τούτους ἐκείνη ταχὺ μάλα τἀδελφῷ προσφέρει τοὺς λόγους. ὁ δʼ οὐκέτι κατασχὼν αὑτὸν δῆσαί τε κελεύει καὶ διαστήσαντας ἀπʼ ἀλλήλων ὅσα κακῶς ἐποίησαν ἐπὶ τῷ πατρὶ ταῦτα γραψαμένους ἀποφέρειν.οἱ δʼ ἐπεὶ τοῦτο προσετέτακτο αὐτοῖς, ἐγγράφουσιν ἐπιβουλὴν μὲν οὔτε νοῆσαι κατὰ τοῦ γεγεννηκότος οὔτε συσκευάσασθαι, δρασμῷ δὲ ἐπιβαλέσθαι καὶ τοῦτο διʼ ἀνάγκην ὑπόπτου καὶ δυσχεροῦς ὄντος αὐτοῖς τοῦ βίου.Κατὰ δὲ τὸν χρόνον ἥκοντος ἐκ Καππαδοκίας πρεσβευτοῦ παρὰ Ἀρχελάου Μήλα τινός, ὃς ἦν δυνάστης τῶν ἐκείνου, βουλόμενος Ἡρώδης ἐνδείξασθαι τὴν δύσνοιαν Ἀρχελάου πρὸς αὐτὸν ἐκάλει τὸν Ἀλέξανδρον ὡς ἦν ἐν τοῖς δεσμοῖς καὶ πάλιν ἠρώτα περὶ τῆς φυγῆς, ὅπου καὶ πῶς ἐγνώκασιν ἀποχωρεῖν.ὁ δὲ Ἀλέξανδρος πρὸς Ἀρχέλαον ἔφη κἀκεῖθεν εἰς Ῥώμην ὁμολογήσαντα διαπέμψειν· ἄλλο δʼ οὐδὲν οὔτʼ ἄτοπον οὔτε δυσχερὲς ἐντεθυμῆσθαι κατὰ τοῦ πατρὸς οὐδʼ ὅσα συνεσκεύασται κακοηθείᾳ τῶν ἐναντίων ἀληθὲς εἶναί τι τούτων.βούλεσθαι δʼ ἂν ἔτι ζῆν καὶ τοὺς περὶ Τύραννον εἰς ἐξέτασιν ἀσφαλεστέραν, ἀλλὰ καὶ τούτους ἀπολέσθαι θᾶττον Ἀντιπάτρου τῷ πλήθει τοὺς ἰδίους ἐγκαθιστάντος φίλους.Τοιαῦτα λέγοντος ἐκέλευσεν ἅμα τόν τε Μήλαν καὶ τὸν Ἀλέξανδρον ἄγειν ὡς Γλαφύραν τὴν Ἀρχελάου καὶ πυνθάνεσθαι παρʼ αὐτῆς, εἰ μηδὲν ἠγνόει τῶν εἰς ἐπιβουλὴν Ἡρώδου γιγνομένων.ὡς δὲ ἧκον, εὐθὺς μὲν Γλαφύρα δεσμώτην ἰδοῦσα τὸν Ἀλέξανδρον ἔπληξε τὴν κεφαλὴν καὶ καταπληξαμένη μέγα καὶ συμπαθὲς ἀνῴμωξεν. ἦν δὲ καὶ τοῦ νεανίσκου δάκρυα καὶ τῶν παρόντων ὀδυνηρά τις θέα, μέχρι πλείονος οὐδὲ ἐφʼ οἷς ἧκον εἰπεῖν ἢ πράττειν δυναμένων.ὀψὲ δὲ τοῦ Πτολεμαίου, τούτῳ γὰρ ἄγειν αὐτὸν ἐπετέτακτο, φράζειν κελεύοντος εἴ τι τῶν πραττομένων ἡ γυνὴ σύνοιδεν αὐτῷ,τί δʼ οὐκ ἄν, ἔφη, συνέγνω τῆς ψυχῆς ἐμοὶ στεργομένη πλέον καὶ κοινωνοῦσα τέκνων; ἡ δὲ πρὸς ταῦτα μὲν ἀνεβόησεν, ὡς συνειδείη μὲν οὐδὲν ἄτοπον, εἰ δὲ φέροι πρὸς τὴν σωτηρίαν τὴν ἐκείνου τὸ καὶ καθʼ αὑτῆς τι ψεύσασθαι, πάνθʼ ὁμολογεῖν. ὁ δὲ Ἀλέξανδρος ἀσεβὲς μὲν οὐδέν, εἶπεν, οὐδʼ ὧν ὑπονοοῦσιν οὓς ἥκιστα ἐχρῆν οὔτʼ αὐτὸς ἐνόησα σύ τε οὐδὲν οἶσθα, ἀλλʼ ὅτι παρʼ Ἀρχέλαον ἀποχωρεῖν ἐγνώκειμεν κἀκεῖθεν εἰς Ῥώμην.ταῦτʼ ἐκείνης ὁμολογούσης ὁ μὲν Ἡρώδης Ἀρχέλαον ἐξεληλέγχθαι τῆς πρὸς αὐτὸν δυσνοίας ὑπολαβὼν δίδωσιν Ὀλύμπῳ καὶ Οὐολομνίῳ γράμματα κελεύσας ἐν παράπλῳ μὲν Ἐλαιούσῃ τῆς Κιλικίας προσσχόντας Ἀρχελάῳ τε περὶ τούτων ἀποδοῦναι καὶ μεμψαμένους ὅτι τῆς ἐπιβουλῆς ἐφάψαιτο τοῖς παισὶν ἐκεῖθεν εἰς Ῥώμην πλεῖν.