τυχόντες γὰρ πρότερον ὑμῶν οἵους ηὔξαντο πολλάκις, τὸ μὴ τὰς χάριτας ἀφαιρεῖσθαι διʼ ὑμῶν αἰτοῦνται τῶν δεδωκότων, καὶ ταῦτα εἰληφότες μὲν αὐτὰς παρὰ τούτων, οἷς μόνοις διδόναι δύναμις, ἀφαιρούμενοι δʼ ὑπʼ οὐδενὸς κρείττονος, ἀλλʼ οὓς ἴσον ἔχειν αὐτοῖς ἀρχομένους ὁμοίως ὑμῶν ἴσασιν.καίτοι γε εἴτε μεγάλων ἠξιώθησαν, ἔπαινός ἐστιν τῶν τετυχηκότων ὅτι τοσούτων παρέσχον αὑτοὺς ἀξίους, εἴτε μικρῶν, αἰσχρὸν μὴ καὶ ταῦτα βεβαιοῦν δεδωκότας.οἵ γε μὴν ἐμποδὼν ὄντες καὶ πρὸς ἐπήρειαν χρώμενοι Ἰουδαίοις εὔδηλον ὡς ἄμφω ἀδικοῦσιν, τοὺς εἰληφότας, εἰ μὴ νομίζοιεν ἀγαθοὺς οἷς οἱ κρατοῦντες ἐμαρτύρησαν ἐν τῷ καὶ τοιαῦτα δεδωκέναι, καὶ τοὺς δεδωκότας, εἰ τὰς χάριτας αὐτῶν ἀβεβαίους ἀξιοῦσιν γενέσθαι.εἰ δέ τις αὐτοὺς ἔροιτο δύο τούτων θάτερον ἐθέλοιεν ἂν ἀφαιρεθῆναι, τὸ ζῆν ἢ τὰ πάτρια ἔθη τὰς πομπὰς τὰς θυσίας τὰς ἑορτάς, ἃς τοῖς νομιζομένοις προσάγουσι θεοῖς, εὖ οἶδʼ, ὅτι πάντα μᾶλλον αἱρήσονται παθεῖν ἢ καταλῦσαί τι τῶν πατρίων·καὶ γὰρ τοὺς πολέμους οἱ πολλοὶ διὰ ταῦτα αἱροῦνται φυλαττόμενοι μὴ παραβαίνειν αὐτά, καὶ τὴν εὐδαιμονίαν, ἣν νῦν τὸ σύμπαν τῶν ἀνθρώπων γένος διʼ ὑμᾶς ἔχει, τούτῳ μετροῦμεν τῷ ἐξεῖναι κατὰ χώραν ἑκάστοις τὰ οἰκεῖα τιμῶσιν αὔξειν καὶ διαζῆν.τοῦτο μὲν οὖν οὐκ ἂν αὐτοὶ παθεῖν ἑλόμενοι βιάζονται δρᾶν κατʼ ἄλλων ὥσπερ οὐχ ὁμοίως ἀσεβοῦντες, εἴτε τῶν οἰκείων εἰς θεοὺς ὁσίων ἀμελοῖεν, εἴτε τὰ οἰκεῖα τισὶν ἀνοσίως καταλύοιεν.τόδʼ ἕτερον δʼ ἤδη σκοπήσομεν· ἔστι τις δῆμος ἢ πόλις ἢ κοινὸν ἔθνος ἀνθρώπων, οἷς οὐ μέγιστον ἀγαθῶν πέφυκε προστασία τῆς ὑμετέρας ἀρχῆς καὶ τὸ Ῥωμαϊκὸν κράτος; ἐθέλοι δʼ ἄν τις ἀκύρους τὰς ἐντεῦθεν εἶναι χάριτας;οὐδεὶς οὐδὲ μαινόμενος· οὐδὲ γὰρ εἰσὶν οἱ μὴ μετέχοντες αὐτῶν ἰδίᾳ καὶ κοινῇ. καὶ μὴν οἱ τινὰς ὧν ὑμεῖς ἔδοτε παραιρούμενοι βέβαιον οὐδʼ αὐτοῖς οὐδὲν ὧν διʼ ὑμᾶς ἔχουσιν ὑπολείπονται.καίτοι τὰς μὲν τούτων χάριτας οὐδὲ μετρῆσαι δυνατόν ἐστιν· εἰ γὰρ ἐκλογίσαιντο τὴν πάλαι βασιλείαν καὶ τὴν νῦν ἀρχήν, πολλῶν ὄντων ὅσα πρὸς εὐδαιμονίαν αὐτοῖς ἐπέδωκεν, ἔτι κατὰ πάντων ἀρκεῖ τὸ μηκέτι δούλους ἀλλʼ ἐλευθέρους φαίνεσθαι.τὰ δʼ ἡμέτερα καὶ λαμπρῶς πραττόντων οὐκ ἔστιν ἐπίφθονα· διʼ ὑμᾶς γὰρ καὶ μετὰ πάντων εὐτυχοῦμεν καὶ τούτου μόνου μετέχειν ἠξιώσαμεν, ἀκωλύτως τὴν πάτριον εὐσέβειαν διαφυλάττειν, ὃ καὶ καθʼ αὑτὸ δόξειεν οὐκ ἐπίφθονον καὶ πρὸς τῶν συγχωρούντων εἶναι·τὸ γὰρ θεῖον, εἰ χαίρει τιμώμενον, χαίρει τοῖς ἐπιτρέπουσι τιμᾶν, ἐθῶν τε τῶν ἡμετέρων ἀπάνθρωπον μὲν οὐδέν ἐστιν, εὐσεβῆ δὲ πάντα καὶ τῇ συνήθει δικαιοσύνῃ συγκαθωσιωμένα.