ἔπειτα δείσας, μὴ καὶ βοηθείᾳ φίλων εὑρίσκοιτο τοῦ κινδύνου διαφυγάς, αὐτὸν μὲν δέσμιον ὡς καὶ πρότερον ἐφύλασσεν, αὖθις δὲ πρέσβεις ἐξέπεμπε καὶ γράμματα ἐπὶ κατηγορίᾳ τοῦ υἱέος ὁπόσα τε Ἀκμὴ συγκακουργήσειεν αὐτῷ καὶ ἀντίγραφα τῶν ἐπιστολῶν.Καὶ οἱ μὲν πρέσβεις ἐπὶ τῆς Ῥώμης ἠπείγοντο ὁπόσα τε ἀνακρινομένους δεήσοι λέγειν προσεκδιδαχθέντες καὶ τὰ γράμματα φέροντες· εἰς νόσον δὲ ὁ βασιλεὺς ἐμπεσὼν διαθήκας γράφει τῷ νεωτάτῳ τῶν υἱῶν τὴν βασιλείαν διδοὺς μίσει τῷ τε πρὸς τὸν Ἀρχέλαον καὶ Φίλιππον ἐκ τῶν Ἀντιπάτρου διαβολῶν, Καίσαρί τε ταλάντων χιλίων καὶ γυναικὶ Ἰουλίᾳ τῇ Καίσαρος καὶ τέκνοις καὶ φίλοις καὶ ἀπελευθέροις Καίσαρος πεντακοσίων.ἔνεμε δὲ καὶ τοῖς υἱέσιν χρήματα καὶ προσόδους καὶ ἀγροὺς καὶ υἱέσι τοῖς ἐκείνων, Σαλώμην δὲ ἐπὶ μέγα ἐπλούτιζεν τὴν ἀδελφὴν εὔνουν τε αὐτῷ ἐπὶ πᾶσιν διαμεμενηκυῖαν καὶ μηδαμόθι θρασυνομένην κακουργεῖν.ἀπεγνωκὼς δὲ περιοίσειν, καὶ γὰρ περὶ ἔτος ἑβδομηκοστὸν ἦν, ἐξηγρίωσεν ἀκράτῳ τῇ ὀργῇ καὶ πικρίᾳ εἰς πάντα χρώμενος· αἴτιον δὲ ἦν δόξα τοῦ καταφρονεῖσθαι καὶ ἡδονῇ τὰς τύχας αὐτοῦ τὸ ἔθνος φέρειν· ἄλλως τʼ ἐπειδή τινες τῶν δημοτικωτέρων ἀνθρώπων καὶ ἐπανέστησαν αὐτῷ διὰ τοιαύτην αἰτίαν.Ἦν Ἰούδας ὁ Σαριφαίου καὶ Ματθίας ὁ Μεργαλώθου Ἰουδαίων λογιώτατοι καὶ παρʼ οὕστινας ἐξηγηταὶ τῶν πατρίων νόμων, ἄνδρες καὶ δήμῳ προσφιλεῖς διὰ παιδείαν τοῦ νεωτέρου· ὁσημέραι γὰρ διημέρευον αὐτοῖς πάντες οἷς προσποίησις ἀρετῆς ἐπετετήδευτο.οἵ τε πυνθανόμενοι τοῦ βασιλέως τὴν νόσον θεραπεύειν ἄπορον οὖσαν ἐξῆραν τὸ νεώτερον, ὥστε ὁπόσα παρὰ νόμον τοῦ πατρίου κατεσκεύαστο ἔργα ὑπὸ τοῦ βασιλέως ταῦτα καθελόντες εὐσεβείας ἀγωνίσματα παρὰ τῶν νόμων φέρεσθαι· καὶ γὰρ δὴ διὰ τὴν τόλμαν αὐτῶν παρʼ ὃ διηγόρευεν ὁ νόμος τῆς ποιήσεως τά τε ἄλλα αὐτῷ συντυχεῖν, οἷς παρὰ τὸ εἰωθὸς τοῦ ἀνθρώπου διετρίβη, καὶ δὴ καὶ τὴν νόσον.ἦν γὰρ τῷ Ἡρώδῃ τινὰ πραγματευθέντα παρὰ τὸν νόμον, ἃ δὴ ἐπεκάλουν οἱ περὶ τὸν Ἰούδαν καὶ Ματθίαν. κατεσκευάκει δὲ ὁ βασιλεὺς ὑπὲρ τοῦ μεγάλου πυλῶνος τοῦ ναοῦ ἀνάθημα καὶ λίαν πολυτελές, ἀετὸν χρύσεον μέγαν· κωλύει δὲ ὁ νόμος εἰκόνων τε ἀναστάσεις ἐπινοεῖν καί τινων ζῴων ἀναθέσεις ἐπιτηδεύεσθαι τοῖς βιοῦν κατʼ αὐτὸν προῃρημένοις.