καὶ παραγενομένων ἐξεκλησίασεν εἰς τὸ αὐτὸ θέατρον ἐπὶ κλινιδίου κείμενος ἀδυναμίᾳ τοῦ στῆναι, γωνεῖστων τε ἐφόσον αἵτινες ἦσαν ἐπʼ αὐτοὺς γεγονυῖαι ἀνηριθμεῖτο,καὶ τοῦ ναοῦ τὴν κατασκευὴν ὡς μεγάλοις τέλεσι τοῖς αὐτοῦ γένοιτο μὴ δυνηθέντων ἔτεσιν ἑκατὸν εἰκοσιπέντε τῶν Ἀσαμωναίου ἐν οἷς ἐβασίλευον τοιόνδε τι ἐπὶ τιμῇ πρᾶξαι τοῦ θεοῦ, κοσμῆσαι δὲ καὶ ἀναθήμασιν ἀξιολόγοις.ἀνθʼ ὧν ἐλπίδα μὲν αὐτῷ γενέσθαι κἂν μεθὸ θάνοι καταλελείψεσθαι μνήμην τε αὐτοῦ καὶ εὔκλειαν. κατεβόα τε ἤδη, διότι μηδὲ ζῶντα ὑβρίζειν ἀπόσχοιντο εἰς αὐτόν, ἀλλʼ ἡμέρας τε καὶ ἐν ὄψει τῆς πληθύος ὕβρει χρωμένους ἅψασθαι τῶν ὑπʼ αὐτοῦ ἀνακειμένων καὶ καθαίρεσιν ὑβρίζοντάς τε ποιεῖσθαι, λόγῳ μὲν εἰς αὐτόν, ἀλήθειαν δὲ εἴ τις ἐξετάζοι τοῦ γεγονότος ἱεροσυλοῦντας.Οἱ δὲ διὰ τὴν ὠμότητα αὐτοῦ, μὴ δὴ καὶ κατʼ αὐτῶν ἐξαγριώσας εἰσπράττοιτο τιμωρίαν, οὔτε γνώμῃ ἔφασαν αὐτὰ πεπρᾶχθαι τῇ αὐτῶν, φαίνεσθαί τε αὐτοῖς οὐκ ἀπηλλαγμένα κολάσεως αὐτὰ εἶναι. ὁ δὲ τοῖς μὲν ἄλλοις πραϋτέρως ἔσχεν, Ματθίαν δὲ τὸν ἀρχιερέα παύσας ἱερᾶσθαι ὡς αἴτιον τοῦ μέρους τούτων γεγονότα καθίστα Ἰωάζαρον ἀρχιερέα, ἀδελφὸν γυναικὸς τῆς αὐτοῦ.ἐπὶ δὲ τοῦ Μαθθίου τούτου ἱερωμένου συμβαίνει καὶ ἕτερον ἀρχιερέα καταστῆναι πρὸς μίαν ἡμέραν, ἣν Ἰουδαῖοι νηστείαν ἄγουσιν.αἰτία δʼ ἐστὶν ἥδε· ὁ Ματθίας ἱερώμενος ἐν νυκτὶ τῇ φερούσῃ εἰς ἡμέραν, ᾗ ἡ νηστεία ἐνίστατο, ἔδοξεν ἐν ὀνείρατι ὡμιληκέναι γυναικί, καὶ διὰ τόδε οὐ δυναμένου ἱερουργεῖν Ἰώσηπος ὁ τοῦ Ἐλλήμου συνιεράσατο αὐτῷ συγγενὴς ὤν.Ἡρώδης δὲ τόν τε Ματθίαν ἐπεπαύκει τῆς ἀρχιερωσύνης καὶ τὸν ἕτερον Ματθίαν, ὃς ἐγηγέρκει τὴν στάσιν, καὶ ἄνδρας ἐκ τῶν ἑταίρων αὐτοῦ ἔκαυσεν ζώους. καὶ ἡ σελήνη δὲ τῇ αὐτῇ νυκτὶ ἐξέλιπεν.