ὅθεν καὶ τὴν Γλαφύραν ὑπεκρίνατο τιμᾶν, καὶ πολὺς ἦν ἀφανῶς μὲν ἐκθεραπεύων ἅπαντας ἀεὶ δὲ τοῖς λαλουμένοις ἢ γινομένοις προσέχων, ὡς ἐξ αὐτῶν ἀντιχαρίζεσθαι τὰς διαβολάς.τέλος δὲ τοιοῦτος ἑκάστῳ κατὰ τὰς συντυχίας ἀπέβαινεν, ὡς ἐκείνῳ μὲν εἶναι φίλος τοῖς δὲ ἄλλοις δοκεῖν κατὰ τὸ συμφέρον ἐκείνῳ προσεῖναι. οὗτος Ἀλέξανδρον παράγει νέον ὄντα καὶ περὶ ὧν ἐπεπόνθει μηδενὶ μὲν πρὸς ἐκεῖνον δὲ μόνον ἀδεῶς πεπεισμένον ἐξεῖναι λέγειν·ἐνέφαινεν οὖν ἀχθόμενος, ὡς ὁ πατὴρ ἠλλοτρίωτο, καὶ τὰ περὶ τὴν μητέρα διηγεῖτο καὶ τὸν Ἀντίπατρον, ὅτι παρωθούμενος αὐτοὺς τῆς τιμῆς τὰ πάντα ἤδη δύναται. τούτων δὲ ἀνεκτὸν οὐδὲν ἔφη κατεσκευασμένου πρὸς μῖσος ἤδη τοῦ πατρός, ὡς μηδὲ συμποσίοις ἢ συλλόγοις ἀνέχεσθαι λέγων.τοιαῦτα μὲν ἐκεῖνος, ὡς εἰκός, ἐφʼ οἷς ἤλγει· τοὺς δὲ λόγους Εὐρυκλῆς Ἀντιπάτρῳ τούτους ἀνέφερεν, λέγων μὲν ὡς οὐχ ἕνεκα σοῦ τοῦτʼ αὐτὸν ποιεῖν, νικᾶσθαι δὲ ὑπὸ σοῦ τιμώμενος τῷ μεγέθει τοῦ πράγματος καὶ φυλάττεσθαι παρακελευόμενος τὸν Ἀλέξανδρον· οὐ γὰρ ἀπαθῶς τούτων ἕκαστον λέγειν, ἀλλὰ τοῖς ῥήμασιν αὐτοῖς εἶναι τὴν αὐτοχειρίαν.Ἀντίπατρος μὲν οὖν εὔνουν ὑπολαμβάνων ἐκ τούτων μεγάλας αὐτῷ παρʼ ἕκαστα δωρεὰς ἐδίδου καὶ τέλος ἤδη πείθει πρὸς τὸν Ἡρώδην ἀναφέρειν τὸν λόγον.ὁ δʼ οὐκ ἦν τὴν Ἀλεξάνδρου δύσνοιαν ἐξ ὧν ἔλεγεν ἀκηκοέναι διηγούμενος ἀπίθανος, ἀλλʼ οὕτω διέθηκε τὸν βασιλέα περιάγων ἀεὶ τοῖς ῥήμασι καὶ παροξύνων, ὡς ἀμετάγνωστον ποιῆσαι τὸ μῖσος. ἐδήλωσεν δὲ καὶ πρὸς αὐτὸν τὸν καιρόν·εὐθὺς γὰρ Εὐρυκλεῖ δίδωσιν πεντήκοντα τάλαντα δωρεάν. ὁ δὲ ταῦτα λαβὼν καὶ πρὸς Ἀρχέλαον ἀναβὰς τὸν βασιλέα τῶν Καππαδόκων τὸν Ἀλέξανδρον ἐπῄνει καὶ χρήσιμος ἔλεγεν αὐτῷ πολλὰ πρὸς τὰς διαλλαγὰς τὰς πρὸς τὸν πατέρα γεγενῆσθαι.χρηματισάμενος δὲ καὶ παρʼ ἐκείνου πρὶν καταφωραθῆναι τῆς κακοηθείας ἀπῄει. Εὐρυκλῆς μὲν οὖν οὐδὲ ἐν τῇ Λακεδαίμονι παυσάμενος εἶναι μοχθηρὸς ἐπὶ πολλοῖς ἀδικήμασιν ἀπεστερήθη τῆς πατρίδος.Ὁ δὲ τῶν Ἰουδαίων βασιλεὺς οὐχ ὥσπερ πρότερον εἶχεν πρός τε τὸν Ἀλέξανδρον καὶ τὸν Ἀριστόβουλον ἀκούειν μόνον τὰς κατʼ αὐτῶν διαβολάς, ἀλλʼ ἤδη διὰ μίσους οἰκείου γεγενημένος αὐτὸς εἰ καὶ μὴ λέγοι τις ἐξειργάζετο,παρατηρῶν ἕκαστα καὶ πυνθανόμενος καὶ πᾶσιν ἐνδιδοὺς τοῖς βουλομένοις, εἴ τις ἔχοι τι κατʼ ἐκείνων εἰπεῖν, Εὐάρατόν τε Κῷον Ἀλεξάνδρῳ συνειδέναι. καὶ τοῦτο μὲν οὖν καθʼ ἡδονὴν τὸ πάντων ἥδιστον Ἡρώδης ἐλάμβανεν.