καὶ τί δεῖ λέγειν, ὅσην ἐκεῖνοι παρέσχον ῥοπὴν τῷ τότε καιρῷ καὶ πόσων καὶ τίνων δωρεῶν ὑπὸ Καίσαρος ἠξιώθησαν καθʼ ἕνα, δέον ἀναμνῆσαι τῶν ἐπιστολῶν, ἃς ἔγραψεν τότε Καῖσαρ τῇ συγκλήτῳ, καὶ ὡς δημοσίᾳ τιμὰς καὶ πολιτείαν ἔλαβεν Ἀντίπατρος;ἀρκέσει γὰρ ταῦτα τὰ τεκμήρια τοῦ καὶ τὰς χάριτας ἡμᾶς κατʼ ἀξίαν ἔχειν καὶ παρὰ σοῦ τὸ βέβαιον αὐτῶν αἰτεῖν, παρʼ οὗ καὶ μὴ πρότερον δοθείσας ἦν ἐλπίσαι τὴν τοῦ βασιλέως πρὸς ὑμᾶς διάθεσιν καὶ τὴν ὑμετέραν πρὸς αὐτὸν ὁρῶσιν.ἀπαγγέλλεται δʼ ἡμῖν ὑπὸ τῶν ἐκεῖ Ἰουδαίων, ὡς μὲν ἐπέβης τῆς χώρας εὐμενής, ὡς δὲ ἀπέδωκας τῷ θεῷ τέλεια θύματα τιμῶν αὐτὸν ἐπὶ τελείαις εὐχαῖς, ὡς δὲ τὸν δῆμον εἱστίασας καὶ τὰ παρʼ ἐκείνου ξένια προσήκω.ταῦτα γὰρ πάντα καὶ ἔθνει καὶ πόλει πρὸς ἄνδρα τοσούτων ἐπιστατοῦντα πραγμάτων δεξιώματα καὶ σύμβολα φιλίας χρὴ δοκεῖν, ἣν ἀπέδωκας τῷ Ἰουδαίων ἔθνει τῆς Ἡρώδου προξενούσης αὐτὴν ἑστίας.τούτων ὑπομιμνήσκοντές σε καὶ αὐτοῦ τοῦ παρόντος καὶ συγκαθεζομένου βασιλέως ἠξιώκαμεν περιττὸν οὐδέν, ἃ δʼ αὐτοὶ δεδώκατε ταῦθʼ ὑπʼ ἄλλων μὴ περιιδεῖν ἀφαιρουμένους.Τοιαῦτα μὲν τοῦ Νικολάου διελθόντος ἐγένετο οὐδεμία τῶν Ἑλλήνων ἀντικατάστασις· οὐδὲ γὰρ ὡς ἐν δικαστηρίῳ περὶ τῶν προκειμένων διελάμβανον, ἀλλʼ ἦν ἔντευξις ὧν ἐβιάζοντο.κἀκείνων ἀπολογία μὲν οὐδεμία τοῦ μὴ ταῦτα ποιεῖν, πρόφασις δέ, ὡς τὴν χώραν αὐτῶν νεμόμενοι πάντα νῦν ἀδικοῖεν. οἱ δὲ ἐγγενεῖς τε αὑτοὺς ἐδείκνυσαν κἀν τῷ τὰ οἰκεῖα τιμᾶν μηδὲν λυποῦντες οἰκεῖν.συνιδὼν οὖν Ἀγρίππας βιαζομένους ἀπεκρίνατο ταῦτα· διὰ μὲν τὴν Ἡρώδου πρὸς αὐτὸν εὔνοιάν τε καὶ φιλίαν ἕτοιμος εἶναι πᾶν ὁτιοῦν χαρίζεσθαι Ἰουδαίοις, ἃ δὲ ἀξιοῦσιν καὶ καθʼ αὑτὰ δίκαια δοκεῖν· ὥστʼ, εἰ μὲν ἐδέοντο καὶ πλειόνων, οὐκ ἂν ὀκνῆσαι τά γε μὴ λυποῦντα τὴν Ῥωμαίων ἀρχὴν παρασχεῖν. ἐπεὶ δὲ ἃ καὶ πρότερον εἰλήφασιν ἄκυρα μὴ γενέσθαι, βεβαιοῦν αὐτοῖς ἀνεπηρεάστοις ἐν τοῖς οἰκείοις διατελεῖν ἔθεσιν.τοιαῦτα εἰπὼν διέλυε τὸν σύλλογον. Ἡρώδης δὲ προσεστὼς κατησπάζετο καὶ τῆς εἰς αὐτὸν διαθέσεως ὡμολόγει χάριν. ὁ δὲ καὶ εἰς ταῦτα φιλοφρονούμενος ἴσον αὑτὸν παρεῖχεν ἀντεμπλεκόμενος καὶ κατασπαζόμενος.καὶ τότε μὲν ἀνεχώρησεν· ἀπὸ δὲ Σάμου πλεῖν ὁ βασιλεὺς ἐπʼ οἴκου διέγνω καὶ τὸν Ἀγρίππαν παραιτησάμενος ἀνήχθη, κατάγεται δʼ εἰς Καισάρειαν οὐ πολλαῖς ὕστερον ἡμέραις πνευμάτων ἐπιτηδείων τυχών. κἀκεῖθεν ἐλθὼν εἰς Ἱεροσόλυμα συνήγαγεν ἐκκλησίαν πάνδημον· ἦν δὲ πολὺς κἀκ τῆς χώρας ὄχλος.ὁ δὲ παρελθὼν ἀπολογισμόν τε τῆς ὅλης ἐκδημίας ἐποιήσατο καὶ τὰ περὶ τοὺς Ἰουδαίους, ὅσοι κατὰ τὴν Ἀσίαν ἦσαν, ὡς διʼ αὐτὸν ἀνεπηρεάστως εἰς τὸ λοιπὸν ἕξουσιν διηγήσατο.