καὶ οὔτε ἀποκρυπτόμεθα τὰ παραγγέλματα, οἷς χρώμεθα πρὸς τὸν βίον ὑπομνήμασιν τῆς εὐσεβείας καὶ τῶν ἀνθρωπίνων ἐπιτηδευμάτων, τήν τε ἑβδόμην τῶν ἡμερῶν ἀνίεμεν τῇ μαθήσει τῶν ἡμετέρων ἐθῶν καὶ νόμου, μελέτην ὥσπερ ἄλλου τινὸς καὶ τούτων ἀξιοῦντες εἶναι διʼ ὧν οὐχ ἁμαρτησόμεθα.καλὰ μὲν οὖν, ἐὰν ἐξετάζῃ τις καὶ καθʼ αὑτὰ τὰ ἔθη, παλαιὰ δʼ ἡμῖν, κἂν μή τισιν δοκῇ, ὥστʼ αὐτῶν καὶ τὸ τοῦ χρόνου τιμητὸν δυσαποδίδακτον εἶναι τοῖς ὁσίως παρειληφόσιν καὶ διαφυλάττουσιν.τούτων ἡμᾶς ἀφαιροῦνται κατʼ ἐπήρειαν, χρήματα μὲν ἃ τῷ θεῷ συμφέρομεν ἐπώνυμα διαφθείροντες καὶ φανερῶς ἱεροσυλοῦντες, τέλη δʼ ἐπιτιθέντες κἀν ταῖς ἑορταῖς ἄγοντες ἐπὶ δικαστήρια καὶ πραγματείας ἄλλας, οὐ κατὰ χρείαν τῶν συναλλαγμάτων, ἀλλὰ κατʼ ἐπήρειαν τῆς θρησκείας, ἣν συνίσασιν ἡμῖν, μῖσος οὐ δίκαιον οὐδʼ αὐτεξούσιον αὐτοῖς πεπονθότες.ἡ γὰρ ὑμετέρα κατὰ πάντων ἀρχὴ γενομένη μία τὴν μὲν εὔνοιαν ἐνεργὸν τὴν δὲ δύσνοιαν ἄνεργον ποιεῖ τοῖς τὸ τοιοῦτον ἀντʼ ἐκείνου προαιρουμένοις.ταῦτʼ οὖν ἀξιοῦμεν, ὦ μέγιστε Ἀγρίππα, μὴ κακῶς πάσχειν μηδʼ ἐπηρεάζεσθαι μηδὲ κωλύεσθαι τοῖς ἔθεσι χρῆσθαι τοῖς ἡμετέροις μηδʼ ἀφαιρεῖσθαι τῶν ὄντων μηδʼ ἃ μὴ βιαζόμεθα τούτους ὑπὸ τούτων βιάζεσθαι· καὶ γὰρ οὐ δίκαια μόνον ἐστίν, ἀλλὰ καὶ ὑφʼ ὑμῶν δεδομένα πρότερον.ἔτι καὶ δυναίμεθʼ ἂν πολλὰ δόγματα τῆς συγκλήτου καὶ τὰς ἐν τῷ Καπετωλίῳ κειμένας δέλτους ὑπὲρ τούτων ἀναγινώσκειν, ἃ δῆλον μὲν ὡς μετὰ πεῖραν τῆς ἡμετέρας εἰς ὑμᾶς πίστεως ἐδόθη, κύρια δὲ κἂν εἰ μηδενὸς ὕπαρξιν ἐχαρίσασθε.σχεδὸν γὰρ οὐ μόνοις ἡμῖν ἀλλὰ πᾶσιν ἀνθρώποις τὰ μὲν ὄντα φυλάξαντες, μείζω δὲ τῶν ἐλπισθέντων προσθέντες εὐεργετεῖτε τῷ κρατεῖν, καὶ δύναιτʼ ἄν τις ἐπεξιὼν τὰς ἑκάστων εὐτυχίας, ἃς διʼ ὑμῶν ἔχουσιν, ἀπερίληπτον ποιῆσαι τὸν λόγον.ἵνα μέντοι καὶ δικαίως ἁπάντων αὐτῶν τυγχάνοντας ἑαυτοὺς ἐπιδείξωμεν, ἀρκεῖ πρὸς παρρησίαν ἡμῖν τὰ πρότερον σιωπήσασιν τὸν βασιλεύοντα νῦν ἡμῶν καὶ σοὶ παρακαθεζόμενον εἰπεῖν.ᾧ ποία μὲν εὔνοια πρὸς τὸν ὑμέτερον οἶκον παραλέλειπται; ποία δὲ πίστις ἐνδεής ἐστιν; τίς δὲ οὐ νενόηται τιμή; ποία δὲ χρεία μὴ εἰς πρῶτον ὁρᾷ; τί δὴ κωλύει καὶ τὰς ἡμετέρας χάριτας τῶν εἰς τοσούτων εὐεργεσιῶν ἀριθμὸν εἶναι;καλὸν δʼ ἴσως μηδὲ τὴν τοῦ πατρὸς Ἀντιπάτρου παραλιπεῖν ἀνδραγαθίαν ἀμνημόνευτον, ὃς εἰς Αἴγυπτον εἰσβεβληκότος Καίσαρος δισχιλίοις ὁπλίταις βοηθήσας οὔτʼ ἐν τοῖς κατὰ γῆν ἀγῶσιν οὔθʼ ὅτε νεῶν ἔδει δεύτερος ἐξητάζετο.