προσετίθεσαν δʼ ἔτι καὶ ὡς ταῖς παρʼ Ἀρχελάου τοῦ Καππάδοκος ἐλπίσιν ἐπανέχοιεν, ὡς διʼ ἐκείνου πρός τε Καίσαρα ἀφιξόμενοι καὶ κατηγορήσοντες τοῦ πατρός.Ἡρώδης δὲ ἐτετάρακτο μὲν εὐθὺς ἀκούσας τοιούτων, ἐξεπέπληκτο δὲ μᾶλλον, ὅτι καὶ τῶν ἄλλων τινὲς ἀπήγγελλον, ἀνέκαμπτε τῇ συμφορᾷ τά τε πρῶτα καταλογιζόμενος ὡς οὔτε τῶν φιλτάτων οὔτε τῆς στεργομένης αὐτῷ γυναικὸς ὤνατο διὰ τὰς ἐγγινομένας ταραχὰς κατὰ τὴν οἰκίαν, τό τε μᾶλλον τοῦ προσπεπτωκότος ἤδη βαρὺ καὶ μεῖζον ἐκείνων ὑπολαμβάνων ἐν συγχύσει τῆς ψυχῆς ἦν.τῷ γὰρ ὄντι πλεῖστα μὲν καὶ παρʼ ἐλπίδας τῶν ἔξωθεν εἰς εὐτυχίαν αὐτῷ τὸ δαιμόνιον προσετίθει, μέγιστα δὲ τῶν οἴκοι καὶ μηδὲ προσδοκώμενα δυστυχεῖν αὐτῷ συνέβαινεν, ἑκατέρου προϊόντος ὡς οὐκ ἄν τις ᾠήθη καὶ παρέχοντος ἀμφήριστον τὴν ὑπερβολήν, εἰδέον τὴν τοσαύτην εὐτυχίαν τῶν ἔξωθεν πραγμάτων ἀλλάξασθαι τῶν οἴκοι κακῶν, ἢ τοιοῦτο μέγεθος τῶν περὶ τοὺς οἰκείους συμφορῶν διαφυγεῖν ἐν τῷ μηδὲ τὰ τῆς βασιλείας θαυμαζόμενα κεκτῆσθαι.Ταρασσόμενος δὲ καὶ διακείμενος τὸν τρόπον τοῦτον ἐπὶ καθαιρέσει τῶν μειρακίων ἕτερον αὐτῷ γενόμενον ἰδιωτεύοντι παῖδα προσήγετο καὶ τοῦτον ἐδόκει τιμᾶν, ἐκαλεῖτο δὲ Ἀντίπατρος, οὐχ ὥσπερ ἐν ὑστέρῳ καὶ τελέως ἡττηθεὶς αὐτοῦ καὶ πάντʼ εἰς ἐκεῖνον ἀναφέρων,οἰόμενος δὲ παραιρήσεσθαι τοῦ θράσους τοὺς ἐκ Μαριάμμης καὶ μᾶλλον εἰς νουθεσίαν τὴν ἐκείνων οἰκονομῶν αὐτό. τὸ γὰρ αὔθαδες οὐκ ἂν εἴη παρʼ αὐτοῖς, εἰ τοῦτο πεισθεῖεν, ὅτι μὴ μόνοις μηδʼ ἐξ ἀνάγκης ἡ διαδοχὴ τῆς βασιλείας ὀφείλεται.διὸ καὶ καθάπερ ἔφεδρόν τινα τὸν Ἀντίπατρον εἰσῆγεν οἰόμενος ὀρθῶς προνοεῖν καὶ κατασταλέντων τῶν μειρακίων ἐξεῖναι εὐκαίρως χρῆσθαι βελτίοσιν.τὸ δʼ οὐχ ὥσπερ ἐνόησεν ἀπέβη· τοῖς τε γὰρ παισὶν οὐ μετρίως ἐδόκει κεχρῆσθαι τῇ πρὸς αὐτοὺς ἐπηρείᾳ, καὶ δεινὸς ὢν τὸν τρόπον Ἀντίπατρος, ἐπειδὴ παρρησίας τινὸς τῆς οὐ πρότερον οὔσης ἐλπίδος ἀντεποιήσατο, μίαν ἔσχεν ὑπόθεσιν κακοῦ τοὺς ἀδελφοὺς μὴ παραχωρεῖν τῶν πρωτείων, ἀλλʼ ἔχεσθαι τοῦ πατρός, ἤδη μὲν ἠλλοτριωμένου ταῖς διαβολαῖς, εὐμεταχειρίστου δʼ ὄντος εἰς ὅπερ ἐσπουδάκει, πολὺ χαλεπώτερον ἀεὶ γενέσθαι τοῖς διαβεβλημένοις.ἦσαν οὖν οὐ παρʼ αὐτοῦ μόνου οἱ λόγοι φυλαττομένου διʼ αὑτοῦ δόξαι τὰ τοιαῦτα καταμηνύειν, ἀλλὰ μᾶλλον ἐχρῆτο συνεργοῖς τοῖς ἀνυπόπτοις καὶ διὰ τὴν εὔνοιαν τὴν πρὸς τὸν βασιλέα πιστευθησομένοις αὐτὸ ποιεῖν.