ἅμα γὰρ καὶ τοὺς ἀδελφοὺς ἀνῄρεις ἐφʼ οἷς ἤλεγχες πονηροὺς γεγονότας καὶ τοὺς ὁμοπραγήσαντας αὐτοῖς οὐχ ὑπεδίδους, φανερὸν τοῖς πᾶσιν καθιστάς, ὡς καὶ συνθήκην πρὸς αὐτοὺς κατὰ τοῦ πατρὸς ποιησάμενος ἐπανείλω κατηγορεῖν,βουλόμενος σοὶ τὴν ἐπιβουλὴν τῆς πατροκτονίας κερδαίνεσθαι καταμόνας καὶ δυοῖν ἀγώνοιν εὐφροσύνην καρπούμενος τρόπου τοῦ σοῦ ἀξίαν, φανεροῦ μὲν τοῦ κατὰ τῶν ἀδελφῶν, ᾧ καὶ ἠγάλλου ὡς ἐπὶ τοῖς μεγίστοις, καὶ ἦν ἄξιον οὕτως φρονεῖν,εἰ δὲ μήγε σὺ χείρων ἦς, κρυπτοῦ δέ, ὃν κατὰ τοῦ πατρὸς συντιθεὶς ἐκείνους μὲν οὐχ ὡς τῷ πατρὶ ἐπιβεβουλευκότας μισῶν, οὐ γὰρ ἂν ἐξώκειλας αὐτοῖς ἐπὶ πρᾶξιν παραπλησίαν, ἀλλʼ ὡς διαδόχους τῆς ἡγεμονίας σου δικαιότερον ἂν γενομένους, τὸν δὲ πατέρα ἐπισφάζειν τοῖς ἀδελφοῖς,ἵνα θᾶσσον ὡς ἐκείνων τε ἐπικαταψεύσαιο μὴ ἐλεγχθῇς καὶ ὧν αὐτὸς δίκας παρασχεῖν ἄξιος γένοιο ταύτην παρὰ τοῦ δυστυχοῦς εἰσπράξαιο πατρός, ἐπινοῶν πατροκτονίαν οὐ κοινήν, ἀλλʼ οἵαν μέχρι νῦν οὐχ ἱστόρησεν ὁ βίος.οὐχ υἱὸς γὰρ μόνον πατρὶ ἐπεβούλευες, ἀλλὰ καὶ φιλοῦντι καὶ εὐεργετηκότι, κοινωνὸς τῆς βασιλείας ὢν τοῖς ἔργοις καὶ διάδοχος προφανθεὶς καὶ τὴν μὲν ἡδονὴν τῆς ἐξουσίας ἤδη προλαμβάνειν μὴ ἐπικεκωλυμένος, ἐλπίδα δὲ τὴν εἰσαῦθις γνώμῃ τοῦ πατρὸς καὶ γράμμασιν προησφαλισμένος.ἀλλʼ οὐκ ἄρα τῇ Ἡρώδου ἀρετῇ τὰ πράγματα, γνώμῃ δὲ καὶ πονηρίᾳ ἔκρινες τῇ σεαυτοῦ, βουλόμενος τοῦ πάντων σοι ὑπακούσαντος πατρὸς καὶ τὸ μέρος ἀφαιρεῖσθαι καὶ ὃν προσεποιοῦ τοῖς λόγοις σώζειν τοῖς ἔργοις τοῦτον ἀφανίσαι ζητῶν,καὶ μὴ μόνον αὐτὸς πονηρὸς καθιστάμενος, ἀλλὰ καὶ τὴν μητέρα ὧν ἐπενόεις πιμπλὰς καὶ στασιοποιῶν τὴν εὔνοιαν τοῖς ἀδελφοῖς καὶ τολμῶν θηρίον ἀποκαλεῖν τὸν πατέρα, παντὸς ἑρπετοῦ χαλεπωτέραν τὴν διάνοιαν κατεσκευασμένος, ᾗ τὸν ἐκείνων ἰὸν ἐπὶ τοὺς συγγενεστάτους καὶ τοὺς ἐπὶ τοσούτοις εὐεργέτας παρεκάλεις ἐπὶ συμμαχίαις φυλάκων καὶ τέχναις ἀνδρῶν καὶ γυναικῶν φρασσόμενος κατὰ τοῦ γέροντος, ὥσπερ οὐκ ἀρκούσης τῆς διανοίας μῖσος τὸ ὑποικουροῦν παραστῆσαι.καὶ νῦν ἐλήλυθας μετὰ βασάνους ἐλευθέρων οἰκετῶν ἀνδράσι γυναιξὶν διὰ σὲ γεγονυίας μηνύσεις τῶν συνωμοτῶν ἀντιλογεῖν τῇ ἀληθείᾳ σπεύδων, καὶ μονονουχὶ τὸν πατέρα ἀναιρεῖν μεμελετηκὼς ἐκ τοῦ ἀνθρωπείου, ἀλλʼ ἤδη καὶ νόμον τὸν κατὰ σοῦ γεγραμμένον καὶ τὴν ἀρετὴν τὴν Οὐάρου καὶ τοῦ δικαίου τὴν φύσιν,οὕτως ἄρα τῇ ἀναιδείᾳ πέποιθας, ὥστε καὶ βασανίζεσθαι ἀξιοῖς, καὶ ψευδεῖς λέγων τὰς βασάνους τῶν