Ἡρώδῃ δὲ μειζόνως ἡ νόσος ἐνεπικραίνετο δίκην ὧν παρανομήσειεν ἐκπρασσομένου τοῦ θεοῦ· πῦρ μὲν γὰρ μαλακὸν ἦν οὐχ ὧδε πολλὴν ἀποσημαῖνον τοῖς ἐπαφωμένοις τὴν φλόγωσιν ὁπόσην τοῖς ἐντὸς προσετίθει τὴν κάκωσιν.ἐπιθυμία δὲ δεινὴ τοῦ δέξασθαί τι ἀπʼ αὐτοῦ, οὐ γὰρ ἦν μὴ οὐχ ὑπουργεῖν, καὶ ἕλκωσις τῶν τε ἐντέρων καὶ μάλιστα τοῦ κόλου δειναὶ ἀλγηδόνες, καὶ φλέγμα ὑγρὸν περὶ τοὺς πόδας καὶ διαυγές· παραπλησία δὲ καὶ περὶ τὸ ἦτρον κάκωσις ἦν, ναὶ μὴν καὶ τοῦ αἰδοίου σῆψις σκώληκας ἐμποιοῦσα, πνεύματός τε ὀρθία ἔντασις καὶ αὐτὴ λίαν ἀηδὴς ἀχθηδόνι τε τῆς ἀποφορᾶς καὶ τῷ πυκνῷ τοῦ ἄσθματος, ἐσπασμένος τε περὶ πᾶν ἦν μέρος ἰσχὺν οὐχ ὑπομενητὴν προστιθέμενος.ἐλέγετο οὖν ὑπὸ τῶν θειαζόντων καὶ οἷς ταῦτα προαποφθέγγεσθαι σοφίᾳ πρόκειται, ποινὴν τοῦ πολλοῦ δυσσεβοῦς ταύτην ὁ θεὸς εἰσπράσσεσθαι παρὰ τοῦ βασιλέως.καίπερ δὲ μειζόνως ἢ ἀντίσχοι ἄν τις ταλαιπωρούμενος ἐν ἐλπίδι τοῦ ἀνασφαλοῦντος ἦν, ἰατρούς τε μεταπέμπων καὶ ὁπόσα ἀρωγὰ ὑπαγορεύσειαν χρῆσθαι μὴ ἀποτετραμμένος, ποταμόν τε περάσας Ἰορδάνην θερμοῖς τοῖς κατὰ Καλλιρρόην αὑτὸν παρεδίδου, ἅπερ σὺν τῇ ἐς πάντα ἀρετῇ καὶ πότιμά ἐστιν· ἔξεισιν δὲ τὸ ὕδωρ τοῦτο εἰς λίμνην τὴν ἀσφαλτοφόρον λεγομένην.κἀνταῦθα τοῖς ἰατροῖς δοκῆσαν ὥστε ἀναθάλπειν αὐτόν, καθεθεὶς εἰς πύελον πλέων ἐλαίου δόξαν μεταστάσεως ἐνεποίησεν αὐτοῖς. τῶν δὲ οἰκετῶν οἰμωγῇ χρωμένων περιενεγκὼν καὶ μηδʼ ἥντινα ἀμφὶ τοῦ σωθησομένου ἐλπίδα ἔχων τοῖς στρατιώταις ἀνὰ πεντήκοντα δραχμὰς ἑκάστῳ κελεύει νεμηθῆναι·πολλὰ δὲ καὶ τοῖς ἡγεμόσιν αὐτῶν καὶ φίλοις τοῖς αὐτοῦ ἐδωρεῖτο. καὶ παρῆν αὖθις ἐπὶ Ἱεριχοῦντος μέλαινά τε αὐτὸν ᾕρει