τό τε σύμπαν ἐπὶ ταῖς εὐτυχίαις καὶ τῇ διοικήσει τῆς ἀρχῆς ὡς οὐδενὸς παραλείποιτο τῶν ἐκείνοις συμφερόντων, ἀγαλλόμενος τὸ τέταρτον τῶν φόρων ἀφίησιν αὐτοῖς τοῦ παρεληλυθότος ἔτους.οἱ δὲ καὶ τῷ λόγῳ καὶ τῇ χάριτι δεδημαγωγημένοι μετὰ πλείστης χαρᾶς ἀπῄεσαν πολλὰ ἀγαθὰ συνευχόμενοι τῷ βασιλεῖ.Προύβαινε δʼ ἀεὶ τὰ κατὰ τὴν στάσιν τῆς οἰκίας καὶ χαλεπωτέραν ἐλάμβανε τὴν ἐπίδοσιν, ἀντιμεταλαβούσης μὲν ὥσπερ ἐκ κληρονομίας τὸ κατὰ τῶν νεανίσκων μῖσος τῆς Σαλώμης καὶ πᾶν ὅσον εὐδοκιμήκει κατὰ τῆς μητρὸς αὐτῶν εἰς ἀπόνοιαν καὶ θράσος λαμβανούσης μηδένα τῶν ἐξ ἐκείνης καταλιπεῖν, ὃς δυνήσεται τιμωρῆσαι τῷ θανάτῳ τῆς διʼ αὐτὴν ἀνῃρημένης,ἐχόντων δέ τι καὶ τῶν νεανίσκων θρασὺ καὶ δύσνουν εἰς τὸν γεγεννηκότα μνήμῃ τε τῆς μητρὸς οἷα πάθοι παρὰ τὴν ἀξίαν καὶ τῇ τοῦ κρατεῖν ἐπιθυμίᾳ.πάλιν τε τὸ κακὸν ὅμοιον ἐγεγόνει τοῖς πρώτοις, βλασφημίαι μὲν ἐξ ἐκείνων εἴς τε τὴν Σαλώμην καὶ τὸν Φερώραν, κακοήθειαι δὲ τούτων εἰς τὰ μειράκια καὶ μετὰ πραγματείας ἐπιβουλή·τὸ μὲν γὰρ μῖσος ἴσον ἦν ἐξ ἀλλήλων, ὁ δὲ τρόπος τοῦ μισεῖν οὐχ ὅμοιος· ἀλλʼ οἱ μὲν ἐν τῷ φανερῷ λοιδορηθῆναι καὶ προσονειδίσαι προπετεῖς εὐγενὲς ὑπὸ τῆς ἀπειρίας οἰόμενοι τὸ τῆς ὀργῆς ἀνυπόστολον, οἱ δʼ οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ πραγματικῶς καὶ κακοήθως ἐχρῶντο ταῖς διαβολαῖς, προέλκοντες ἀεὶ τὰ μειράκια καὶ τὸ θρασὺ καταλογιζόμενοι βίαιον ἔσεσθαι πρὸς τὸν γεγεννηκότα.τὸ γὰρ οὐκ αἰδεῖσθαι ταῖς τῆς μητρὸς ἁμαρτίαις οὐδʼ οἴεσθαι δίκαια παθεῖν ἐκείνην ἄσχετον εἶναι πρὸς τὸ μὴ τὸν αἴτιον δοκοῦντα τιμωρήσεσθαι καὶ διʼ αὐτοχειρίας.τέλος οὖν ἀνεπλήσθη πᾶσα ἡ πόλις τῶν τοιούτων λόγων καὶ καθάπερ ἐν τοῖς ἀγωνίσμασιν ἠλεεῖτο μὲν ἡ τῶν μειρακίων ἀπειρία, κατίσχυεν δὲ ἡ τῆς Σαλώμης ἐπιμέλεια καὶ παρʼ αὐτῶν ἐκείνων τὰς ἀφορμὰς τοῦ μὴ ψευδῆ λέγειν ἐλάμβανεν.οἱ γὰρ οὕτως ἀχθόμενοι τῷ θανάτῳ τῆς μητρός, ἐπειδὴ κἀκείνην καὶ σφᾶς αὐτοὺς κακῶς ἔλεγεν, ἐφιλονείκουν ἐλεεινὴν μέν, ὥσπερ ἦν, ἀποφαίνειν τὴν καταστροφὴν τῆς μητρός, ἐλεεινοὺς δὲ αὐτούς, οἳ τοῖς ἐκείνης φονεῦσιν ἀναγκάζονται συζῆν καὶ τῶν αὐτῶν μεταλαμβάνειν.Ταῦτα προῄει μειζόνως καιρὸν ἐχούσης τῆς στάσεως ἐν ἀποδημίᾳ τοῦ βασιλέως. ὡς δʼ ἐπανῆλθεν Ἡρώδης καὶ τῷ πλήθει διελέξατο, καθὼς προειρήκαμεν, προσέπιπτον εὐθὺς οἱ λόγοι παρά τε τοῦ Φερώρα καὶ τῆς Σαλώμης μέγαν αὐτῷ τὸν κίνδυνον εἶναι τὸν παρὰ τῶν νεανίσκων ἀνάφανδα διαπειλουμένων, ὡς οὐκ ἀνέξονται μὴ τισάμενοι τῆς μητρὸς τὸν φόνον.