ὡς ἐχθρῶς ἔχουσιν ἅπαντα τρόπον ἐσπουδακότες μισεῖν τὸν ἑαυτῶν πατέρα μεταχειρίσασθαι καὶ τὴν βασιλείαν ὠμοτάτῳ τρόπῳ παραλαβεῖν· ὁ δʼ οὐδὲ θνήσκων ἐξ ἀνάγκης μᾶλλον ἢ κρίσει παραδοῦναι τῷ διαμείναντι πρὸς αὐτὸν εὐσεβεστέρῳ παρὰ Καίσαρος ἐξουσίαν ἔχοι.τοῖς δʼ οὐχ ὑπὲρ τῆς ἀρχῆς τὸ πλέον, ἀλλʼ εἰ καὶ ταύτης στεροῖντο καὶ τοῦ ζῆν ἐλάττων λόγος, εἰ μόνον ἀποκτεῖναι τὸν πατέρα δυνηθεῖεν· οὕτως ἄγριόν τι καὶ μιαρὸν ἐντετηκέναι ταῖς ψυχαῖς αὐτῶν μῖσος. καὶ ταύτην τὴν ἀτυχίαν αὐτὸς ἐκ μακροῦ φέρων ἀναγκασθῆναι νῦν ἐξηγεῖσθαι Καίσαρι καὶ μιαίνειν αὐτοῦ τὰς ἀκοὰς τοιούτοις λόγοις.καίτοι τί μὲν εἴησαν παθόντες ἐξ αὐτοῦ δυσχερές; ἐπὶ τίνι δὲ μέμφονται βαρὺν ὄντα; πῶς δʼ οἷόν τε καὶ δίκαιον ἣν αὐτὸς ἐκτήσατο πολλοῖς πόνοις καὶ κινδύνοις ἀρχήν, ταύτης οὐκ ἐᾶν κύριον εἶναι κρατεῖν τε καὶ διδόναι τῷ κατʼ ἀξίαν;ὡς τοῦτό γε μετὰ τῶν ἄλλων ἆθλον εὐσεβείας ἐκτίθεται τῷ μέλλοντι πρὸς τὸν ποτὲ γενήσεσθαι τοιούτῳ τὴν ἐπιμέλειαν, ἅτε καὶ τῆς ἀμοιβῆς τοσῆσδε οὔσης ἐπιτυγχάνειν.ὅτι δὲ μηδὲ εὐσεβὲς αὐτοῖς ὑπὲρ τούτου πολυπραγμονεῖν, εὔδηλον· ὁ γὰρ ἀεί τι περὶ τῆς βασιλείας ἐνθυμούμενος συγκαταλογίζεται τὸν θάνατον τοῦ γεγεννηκότος, μεθʼ ὃν ἄλλως οὐκ ἔστιν τὴν ἀρχὴν παραλαβεῖν.αὐτὸς δʼ ὅσα βασιλευομένοις καὶ βασιλέως παισὶν οὐχ ὑστέρησεν μέχρι νῦν ἀποδιδούς, οὐ κόσμον, οὐχ ὑπηρεσίαν, οὐ τρυφήν, ἀλλὰ καὶ γάμους τοὺς ἐπισημοτάτους παρεσχῆσθαι, τῷ μὲν ἐκ τῆς ἀδελφῆς, Ἀλεξάνδρῳ δὲ τὴν Ἀρχελάου τοῦ βασιλέως θυγατέρα συνοικίσας,τὸ δὲ μέγιστον οὐδʼ ἐπὶ τοιούτοις ἣν εἶχεν ἐξουσίαν ταύτῃ κατʼ αὐτῶν χρησάμενος ἀγαγεῖν ἐπὶ τὸν κοινὸν εὐεργέτην Καίσαρα, καὶ παρελόμενον αὑτοῦ πᾶν, ὅσον ἢ πατὴρ ἀσεβούμενος ἢ βασιλεὺς ἐπιβουλευόμενος δύναται, κρίσεως ἰσοτιμίᾳ παρεστακέναι·δεήσει μέντοι μὴ παντάπασιν αὐτὸν ἀτιμώρητον γενέσθαι μηδʼ ἐν τοῖς μεγίστοις φόβοις καταζῆν, οὐδʼ ἐκείνοις λυσιτελοῦντος ἐφʼ οἷς ἐνεθυμήθησαν ὁρᾶν τὸν ἥλιον, εἰ νῦν διαφύγοιεν, ἔργῳ μέγιστα τῶν ἀνθρωπείων καὶ δράσαντας καὶ πεισομένους.Ταῦτα μὲν Ἡρώδης ἐμπαθῶς ᾐτιάσατο παρὰ Καίσαρι τοὺς αὐτοῦ παῖδας. τῶν δὲ νεανίσκων ἤδη μὲν καὶ λέγοντος δάκρυα καὶ σύγχυσις ἦν· μᾶλλον δʼ ἐπεὶ κατέπαυσεν Ἡρώδης τὸν λόγον τῷ μὲν ἔξω τῆς τοιαύτης ἀσεβείας γενέσθαι τὸν λόγον πιστὸν εἶχον ἐν τῷ συνειδότι,τὸ δʼ ἐκ τοῦ πατρὸς ἐπιφέρεσθαι τὰς διαβολὰς δυσαπολόγητον ὥσπερ ἦν ᾔδεσαν, οὐκ εὐσχημονοῦντος οὐδὲ τοῦ κατὰ παρρησίαν λόγου πρὸς τὸν καιρόν, εἰ μέλλοιεν ἐκ βίας ἀεὶ καὶ κατὰ σπουδὴν ἐλέγχειν πεπλανημένον.