Νικολάου τε παυσαμένου τῶν τε λόγων καὶ τῶν ἐλέγχων Οὔαρος ἐκέλευσεν Ἀντίπατρον ἐπʼ ἀπολογίᾳ τῶν ἐγκλημάτων χωρεῖν, εἴ τινες αὐτῷ παρασκευαὶ τοῦ μὴ ἐνόχῳ τοῖς ἐπιφερομένοις εἶναι, καὶ γὰρ αὐτὸς εὔχεσθαι τὸν πατέρα εἰδέναι τῶν ὁμοίων εὐχόμενον μηδὲν αὐτὸν ἀδικοῦντα φωρᾶν.ὁ δʼ ἐπὶ στόμα ἔκειτο ἀνατετραμμένος τε τῷ θεῷ καὶ πᾶσι προτιθεὶς τὸ ἐπιμαρτυρῆσον αὐτῷ μηδὲν ἀδικεῖν, ἢ τεκμηρίοις ἐμφανέσι παραστῆσαι μὴ οὐκ ἐπίβουλον αὐτὸν τοῦ πατρὸς γεγονέναι,εἰωθότες μὲν καὶ πάντες οἷς ἐπιλείπει ἀρετῆς, ὁπότε μὲν ἐγχειρηταί τινα κακῶν εἶεν τοῦ θείου τὸ πᾶσιν παρατυγχάνειν ἀφορίσαντες γνώμῃ τῇ αὐτῶν ἐπὶ τὰ ἔργα χωρεῖν, ὁπότε δὲ φωρώμενοι κινδυνεύοιεν δίκην ὑποσχεῖν, κατʼ ἐπίκλησιν αὐτοῦ μαρτυρῶν τὰ πάντα ἐκτρέπειν.ὃ δὴ καὶ τῷ Ἀντιπάτρῳ συμβεβήκει· τὰ πάντα γὰρ ὡς ἐν ἐρημίᾳ τοῦ θείου διαπεπραγμένος, κατειργούσης αὐτὸν πανταχόθεν τῆς δίκης ἀπορίᾳ τῶν ἀλλαχόθεν δικαιωμάτων, οἷς ἀπολύσαιτο τὰ ἐγκεκλημένα, αὖθις ἐνεπαροίνει τῇ ἀρετῇ τοῦ θείου, μαρτυρίαν ἐπισκήπτων αὐτῷ περὶ ἰσχύι τῇ ἐκείνου περιτο ἕως εἰς μέσους παραγαγόντος ὁπόσα ἐπὶ τῷ πατρὶ πράσσειν τολμᾶν οὐκ ἐνέλιπεν.Ὁ δὲ Οὔαρος ἐπειδὴ πολλάκις ἀνακρίνων τὸν Ἀντίπατρον οὐδὲν εὑρίσκετο πλέον τῆς ἀνακλήσεως τοῦ θεοῦ, ὁρῶν ἀπέραντον ὂν τὸ γινόμενον ἐκέλευσε τὸ φάρμακον εἰς μέσους ἐνεγκεῖν, ἵνʼ εἰδῇ τὴν περιοῦσαν αὐτῷ δύναμιν.καὶ κομισθέντος τῶν ἐπὶ θανάτῳ τις ἑαλωκότων πίνει κελεύσαντος Οὐάρου καὶ παραχρῆμα ἔθανεν. τότε δὲ ἐξαναστὰς ἀπῄει τοῦ συνεδρίου καὶ τῇ ἑξῆς ἐπʼ Ἀντιοχείας, ᾗπερ δὴ καὶ τὸ πλεῖστον ἦσαν αὐτῷ διατριβαὶ διὰ τὸ Σύροις τοῦτο βασίλειον εἶναι. Ἡρώδης δὲ παραχρῆμα μὲν ἔδησε τὸν υἱόν.ἄδηλοι δὲ τοῖς πολλοῖς ἦσαν αἱ Οὐάρου πρὸς αὐτὸν ὁμιλίαι καὶ τί εἰπὼν ἀπεληλύθει. εἰκάζετο δὲ τοῖς πολλοῖς γνώμῃ τῇ ἐκείνου πράσσειν ὁπόσα περὶ τὸν Ἀντίπατρον ἔπραξεν. δήσας δὲ αὐτὸν εἰς Ῥώμην ὡς Καίσαρα ἐκπέμπει γράμματα περὶ αὐτοῦ καὶ τοὺς ἀπὸ γλώσσης διδάξοντας τὸν Καίσαρα τὴν κακίαν τοῦ Ἀντιπάτρου καὶ Κωπωνίου γνώμη τὴν Καίσαρος.ἁλίσκεται δὲ ὑπὸ τὰς αὐτὰς ἡμέρας καὶ ἐπιστολὴ ὑπὸ Ἀντιφίλου πρὸς Ἀντίπατρον γεγραμμένη, ἐν Αἰγύπτῳ δὲ αὐτὸς διέτριβεν, καὶ λυθεῖσα ὑπὸ τοῦ βασιλέως τάδε ἐδήλου· ἔπεμψά σοι τὴν παρʼ Ἀκμῆς ἐπιστολὴν μὴ φεισάμενος τῆς ἐμῆς ψυχῆς· οἶσθα γὰρ, ὅτι αὖθις κινδυνεύω ὑπὸ δύο οἰκιῶν, εἰ γνωσθείην.σὺ δʼ εὐτυχοίης περὶ τὸ πρᾶγμα. καὶ ἡ μὲν ἐπιστολὴ τάδε ἐδήλου. ἐζήτει δὲ ὁ βασιλεὺς καὶ τὴν ἑτέραν ἐπιστολήν, οὐ μὴν φανερά γε ἦν, καὶ τοῦ Ἀντιφίλου δοῦλος ὃς τὴν ἀναγνωσθεῖσαν ἔφερεν ἠρνεῖτο ἑτέραν παραλαβεῖν.