲ οἳ ἄρσεις τῶν τελῶν ἃ ἐπὶ πράσεσιν ἢ ὠναῖς ἐπεβάλλετο πρασσόμενα πικρῶς ᾐτοῦντο. ἀντέλεγέν τε οὐδαμῶς Ἀρχέλαος ἐπειρᾶτο ὁμίλους σπουδαῖος ὢν ποιεῖν πάντα διὰ τὸ νομίζειν μέγα πρᾶγμα εἰς τήρησιν τῆς ἀρχῆς γενήσεσθαι τὴν εὔνοιαν αὐτῷ τῆς πληθύος. ἐντεῦθεν δὲ θύσας τῷ θεῷ κατʼ εὐωχίαν τρέπεται μετὰ τῶν φίλων.Ἐν τούτῳ δέ τινες τῶν Ἰουδαίων συνελθόντες νεωτέρων ἐπιθυμίᾳ πραγμάτων Ματθίαν καὶ τοὺς σὺν αὐτῷ ὑφʼ Ἡρώδου ἀποθανόντας, οἳ παραχρῆμα τῆς εἰς τὸ πενθεῖσθαι τιμῆς φόβῳ τῷ ἐκείνου ἀπεστέρηντο, ἦσαν δὲ οἱ τῶν ἐπὶ καθαιρέσει τοῦ χρυσοῦ ἀετοῦ δεδικαιωμένων, ἐπὶ μέγα τε τῇ βοῇ καὶ οἰμωγῇ χρώμενοι καί τινα ὡς κούφισιν φέροντα τοῖς τεθνεῶσιν ἀπερρίπτουν εἰς τὸν βασιλέα.συνόδου τε αὐτοῖς γενομένης ἠξίουν τιμωρίαν αὐτοῖς ὑπʼ Ἀρχελάου γενέσθαι κολάσεσιν τῶν ὑπὸ Ἡρώδου τιμωμένων, καὶ πάντων γε καὶ πρῶτον καὶ ἐκδηλότατα τὸν ὑπʼ αὐτοῦ ἀρχιερέα καθεστῶτα παύσαντα νομιμώτερόν τε ἅμα καὶ καθαρὸν ἀρχιερᾶσθαι ἄνδρα αἱρεῖσθαι.τούτοις Ἀρχέλαος καίπερ δεινῶς φέρων ἐπένευεν τὴν ὁρμὴν αὐτῶν διὰ τὴν ἐπὶ Ῥώμης ὁδὸν ἀνύεσθαι προκείμενον αὐτῷ τάχος ἐπὶ περισκοπήσει τῶν δοξάντων Καίσαρι.πέμψας δὲ τὸν στρατηγὸν πειθοῖ χρῆσθαι, καὶ τῆς ἐπὶ τοιούτοις μωρίας ἀποστάντας σκοπεῖν, θάνατόν τε, ὃς τοῖς φίλοις αὐτῶν συνέλθοι, μετὰ νόμων γεγονότα, καὶ τὰς αἰτήσεις ὡς ἐπὶ μέγα τοῦ ὑβρίζειν προΐοιεν, τούς τε καιροὺς οὐκ ἐν τοιοῖσδε εἶναι, μᾶλλον δὲ τοῦ ὁμονοεῖν ἕως καταστησάμενος τὴν ἀρχὴν ἐπινεύσει τῇ Καίσαρος ἀφίκοιτο ὡς αὐτούς· τότε γὰρ κοινῇ βουλεύσειν περὶ ὧν ἀξιοῖεν σὺν αὐτοῖς· ἄρτι δὲ ἀνέχειν, μὴ καὶ στασιάζειν δοκοῖεν.Καὶ ὁ μὲν ταῦτα ὑπειπὼν καὶ διδάξας τὸν στρατηγὸν ἐκπέμπει πρὸς αὐτούς. οἱ δὲ βοῶντες λέγειν τε οὐκ εἴων καὶ εἰς κίνδυνον τοῦ ἀπολουμένου ἐκεῖνόν τε καθίστασαν καὶ τῶν ἄλλων ὅστις γε ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τοῦ μὴ τοιῶνδε ὀριγνᾶσθαι τολμήσειν φθέγξασθαι φανερὸς ἦν διὰ τὸ πάντα βουλήσει τῇ αὐτῶν μᾶλλον ἢ ἐξουσίᾳ τῶν ἐφεστηκότων συγχωρεῖν,δεινὸν ἡγούμενοι, εἰ ζῶντός τε Ἡρώδου στερηθεῖεν τῶν φιλτάτων καὶ τελευτῆς αὐτῷ γενομένης τιμωριῶν τῶν ἐπʼ αὐτοῖς, ὠργηκότες ταῖς γνώμαις καὶ νόμιμόν τε καὶ δίκαιον ἡγούμενοι ὅ τι μελλήσοι ἡδονὴν αὐτοῖς φέρειν, κίνδυνον δὲ τὸν ἀπʼ αὐτοῦ προϊδέσθαι τε ἀμαθεῖς καὶ εἴ τῳ ὑποπτευθείη, ὑπερβολῆς αὐτῷ γενομένης τῆς παραχρῆμα ἡδονῆς ἐκ τοῦ τιμωρήσασθαι τοὺς ἐχθίστους δοκοῦντας αὐτοῖς.