καὶ ὁ μὲν μετὰ δακρύων ποτνιώμενος καὶ τοῦ συγγενοῦς τὴν εὔνοιαν καὶ πίστιν τοῦ θείου προσκαλῶν ἐπέσκηπτε μὴ ἠτιμῶσθαι ἀξιῶν, κἀκεῖνοι ὡμολόγουν οὐ παραβήσεσθαι.Κατανοήσειεν δʼ ἄν τις τὴν διάνοιαν τοῦ ἀνθρώπου καὶ ὅτῳ τὰ πρότερα ἤρεσκεν ὡς ὑπὸ τοῦ φιλοζωεῖν πράξειε τὰ εἰς τοὺς συγγενεῖς πεπραγμένα, ἐκ γοῦν τῶν ἄρτι ἐπιστολῶν οὐδὲν ἀνθρώπειον εἰσφερομένην,εἴγε καὶ ἀπιὼν τοῦ βίου πρόνοιαν εἶχεν, ὡς ἐν πένθει καὶ ἐρημίᾳ τῶν φιλτάτων τὸ πᾶν καταστήσειεν ἔθνος, ἕνα ἀπὸ ἑκάστου οἴκου κελεύων μεταχειρίσαι μηδὲν ἄδικον μήτε εἰς αὐτὸν δεδρακότας μήτε ἐφʼ ἑτέροις ἐγκλήμασιν κατηγορίας αὐτῶν γενομένης, εἰωθότων οἷς προσποίησις ἀρετῆς καὶ πρὸς τοὺς δίκῃ ἐχθροὺς γεγονότας ἐν τοιοῖσδε καιροῖς τὰ μίση κατατίθεσθαι.Ταῦτα δὲ ἐπιστέλλοντος αὐτοῦ πρὸς τοὺς συγγενεῖς γράμματα παρῆν ὑπὸ τῶν εἰς Ῥώμην πρέσβεων ἀπεσταλμένων πρὸς Καίσαρα. καὶ ἀναγνωσθέντων τὸ κεφάλαιον ἦν, ὡς τῆς τε Ἀκμῆς ὀργῇ τῇ Καίσαρος ἀνῃρημένης ἐφʼ οἷς Ἀντιπάτρῳ συγκακουργήσειεν, αὐτόν τε Ἀντίπατρον ὡς ἐπὶ γνώμῃ τῇ ἐκείνου ποιοῖτο ὡς πατρὸς καὶ βασιλέως, εἴτε φυγάδα ἐλαύνειν ἐθελήσειεν, εἴτε καὶ κτιννύειν.τούτων ἀκροώμενος Ἡρώδης βραχὺ μὲν ἀνήνεγκεν ἡδονῇ τῶν γεγραμμένων θανάτῳ τε τῆς Ἀκμῆς ἐπαιρόμενος καὶ ἐξουσίᾳ τῆς ἐπὶ τῷ παιδὶ τιμωρίας, περιουσῶν δὲ εἰς μέγα τῶν ἀλγηδόνων παρίετο τεταλαιπωρημένος σιτίων· καὶ ᾔτησε μῆλον καὶ μαχαίριον· ἦν γὰρ ἐν ἔθει καὶ πρότερον αὐτῷ περιλέψαντι αὐτὸ διʼ αὐτοῦ καὶ κατʼ ὀλίγον τεμόντι ἐσθίειν.λαβὼν δὲ καὶ περισκεψάμενος γνώμην εἶχεν παίσων ἑαυτόν, κἂν ἐπεπράχει μὴ φθάσαντος αὐτοῦ καταλαβεῖν τὴν δεξιὰν Ἀχιάβου· ἀνεψιὸς ἦν αὐτοῦ. καὶ μέγα ἀνακραγόντος οἰμωγή τε αὖθις ἀνὰ τὸ βασίλειον ἦν καὶ θόρυβος μέγας ὡς οἰχομένου τοῦ βασιλέως.καὶ ὁ Ἀντίπατρος, πιστεύει γὰρ τέλος ἀληθῶς τὸν πατέρα ἔχειν, θάρσει τε ἐχρῆτο ἐπὶ τοῖς λόγοις ὅλος ὡς ἤδη τῶν δεσμῶν ἀφησόμενος καὶ τὴν βασιλείαν ἀκονιτὶ δεξόμενος εἰς χεῖρας, καὶ τῷ εἱρκτοφύλακι περὶ ἀφέσεως ἦν αὐτοῦ διάλογος μεγάλα ὑπισχνουμένου εἰς τὸ παρὸν καὶ ταὖθις, ὡς ἂν περὶ τοιῶνδε τοῦ ἀγῶνος ἐνεστηκότος.ὁ δὲ οὐ μόνον ἀπειθὴς ἦν πράσσειν ἐφʼ οἷς ἠξίου Ἀντίπατρος, ἀλλὰ καὶ τῷ βασιλεῖ ἀποσημαίνει διάνοιαν τὴν ἐκείνου πολλῇ καὶ προσεισφορᾷ παρʼ αὑτοῦ χρώμενος.ὁ δὲ Ἡρώδης καὶ πρότερον οὐχ ἡσσώμενος οὐδʼ εὐνοίᾳ τοῦ υἱέος ἐπεὶ ἤκουσε τοῦ εἱρκτοφύλακος ταῦτα εἰρηκότος, ἀνεβόησέν τε ἀνατυψάμενος τὴν κεφαλὴν καίπερ ἐν τῷ ὑστάτῳ ὢν καὶ ἐπὶ τὸν ἀγκῶνα περιάρας ἑαυτὸν κελεύει πέμψας τινὰ τῶν δορυφόρων μηδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος κτείνασιν αὐτὸν ἐν Ὑρκανίᾳ ταφὰς ἀσήμους ποιεῖσθαι.