ἀπορίας οὖν ἐχούσης τὸν βασιλέα τῶν φίλων τις τῶν τοῦ Ἡρώδου θεώμενος ὑπερραμμένον τοῦ δούλου τὸν ἐντὸς χιτῶνα, ἐνεδεδύκει γὰρ δύο, εἴκασεν ἐντὸς τῆς ἐπιπτυχῆς κρύπτεσθαι τὰ γράμματα· καὶ ἦν δὲ οὕτως.λαμβάνουσιν οὖν τὴν ἐπιστολὴν ἐγγεγραμμένα τε ἦν ἐν αὐτῇ τάδε· Ἀκμὴ Ἀντιπάτρῳ. ἔγραψα τῷ πατρί σου οἵαν ἤθελες ἐπιστολὴν καὶ ἀντίγραφον ποιήσασα τῇ πρὸς τὴν ἐμὴν κυρίαν ὡς παρὰ Σαλώμης ἔγραψα,ἣν ἀναγνοὺς οἶδʼ ὅτι τιμωρήσεται Σαλώμην ὡς ἐπίβουλον. ἦν δὲ ἡ παρὰ τῆς Σαλώμης δοκοῦσα εἶναι πρὸς τὴν δέσποιναν αὐτῆς ὑπʼ Ἀντιπάτρου ἐπʼ ὀνόματι τῷ Σαλώμης ὅσα γοῦν ἡ διάνοια θέλοι ὑπηγορευμένη, λέξει δὲ συνέκειτο αὐτῆς.τὰ δὲ γεγραμμένα ἦν τοιάδε· Ἀκμὴ βασιλεῖ Ἡρώδῃ. ἐγὼ ἔργον ποιουμένη μηδέν σε λανθάνειν τῶν κατὰ σοῦ γινομένων, εὑροῦσα ἐπιστολὴν Σαλώμης πρὸς τὴν ἐμὴν κυρίαν κατὰ σοῦ γεγραμμένην ἐπικινδύνως ἐμαυτῇ σοὶ δὲ ὠφελίμως ἐξεγραψάμην καὶ ἀπέστειλά σοι. ταύτην δὲ ἐκείνη ἔγραψεν γήμασθαι θέλουσα Συλλαίῳ. κατάσχισον οὖν τὴν ἐπιστολήν, ἵνα μὴ κἀγὼ τῷ ζῆν κινδυνεύσω.πρὸς δὲ αὐτὸν ἐγέγραπτο Ἀντίπατρον διασαφούσης, ὅτι διακονουμένη κελεύσματι τῷ ἐκείνου αὐτή τε γράψειε πρὸς Ἡρώδην, ὡς Σαλώμης ἐπιβούλως αὐτῷ πράσσειν ἐπειγομένης τὰ πάντα, καὶ ἀντίγραφον τῆς ὡς πρὸς δέσποιναν τὴν αὐτῆς πεμφθείσης ἐπιστολῆς ὑπὸ Σαλώμης ἀποπέμψειεν αὐτῷ.ἦν δὲ ἡ Ἀκμὴ Ἰουδαία μὲν τὸ γένος, ἐδούλευε δὲ Ἰουλίᾳ τῇ Καίσαρος γυναικὶ καὶ ἔπρασσε ταῦτα φιλίᾳ τῇ Ἀντιπάτρου ὠνηθεῖσα ὑπʼ αὐτοῦ μεγάλῃ δόσει χρημάτων συγκακουργεῖν κατά τε τοῦ πατρὸς καὶ κατὰ τῆς τηθίδος.Ἡρώδης δὲ ἐκπλαγεὶς μεγέθει τῆς Ἀντιπάτρου κακίας ὥρμησεν μὲν καὶ παραχρῆμα αὐτὸν ἀνελεῖν ὡς κύκηθρον μεγάλων γεγονότα πραγμάτων καὶ μὴ μόνον αὐτῷ ἀλλὰ καὶ τῇ ἀδελφῇ ἐπιβεβουλευκότα καὶ τοῦ Καίσαρος διεφθαρκότα τὴν οἰκίαν, ἐξώτρυνεν δʼ αὐτὸν καὶ ἡ Σαλώμη στερνοτυπουμένη καὶ κτείνειν αὐτὴν κελεύουσα, εἴ τινος ἐπὶ τοιοῖσδε πίστεως αἰτίαν ἀξιόχρεων οἵα τε παρασχεῖν γένοιτο.Ἡρώδης δὲ μεταπέμψας ἀνέκρινεν τὸν υἱὸν κελεύων εἴ τι ἀντειπεῖν ἔχοι λέγειν μηδὲν ὑπιδόμενον, ἐπεὶ δὲ ἀχανὴς ἦν, ἤρετο αὐτόν, ἐπειδὴ τὰ πάντα πανταχοῦ πεφώραται πονηρὸς ὤν, τοὺς γοῦν συγκακουργήσαντας αὐτῷ τὰ πράγματα μὴ μελλῆσαι κατειπεῖν.ὁ δὲ Ἀντιφίλῳ τὴν πάντων αἰτίαν ἀνετίθει, ἕτερον δʼ οὐδένα προυτίθει. Ἡρώδης δὲ περιαλγῶν ὥρμησεν μὲν πέμπειν ἐπὶ Ῥώμης τὸν υἱὸν ὡς Καίσαρα λόγον ὑφέξοντα τῶν ἐπὶ τοῖσδε βουλευμάτων,