ὥστε ἐκέλευον οἱ σοφισταὶ τὸν ἀετὸν κατασπᾶν· καὶ γὰρ εἴ τις γένοιτο κίνδυνος τῷ εἰς θάνατον ἀνακειμένῳ, πολὺ τῆς ἐν τῷ ζῆν ἡδονῆς λυσιτελεστέραν φαίνεσθαι τὴν προστιθεμένην ἀρετὴν ὑπʼ αὐτοῦ τοῖς ἐπὶ σωτηρίᾳ καὶ φυλακῇ τοῦ πατρίου μελλήσουσι τελευτᾶν διὰ τὸ ἀίδιον τοῦ ἐπαινεῖσθαι φήμην κατασκευασαμένους ἔν τε τοῖς νῦν ἐπαινεθήσεσθαι καὶ τοῖς ἐσομένοις ἀειμνημόνευτον καταλείπειν τὸν βίον.καίτοι γε καὶ τοῖς ἀκινδύνως διαιτωμένοις ἄφυκτον εἶναι τὴν συμφοράν, ὥστε καλῶς ἔχειν τοῖς ἀρετῆς ὀριγνωμένοις τὸ κατεψηφισμένον αὐτοῦ μετʼ ἐπαίνων καὶ τιμῶν δεχομένοις ἀπιέναι τοῦ βίου.φέρειν γὰρ κούφισιν πολλὴν τὸ ἐπὶ καλοῖς ἔργοις ὧν μνηστῆρα τὸν κίνδυνον εἶναι τελευτᾶν, καὶ ἅμα υἱέσι τῶν αὐτῶν καὶ ὁπόσοι τοῦ συγγενοῦς καταλείποιντο ἄνδρες γυναῖκες καὶ τοῖσδε περιποιῆσαι ὄφελος εὐκλείᾳ τῇ ἀπʼ αὐτῶν.Καὶ οἱ μὲν τοιούτοις λόγοις ἐξῆραν τοὺς νέους. ἀφικνεῖται δὲ λόγος εἰς αὐτοὺς τεθνάναι φράζων τὸν βασιλέα καὶ συνέπραττε τοῖς σοφισταῖς. καὶ μέσης ἡμέρας ἀνελθόντες κατέσπων τε καὶ πελέκεσιν ἐξέκοψαν τὸν ἀετὸν πολλῶν ἐν τῷ ἱερῷ διατριβόντων.καὶ ὁ στρατηγὸς τοῦ βασιλέως, ἀγγέλλεται γὰρ ἡ ἐπιχείρησις πρὸς αὐτόν, ἀπὸ μείζονος διανοίας ἢ ἐπράσσετο ὑπολαβὼν ἄνεισι χεῖρα πολλὴν ἀγόμενος, ὁπόσοι ἀνθέξοιεν τῷ πλήθει τῶν πειρωμένων καθαιρεῖν τὸ ἀνάθημα, ἐπιπεσών τε μὴ προσδεχομένοις, ἀλλʼ ὁποῖα ὄχλος φιλεῖ δόξῃ μᾶλλον ἀμαθεῖ ἢ προνοίᾳ ἀσφαλεῖ τετολμηκότας, ἀσυντάκτοις τε καὶ μηδὲν τοῦ ὀνήσοντος προανεσκοπημένοις,τῶν τε νέων οὐκ ἐλάσσους τεσσαράκοντα ἀνδρῶν, οἳ θάρσει ἔμενον ἐπιόντα ἐς φυγὴν τοῦ λοιποῦ πλήθους καταστάντος, λαμβάνει καὶ τοὺς εἰσηγητὰς τοῦ τολμήματος Ἰούδαν καὶ Ματθίαν ἄδοξον ἡγουμένους ὑποχωρεῖν τὴν ἔφοδον αὐτοῦ, καὶ ἀνήγαγεν ἐπὶ τὸν βασιλέα.ἐρομένου δὲ ἐπεὶ ἀφίκοντο ἐπʼ αὐτὸν τοῦ βασιλέως, εἰ τολμήσειαν αὐτοῦ τὸ ἀνάθημα καθελεῖν, ἀλλὰ καὶ πεφρόνηταί γε ἡμῖν τὰ φρονηθέντα καὶ πέπρακται τὰ πεπραγμένα μετʼ ἀρετῆς ἀνδράσι πρεπωδεστάτης· τοῦ τε γὰρ θείου τῇ ἀξιώσει βεβοήθηται ὑφʼ ἡμῶν καὶ τοῦ νόμου ἠκρόατο τὸ σῶφρον,θαυμαστόν τε οὐδέν, εἰ τῶν σῶν δογμάτων ἀξιωτέρους τετηρῆσθαι ἡγησάμεθα νόμους, οὓς Μωσῆς ὑπαγορεύσει καὶ διδαχῇ τοῦ θεοῦ γραψάμενος κατέλιπεν. ἡδονῇ τε τὸν θάνατον οἴσομεν καὶ τιμωρίαν ἥντινα ἐπιβάλοις διὰ τὸ μὴ ἐπʼ ἀδίκοις ἔργοις, ἀλλὰ φιλίᾳ τοῦ εὐσεβοῦς μέλλειν συνείσεσθαι τὸ ἐφομιλῆσον αὐτοῦ.καὶ οἱ μὲν ταῦτα πάντες ἔλεγον οὐδὲν ἐλλιπεστέρᾳ τῇ τόλμῃ τοῦ λόγου χρώμενοι, ᾗ θαρσήσαντες τὸ ἔργον πράττειν οὐκ ἀπετράποντο. βασιλεὺς δὲ αὐτοὺς καταδήσας μετέπεμπεν εἰς Ἱεριχοῦντα Ἰουδαίων τοὺς ἐν τέλει,