ἦν οὖν ἀπορία τοῦ δύνασθαι λέγειν καὶ δάκρυα καὶ τέλος οἰμωγὴ συμπαθεστέρα, δεδοικότων μέν, εἰ δόξουσιν ἐκ τοῦ συνειδότος ἠπορῆσθαι, ῥᾳδίαν δʼ οὐχ εὑρισκομένων τὴν ἀπολογίαν ὑπό τε νεότητος καὶ ταραχῆς, ἣν ἐπεπόνθεισαν.οὐ μὴν ὅ γε Καῖσαρ ἐπιβλέπων αὐτοὺς ὡς εἶχον ἀσύνετον ἐποιεῖτο τὸ μὴ κατὰ συνείδησιν ἀτοπωτέραν, ἀλλʼ ἐξ ἀπειρίας καὶ μετριότητος ὀκνεῖν, ἐλεεινοί τʼ ἐγεγόνεισαν τοῖς παροῦσιν ἰδίᾳ καὶ τὸν πατέρα διεκίνησαν ἀληθινῷ τῷ πάθει συνεχόμενον.Ἐπεὶ δὲ συνεῖδον εὐμένειάν τινα καὶ παρʼ ἐκείνου καὶ παρὰ τοῦ Καίσαρος, καὶ τῶν ἄλλων δὲ ἕκαστον τοὺς μὲν συνδακρύοντας, ἅπαντας δὲ συναλγοῦντας, ἅτερος αὐτῶν Ἀλέξανδρος ἐπικαλεσάμενος αὐτὸν ἐπεχείρει διαλύειν τὰς αἰτίας καί,πάτερ, εἶπεν, ἡ μὲν σὴ πρὸς ἡμᾶς εὔνοια δήλη καὶ παρʼ αὐτὴν τὴν κρίσιν· οὐκ ἂν γάρ, εἴ τι δυσχερὲς ἐνενόεις ἐφʼ ἡμῖν, ἐπὶ τὸν πάντας σώζοντα προήγαγες·καὶ γὰρ παρούσης μὲν ἐξουσίας ὡς βασιλεῖ, παρούσης δὲ ὡς πατρὶ τοὺς ἀδικοῦντας ἐπεξιέναι, τὸ εἰς Ῥώμην ἄγειν καὶ τοῦτον ποιεῖσθαι μάρτυρα σώζοντος ἦν· οὐδεὶς γὰρ ἀποκτεῖναί τινα προαιρούμενος εἰς ἱερὰ καὶ ναοὺς ἄγει.τὸ δʼ ἡμέτερον ἤδη χεῖρον· οὐ γὰρ ἂν ὑπομείναιμεν ἔτι ζῆν, εἰ τοιοῦτον ἠδικηκέναι πατέρα πεπιστεύμεθα. καὶ μήποτε τοῦτʼ ἐκείνου χεῖρον ἀντὶ τοῦ τεθνάναι μηδὲν ἀδικοῦντας τὸ ζῆν ἀδικεῖν ὑποπτευομένους.εἰ μὲν οὖν εὕροι λόγον τῆς ἀληθείας ἡ παρρησία, μακάριον καὶ σὲ πεῖσαι καὶ τὸν κίνδυνον διαφυγεῖν, εἰ δʼ οὕτως ἡ διαβολὴ κρατεῖ, περιττὸς ἡμῖν ὁ νῦν ἥλιος, ὃν τί δεῖ βλέπειν μετὰ τῆς ὑποψίας;τὸ μὲν οὖν φάναι βασιλείας ἐπιθυμεῖν, εὔκαιρος εἰς νέους αἰτία, καὶ τὸ προστιθέναι τὴν τῆς ἀθλίας μητρός, ἱκανὸν ἐκ τῆς πρώτης τὴν νῦν ἀτυχίαν ἐξεργάζεσθαι.βλέψον δέ, εἰ μὴ κοινὰ ταῦτα καὶ πᾶσιν ὁμοίως λέγεσθαι δυνησόμενα· κωλύσει γὰρ οὐδέν, τῷ βασιλεύοντι παῖδες εἰ εἰσὶν νέοι καὶ μήτηρ αὐτῶν ἀποθανοῦσα, πάντας ὑπόπτους εἶναι τοῦ πατρὸς ἐπιβούλους δοκεῖν. ἀλλʼ οὐ τὸ ὕποπτον πρὸς τοιαύτην ἀσέβειαν ἀρκετόν.εἰπάτω δέ τις, ἡμῖν εἰ τετόλμηται τοιοῦτον, ᾧ καὶ τὰ μὴ πιστὰ πίστιν εἴωθεν ὑπʼ ἐνεργείας λαμβάνειν. φαρμάκου παρασκευὴν ἐλέγχειν δύναταί τις ἢ συνωμοσίαν ἡλικιωτῶν ἢ διαφθορὰν οἰκετῶν ἢ γράμματα κατὰ σοῦ γεγραμμένα;καίτοι τούτων ἕκαστον ἔσθʼ ὅπη καὶ μὴ γενόμενον ἐκ διαβολῆς ἐπλάσθη· χαλεπὸν γὰρ οὐχ ὁμονοῶν οἶκος ἐν βασιλείᾳ· καὶ τὴν ἀρχήν, ἣν σὺ φῂς ἔπαθλον εὐσεβείας, συμβαίνει πολλάκις αἰτίαν γενέσθαι τοῖς πονηροτάτοις ἐλπίδων, διʼ ἃς οὐδεμίαν ὑποστολὴν ποιοῦνται κακοηθείας.