προβεβασανισμένων, ἵνʼ οἱ μὲν ῥυόμενοί σου τὸν πατέρα ἐκκρουσθῶσιν τοῦ ἠληθευκέναι, αἱ δὲ σαὶ βάσανοι δοκῶσι πισταί;οὐ ῥύσῃ Οὔαρε τὸν βασιλέα τῆς ἐπηρείας τῶν συγγενῶν; οὐδὲ πονηρὸν θηρίον, ἐπʼ ὀλέθρῳ μὲν τῶν ἀδελφῶν εὔνοιαν προσποιούμενον τοῦ πατρός, ἔνθα δὲ μέλλοι καταμόνας ταχέως ἀποίσεσθαι τὴν βασιλείαν πάντων αὐτῷ θανασιμώτατον ἀναφαινόμενον; γνοὺς ὅτι πατροκτονία κοινόν ἐστιν ἀδίκημα καὶ τῆς φύσεως καὶ τοῦ βίου τὴν πεφηνυῖαν ὡς οὐδὲν ἡσσόνως τοῦ βεβουλευμένου καὶ ὁ μὴ κολάζων ἀδικεῖ τὴν φύσιν.Προσετίθει δὲ ἤδη τὰ τῆς μητρὸς Ἀντιπάτρου ὁπόσα πρός τινας ἦν κουφολογίᾳ γυναικείῳ εἰρημένα, μαντείας τε καὶ θυσίας ἐπὶ τῷ βασιλεῖ γεγονυίας καὶ ὁπόσα μετὰ τῶν Φερώρου γυναικῶν Ἀντιπάτρῳ ἠσέλγητο μετὰ οἴνου καὶ λύμης ἐρωτικῆς, τῶν τε βασάνων ἀνακρίσεις καὶ ὁπόσα μαρτυριῶν ἐχόμενα· πολλὰ δὲ καὶ παντοῖα ἦν τὰ μὲν προητοιμασμένα, τὰ δὲ πρὸ τοῦ ὀξέως ἀπαγγέλλεσθαί τε καὶ βεβαιοῦσθαι ἐφευρημένα·οἱ γὰρ ἄνθρωποι κἂν εἴ τι κατὰ φόβον τοῦ Ἀντιπάτρου, μὴ διαδρὰς ἀμύνοιτο αὐτούς, σιγῇ παρεδίδοσαν, ὁρῶντες αὐτὸν ἐπιβατὸν ταῖς κατηγορίαις τῶν ἀρξάντων γεγονότα καὶ τὴν ποτὲ πολλὴν αὐτῷ συστᾶσαν τύχην προφανῶς αὐτὸν τοῖς ἐχθροῖς παραδεδωκυῖαν, οἳ καὶ ἀπλήστως μίσους τοῦ πρὸς αὐτὸν ἐνεφοροῦντο·κατέσπευδε δὲ τότε οὔτι τῇ ἔχθρᾳ τῶν ἐπικεχειρηκότων κατηγορεῖν, ὡς μεγέθει τόλμης ὧν ἐπενόησεν κακιῶν καὶ δυσμενείας τῆς πρὸς τὸν πατέρα καὶ τοὺς ἀδελφούς, στάσεως καὶ ἀλληλοφθοριῶν ἀναπεπληκὼς τὸν οἶκον καὶ μήτε μίσει κατὰ δίκην μήτε φιλίᾳ διʼ εὔνοιαν χρώμενος, ἀλλʼ ὡς μελλήσοι αὐτῷ συμφέρειν·ὧν ἁπάντων ἐκ πλέονος αὐτοῖς οἱ πολλοὶ προανεσκοπημένων, οἵπερ δὴ μάλιστα ἀρετῇ κρίνειν πεφύκασιν ἐπὶ τοῖς πράγμασιν διὰ τὸ καὶ ὀργῆς ἀπηλλαγμένως ἐπιψηφίζειν τοῖς γινομένοις, καταβοὰς ἐν τοῖς πρὶν εἱρχθέντες ποιεῖσθαι παραγενομένης ἀδείας ἐξέφερον εἰς μέσον ὁπόσα εἰδεῖεν.πολύτροποί τε κακιῶν ἀποδείξεις ἦσαν οὐδαμόθεν ψεύδους αἰτίαν ἐγκαλεῖσθαι δυνάμεναι διὰ τὸ μήτʼ εὐνοίᾳ τῇ πρὸς Ἡρώδην λέγειν τοὺς πολλοὺς μήτε ὑποψίᾳ κινδύνων σιγῆς ἐφʼ οἷς ἔχοιεν εἰπεῖν ἐγκαλουμένης, ἀλλὰ τῷ πονηρά τε ἡγεῖσθαι τὰ πράγματα, καὶ τὸν Ἀντίπατρον οὐκ ἀσφαλείᾳ τῇ Ἡρώδου, πονηρίᾳ δὲ τῇ αὐτοῦ πάσης ἄξιον τιμωρίας.πολλά τε ἦν καὶ παρὰ πολλῶν οἷς μὴ παρήγγελτο εἰπεῖν ἀγορευόμενα, ὥστε τὸν Ἀντίπατρον καίπερ ἐπὶ πλεῖστον πάντα δεινότατον ὄντα ψεύσασθαι καὶ ἀπερυθριάσαι μηδὲ ὅσον ἀπὸ φωνῆς ἐπʼ ἀντιλέξει τὴν ἰσχὺν εἰσφέρεσθαι.