χολὴ ἐπὶ πᾶσιν ἐξαγριαίνουσα, ὥστε δὴ τελευτῶν πρᾶξιν τοιάνδε ἐπινοεῖ·ἀφικομένων προστάγματι τῷ αὐτοῦ Ἰουδαίων ἀνδρῶν παντὸς τοῦ ἔθνους ὁποίποτε ἀξιολόγων· πολλοὶ δὲ ἐγένοντο ὡς τοῦ παντὸς ἔθνους κατακεκλημένου καὶ πάντων ἀκροασαμένων τοῦ διατάγματος, εἰς γὰρ θάνατον ἦν ἀνακείμενα τοῖς ἀλογήσασι τῶν ἐπιστολῶν ἐμμαινομένου πᾶσιν τοῦ βασιλέως ὁμοίως τοῖς τε ἀναιτίοις καὶ παρεσχηκόσιν αἰτίαν·συγκλείσας αὐτοὺς πάντας ἐν τῷ ἱπποδρόμῳ τήν τε ἀδελφὴν αὐτοῦ Σαλώμην καὶ τὸν ἄνδρα αὐτῆς Ἀλεξᾶν μεταπέμψας τεθνήξεσθαι μὲν οὐ πόρρω ἔλεγεν ἐπὶ τοσόνδε τῶν ἀλγηδόνων αὐτὸν περιεπουσῶν· καὶ τόδε μὲν οἰστόν τε καὶ πᾶσι φίλον παρατυγχάνειν, τὸ δὲ ὀλοφυρμῶν τε ἄπορον καὶ πένθους ἐνδεᾶ ὁποῖον ἐπὶ βασιλεῖ πράσσοιτο ἂν μάλιστα αὐτῷ λυπηρὸν εἶναι·οὐ γὰρ ἀποσκοποῦν τὴν Ἰουδαίων διάνοιαν, ὡς εὐκτὸς αὐτοῖς καὶ πάνυ κεχαρισμένος ὁ θάνατος αὐτοῦ διὰ τὸ καὶ ζῶντος ἐπὶ ἀποστάσει ἐπείγεσθαι καὶ ὕβρει τῶν ὑπʼ αὐτοῦ προτιθεμένων·ἔργον δʼ ἄρα ἐκείνων εἶναι κούφισίν τινα αὐτῷ ψηφίσασθαι τοῦ ἐπὶ τοιοῖσδε ἀλγεινοῦ· τὰ αὐτὰ γὰρ δὴ φρονῆσαι δόξῃ τῇ αὐτοῦ μὴ ἀπειπαμένων μέγαν τε αὐτοῦ τὸν ἐπιτάφιον γενέσθαι καὶ ὁποῖος οὐδʼ ἄλλοις βασιλέων καὶ πένθος διὰ τοῦ ἔθνους ἅπαντος ἐκ ψυχῆς ὀλοφυραμένων ἐπὶ παιδιᾷ καὶ γέλωτι αὐτοῦ.ἐπὰν οὖν θεάσωνται τὴν ψυχὴν ἀφέντα αὐτόν, περιστήσαντας τῷ ἱπποδρόμῳ τὸ στρατιωτικὸν ἀγνοοῦν ἔτι τὸν θάνατον αὐτοῦ, μὴ γὰρ πρότερον εἰς τοὺς πολλοὺς ἐξενεγκεῖν ἢ τάδε πρᾶξαι κελεύειν, ἀκοντίσαι τοὺς ἐγκαθειργμένους, καὶ πάντας τοῦτον ἀνελόντας τὸν τρόπον διχόθεν αὐτὸν οὐχ ἁμαρτήσαντας τοῦ εὐφρανοῦντος, κυρώσει τε ὧν ἐπιστείλειεν αὐτοῖς μέλλων τελευτᾶν καὶ τῷ πένθει ἀξιολόγῳ τετιμῆσθαι.