Τὰς δὲ διαθήκας αὖθις μετέγραφεν μεταβολῆς αὐτῷ περὶ τὴν διάνοιαν γενομένης, Ἀντίπαν μέν, ᾧ τὴν βασιλείαν καταλελοίπει, τετράρχην καθιστὰς Γαλιλαίας τε καὶ Περαίας, Ἀρχελάῳ δὲ τὴν βασιλείαν χαριζόμενος,τὴν δὲ Γαυλωνῖτιν καὶ Τραχωνῖτιν καὶ Βαταναίαν καὶ Πανιάδα Φιλίππῳ παιδὶ μὲν τῷ αὐτοῦ Ἀρχελάου δὲ ἀδελφῷ γνησίῳ τετραρχίαν εἶναι, Ἰάμνειαν δὲ καὶ Ἄζωτον καὶ Φασαηλίδα Σαλώμῃ τῇ ἀδελφῇ κατανέμει καὶ ἀργυρίου ἐπισήμου μυριάδας πεντήκοντα.προυνόησε δὲ καὶ τῶν λοιπῶν, ὁπόσοι συγγενεῖς ἦσαν αὐτῷ, χρημάτων τε δόσεσι καὶ προσόδων ἀναφοραῖς ἑκάστους ἐν εὐπορίᾳ καθιστάμενος. Καίσαρι δὲ ἀργυρίου μὲν ἐπισήμου μυριάδας χιλίας, χωρὶς δὲ σκεύη τὰ μὲν χρυσοῦ τὰ δʼ ἀργύρου καὶ ἐσθῆτα πάνυ πολλοῦ τέλους, Ἰουλίᾳ δὲ τῇ Καίσαρος γυναικὶ καί τισιν ἑτέροις πεντακοσίας μυριάδας.ταῦτα πράξας ἡμέρᾳ πέμπτῃ μεθʼ ὃ Ἀντίπατρον κτείνει τὸν υἱὸν τελευτᾷ, βασιλεύσας μεθʼ ὃ μὲν ἀνεῖλεν Ἀντίγονον ἔτη τέσσαρα καὶ τριάκοντα, μεθʼ ὃ δὲ ὑπὸ Ῥωμαίων ἀπεδέδεικτο ἑπτὰ καὶ τριάκοντα, ἀνὴρ ὠμὸς εἰς πάντας ὁμοίως καὶ ὀργῆς μὲν ἥσσων κρείσσων δὲ τοῦ δικαίου, τύχῃ δὲ εἰ καί τις ἕτερος κεχρημένος εὐμενεῖ.ἔκ τε γὰρ ἰδιώτου βασιλεὺς καταστὰς καὶ κινδύνοις περιστοιχιζόμενος μυρίοις πάντων ποιεῖται διάδρασιν καὶ τοῦ ζῆν ἐπὶ μήκιστον ἐξίκετο. ὁπόσα δὲ τὰ κατʼ οἶκον περὶ υἱεῖς τοὺς αὐτοῦ, ὅσα μὲν γνώμῃ τῇ ἐκείνου καὶ πάνυ δεξιᾷ κεχρημένος διὰ τὸ κρίνας ἐχθροὺς κρατεῖν οὐχ ὑστερῆσαι, δοκεῖν δʼ ἐμοὶ καὶ πάνυ δυστυχής.Σαλώμη δὲ καὶ Ἀλεξᾶς πρὶν ἔκπυστον γενέσθαι τὸν θάνατον τοῦ βασιλέως τοὺς ἐπὶ τὸν ἱππόδρομον κατακεκλημένους ἐκπέμπονται ἐπὶ τὰ αὐτῶν, φάμενοι βασιλέα κελεύειν ἀπιοῦσιν αὐτοῖς ἐπὶ τοὺς ἀγροὺς νέμεσθαι τὰ οἰκεῖα, πράσσεταί τε αὐτοῖς ἥδε εὐεργεσία μεγίστη εἰς τὸ ἔθνος.ἐφανεροῦτο δʼ ἤδη ὁ θάνατος τοῦ βασιλέως, καὶ Σαλώμη καὶ Ἀλεξᾶς συναγαγόντες τὸ στρατιωτικὸν εἰς τὸ ἀμφιθέατρον τὸ ἐν Ἱεριχοῦντι πρῶτον μὲν ἐπιστολὴν ἀνέγνωσαν πρὸς τοὺς στρατιώτας γεγραμμένην ἐπὶ πίστεως εὐχαριστίᾳ καὶ εὐνοίας τῆς εἰς αὐτὸν καὶ παρακλήσει τῶν ὁμοίων παροκωχῆς Ἀρχελάῳ τῷ παιδὶ αὐτοῦ, ὃν βασιλέα καθίσταιτο.εἶτα μέντοι Πτολεμαῖος τὸν σημαντῆρα τοῦ βασιλέως πεπιστευμένος τὰς διαθήκας ἀνέλεγεν, αἳ λήψεσθαι κύρωσιν οὐκ ἄλλως ἔμελλον ἢ Καίσαρος ἐντυχόντος αὐταῖς. βοὴ οὖν εὐθὺς ἦν ἐκτιμώντων Ἀρχέλαον βασιλέα, καὶ οἱ στρατιῶται κατὰ στίφη τε αὐτοὶ καὶ οἱ ἡγεμόνες εὔνοιάν τε ὑπισχνοῦνται καὶ προθυμίαν τὴν αὐτῶν καὶ συλλήπτορα τὸν θεὸν παρεκάλουν.