ἤδη δὲ πλείους ἐγεγόνεισαν οἱ κἀκεῖνον ἐφʼ οἷς ἠλπίκει θεραπεύοντες καὶ τὸν Ἡρώδην ἐκ τοῦ δοκεῖν κατʼ εὔνοιαν τὰ τοιαῦτα λέγειν ὑπαγόμενοι. καὶ τούτων πολυπροσώπως καὶ πιστῶς ἀλλήλοις συναγωνιζομένων ἔτι καὶ μᾶλλον αἱ παρὰ τῶν μειρακίων ἀφορμαὶ προσεγίνοντο·καὶ γὰρ καὶ δάκρυα πολλάκις ἦν κατʼ ἐπήρειαν ὧν ἠτιμάζοντο καὶ τῆς μητρὸς ἀνάκλησις καὶ τὸν πατέρα φανερῶς ἤδη πρὸς τοὺς φίλους οὐ δίκαιον ἐλέγχειν ἐπετήδευον, ἅπερ ἅπαντα κακοήθως ὑπὸ τῶν περὶ τὸν Ἀντίπατρον καιροφυλακούμενα καὶ μειζόνως πρὸς τὸν Ἡρώδην ἐξαγγελλόμενα προύβαινεν οὐ μικρὰν ἀπεργαζόμενα τὴν τῆς οἰκίας στάσιν.ἀχθόμενος γὰρ ὁ βασιλεὺς ταῖς διαβολαῖς καὶ ταπεινῶσαι βουλόμενος τοὺς ἐκ τῆς Μαριάμμης μείζονα ἀεὶ πρὸς τιμὴν Ἀντιπάτρῳ παρεῖχεν, καὶ τέλος ἡττηθεὶς ἐπεισήγαγε μὲν τὴν ἐκείνου μητέρα, Καίσαρι δὲ πολλάκις γράφων ὑπὲρ αὐτοῦ καὶ ἰδίᾳ συνίστη σπουδαιότερον.Ἀγρίππου γε μὴν ἀνιόντος εἰς τὴν Ῥώμην μετὰ τὴν διοίκησιν τῶν ἐπὶ τῆς Ἀσίας δεκαετῆ γεγενημένην, πλεύσας ἀπὸ τῆς Ἰουδαίας καὶ συντυγχάνων μόνον τε τὸν Ἀντίπατρον ἐπήγετο καὶ παρέδωκεν εἰς Ῥώμην ἀνάγειν μετὰ πολλῶν δώρων Καίσαρι φίλον ἐσόμενον, ὥστε ἤδη πάντα δοκεῖν ἐπʼ ἐκείνῳ καὶ παρεῶσθαι παντάπασιν ἐκ τῆς ἀρχῆς τὰ μειράκια.Πρὸς μὲν οὖν τιμὴν καὶ τὸ πρῶτον εἶναι δοκεῖν Ἀντιπάτρῳ προυχώρει τὰ κατὰ τὴν ἀποδημίαν· καὶ γὰρ ἐν τῇ Ῥώμῃ πᾶσιν ἐπεσταλκότος Ἡρώδου τοῖς φίλοις διάσημος ἦν·ἤχθετο δὲ τῷ μὴ παρεῖναι μηδὲ ἔχειν ἐξ εὐκαίρου διαβάλλειν ἀεὶ τοὺς ἀδελφούς, καὶ μᾶλλον ἐδεδοίκει μεταβολὴν τοῦ πατρός, εἴ τι καὶ καθʼ αὑτὸν ἀξιώσει ἐπιεικέστερον εἰς τοὺς ἐκ τῆς Μαριάμμης φρονεῖν.ταῦτα δὲ διʼ ἐννοίας ἔχων οὐκ ἀφίστατο τῆς ἑαυτοῦ προαιρέσεως, ἀλλὰ κἀκεῖθεν, ὅτε ἀνιάσειν τι καὶ παροξυνεῖν ἤλπιζεν τὸν πατέρα κατὰ τῶν ἀδελφῶν, συνεχῶς ἐπέστελλεν, πρόφασιν μὲν ὡς ὑπεραγωνιῶν αὐτοῦ, τὸ δὲ ἀληθὲς ἀφʼ ἧς εἶχεν ἐν φύσει κακοηθείας τὴν ἐλπίδα μεγάλην καὶ καθʼ ἑαυτὴν οὖσαν ἐμπορευόμενος,ἕως εἰς τοῦτο προήγαγεν τὸν Ἡρώδην ὀργῆς καὶ δυσφημίας, ὡς ἤδη μὲν ἔχων δυσμενῶς τοῖς μειρακίοις, ἐν δὲ κατοκνεῖν εἰς τοιοῦτον ἐμβῆναι πάθος, ὡς μήτʼ ἀμελῶν μήτʼ ἐκ προπετείας ἁμαρτάνοι, κρεῖττον ἡγήσατο πλεύσας εἰς Ῥώμην ἐκεῖ τῶν παίδων κατηγορεῖν παρὰ Καίσαρι, καὶ μηδὲν αὑτῷ τοιοῦτον ἐπιτρέπειν, ὃ καὶ διὰ μέγεθος τῆς ἀσεβείας ὕποπτον ἦν.ὡς δὲ ἀνῆλθεν εἰς τὴν Ῥώμην, ἐγένετο μὲν μέχρι τῆς Ἀκυληίας πόλεως Καίσαρι συντυχεῖν ἐπειγόμενος, ἐλθὼν δʼ εἰς λόγους καὶ καιρὸν αἰτησάμενος ἐπὶ μεγάλοις οἷς ἐδόκει δυστυχεῖν παρεστήσατο μὲν τοὺς παῖδας, ᾐτιᾶτο δὲ τῆς ἀπονοίας καὶ τῆς ἐπιχειρήσεως,