κἂν εὕρωσιν ἀνύσαντά τι Νικόλαον, ὡς μηκέτʼ αὐτῷ δυσχεραίνειν Καίσαρα, διδόναι τὰς ἐπιστολὰς καὶ τοὺς ἐλέγχους τοὺς κατὰ τῶν νεανίσκων συνεσκευασμένως ἐπέστειλεν.Ἀρχέλαος μὲν οὖν ἀπελογεῖτο δέξασθαι μὲν τοὺς νεανίσκους ὁμολογήσας διὰ τὸ συμφέρειν αὐτοῖς τε ἐκείνοις καὶ τῷ πατρὶ μὴ χαλεπώτερόν τι προστεθῆναι κατʼ ὀργὴν ὧν ὑπόπτως ἔχοντες ἐστασίαζον· οὐ μὴν καὶ πρὸς Καίσαρα πέμψειν οὐδʼ ἄλλο τι κατὰ δύσνοιαν τὴν πρὸς ἐκεῖνον ὁμολογῆσαι τοῖς νεανίσκοις.Εἰς δὲ τὴν Ῥώμην ἀποκομισθέντες ἔσχον καιρὸν ἐπιδοῦναι τὰ γράμματα τῷ Καίσαρα διηλλαγμένον εὑρεῖν Ἡρώδῃ· τὰ γὰρ περὶ τὴν Νικολάου πρεσβείαν ἀπέβη τοῦτον τὸν τρόπον·ὡς ἀνῆλθεν εἰς τὴν Ῥώμην καὶ περὶ τὴν αὐλὴν ἐγένετο, πρῶτον μὲν οὐκ ἐφʼ οἷς ἐληλύθει μόνον ἀλλὰ καὶ Συλλαίου κατηγορεῖν ἠξίου, καὶ δῆλοι πρὸ τῆς ἐντυχίας ἦσαν ἀλλήλους πολεμοῦντες.οἱ δὲ Ἄραβες ὑπονοήσαντες ἐξ αὐτοῦ καὶ τῷ Νικολάῳ προσελθόντες τὰς ἀδικίας ἁπάσας ἐμήνυον καὶ τῶν Ὀβόδου ὡς διαφθαρέντων πάντων ἐμφανῆ τεκμήρια παρέχοντες, ἦν γὰρ καὶ τῶν γραμμάτων αὐτοῦ ὃ κατὰ τὴν ἀπόστασιν ὑφῃρημένοι διὰ τούτων ἤλεγχον.ὁ δὲ Νικόλαος εὐτυχίαν τινὰ ταύτην ὁρῶν αὐτῷ προσγεγενημένην διʼ αὐτῆς ἐπραγματεύετο τὸ μέλλον, ἐπείγων εἰς διαλλαγὰς ἐλθεῖν Ἡρώδῃ Καίσαρα· σαφῶς γὰρ ἠπίστατο βουλομένῳ μὲν ἀπολογεῖσθαι περὶ ὧν ἔπραξεν οὐκ ἔσεσθαι παρρησίαν, ἐθέλοντι δὲ κατηγορεῖν Συλλαίου γενήσεσθαι καιρὸν ὑπὲρ Ἡρώδου λέγειν.συνεστώτων οὖν ἐπʼ ἀλλήλους καὶ δοθείσης ἡμέρας ὁ Νικόλαος παρόντων αὐτῷ τῶν Ἀρέτα πρέσβεων τά τε ἄλλα κατηγόρει τοῦ Συλλαίου, τήν τε τοῦ βασιλέως ἀπώλειαν λέγων καὶ πολλῶν Ἀράβων,χρήματά τε ὡς εἴη δεδανεισμένος ἐπʼ οὐδὲν ὑγιές, καὶ μοιχείας ἐξελέγχων οὐ τῶν ἐν Ἀραβίᾳ μόνον ἀλλὰ καὶ τῶν ἐν Ῥώμῃ γυναικῶν· προσετίθει δὲ τὸ μέγιστον, ὡς ἐξαπατήσειεν Καίσαρα μηδὲν ἀληθὲς διδάξας ὑπὲρ τῶν Ἡρώδῃ πεπραγμένων.ὡς δʼ ἧκεν ἐπὶ τοῦτον τὸν τόπον, ὁ μὲν Καῖσαρ ἐξεῖργεν αὐτὸν τοῦτο μόνον ἀξιῶν ὑπὲρ Ἡρώδου λέγειν, εἰ μὴ στρατιὰν ἤγαγεν εἰς Ἀραβίαν μηδὲ δισχιλίους πεντακοσίους ἀποκτείνειεν τῶν ἐκεῖ μηδʼ αἰχμαλώτους λάβοι τὴν χώραν διαρπάσας.πρὸς ταῦτα ὁ Νικόλαος ὑπὲρ τούτων ἔφη καὶ μάλιστα διδάξειν, ὅτι μηδὲν ἢ τὰ πλεῖστά γε αὐτῶν οὐ γέγονεν, ὡς σὺ ἀκήκοας καὶ δίκαιον ἦν ἐπʼ αὐτοῖς χαλεπώτερον φέρειν.πρὸς δὲ τὸ παράδοξον Καίσαρος ἐνδόντος αὑτὸν ἀκροατήν, τὸ δάνειον εἰπὼν τῶν πεντακοσίων ταλάντων καὶ τὴν συγγραφήν, ἐν ᾗ καὶ τοῦτο ἦν προσγεγραμμένον ἐξεῖναι τῆς προθεσμίας παρελθούσης ῥύσια λαμβάνειν ἐξ ἁπάσης τῆς χώρας, τὴν μὲν στρατείαν οὐ στρατείαν ἔλεγεν, ἀλλʼ ἐπὶ δικαίαν τῶν ἰδίων ἀπαίτησιν χρημάτων·