Ἐπιγίνεται δὲ κατὰ τῶν νεανίσκων μεῖζόν τι σκευωρουμένης ἀεὶ τῆς κατʼ αὐτῶν διαβολῆς καὶ πᾶσιν, ὡς εἰπεῖν, ἄθλου τούτου προκειμένου λέγειν τι περὶ ἐκείνων δυσχερὲς πρὸς τῆς τοῦ βασιλεύοντος ἐδόκει σωτηρίας.σωματοφύλακες ἦσαν Ἡρώδῃ δύο κατʼ ἰσχὺν καὶ μέγεθος τιμώμενοι Ἰούκουνδος καὶ Τύραννος. οὗτοι προσκρούσαντος αὐτοῖς τοῦ βασιλέως ἀπεωσμένοι περὶ Ἀλέξανδρον ἦσαν συνιππαζόμενοι καὶ κατὰ τὰ γυμνάσια τιμώμενοι καί τι χρυσίον καὶ δωρεὰς ἄλλας ἔλαβον.εὐθὺς οὖν καὶ τούτους ὁ βασιλεὺς ἐν ὑποψίαις ἔχων ἐβασάνιζεν, οἱ δὲ διακαρτερήσαντες πολὺν χρόνον ὕστερον ἔλεγον, ὅτι πείθοι φονεύειν αὐτοὺς Ἡρώδην Ἀλέξανδρος, ἐπεὶ περὶ κυνηγέσιον θηρίων διώκων προλάβοι· δυνατὸν γὰρ εἶναι λέγειν ὡς ἀπὸ τοῦ ἵππου κατενεχθεὶς ἐμπαρείη ταῖς αὐτοῦ λόγχαις·καὶ γὰρ πρότερον αὐτῷ τοιοῦτον γενέσθαι πάθος. ἐπέδειξαν δὲ καὶ τὸ χρυσίον ἐν ἱππῶνι κατορωρυγμένον καὶ τὸν ἀρχικύνηγον ἐξήλεγχον, ὅτι καὶ λόγχας αὐτοῖς δοίη βασιλικὰς καὶ τοῖς Ἀλέξανδρον θεραπεύουσιν ὅπλα κελεύοντος ἐκείνου.Μετὰ τούτους ὁ φρούραρχος Ἀλεξανδρείου συλληφθεὶς ἐβασανίζετο· καὶ γὰρ ἐκεῖνος αἰτίαν εἶχεν δέξεσθαι τῇ φρουρᾷ καὶ παρέξειν χρήματα τοῖς νεανίσκοις ὑπεσχῆσθαι τὰ κείμενα τῶν βασιλικῶν κατʼ ἐκεῖνο τὸ φρούριον.αὐτὸς μὲν οὖν οὐδὲν ὡμολόγησεν, υἱὸς δὲ αὐτοῦ παρελθὼν ταῦτʼ ἔφη γενέσθαι, καὶ γράμματα ἐπέδωκεν ὡς εἰκάσαι τῆς Ἀλεξάνδρου χειρός· τελέσαντες σὺν θεῷ εἰπεῖν ἃ προεθέμεθα πάντα ἥξομεν πρὸς ὑμᾶς· ἀλλὰ πειράθητε, καθὼς ὑπέσχησθε, δέξασθαι ἡμᾶς τῷ φρουρίῳ.μετὰ τοῦτο τὸ γραμματεῖον ὁ μὲν Ἡρώδης οὐκ ἐνδοιασίμως εἶχεν περὶ τῆς τῶν παίδων εἰς αὐτὸν ἐπιβουλῆς, Ἀλέξανδρος δὲ Διόφαντον ἔφη τὸν γραμματέα μιμήσασθαι τὸν τύπον καὶ διʼ Ἀντιπάτρου κακουργηθῆναι τὸ γραμματίδιον· ὁ γάρ τοι Διόφαντος ἐδόκει τὰ τοιαῦτα δεινὸς ἐν ὑστέρῳ τε διελεγχθεὶς ἐπʼ ἄλλοις οὕτως ἀπέθανεν.Τοὺς δὲ βασανισθέντας ὁ βασιλεὺς καὶ εἰς τὸ πλῆθος προήγαγεν ἐν Ἱεριχοῦντι κατηγοροῦντας τῶν παίδων· καὶ τούτους μὲν ἐκ χειρὸς οἱ πολλοὶ βάλλοντες ἀπέκτειναν.ὡρμημένων δὲ καὶ τοὺς περὶ τὸν Ἀλέξανδρον ὁμοίως κτεῖναι, τοῦτο μὲν ὁ βασιλεὺς παρῃτήσατο διὰ Πτολεμαίου καὶ Φερώρα τὸ πλῆθος ἀναστείλας, ἦν δὲ φυλακὴ καὶ τήρησις αὐτῶν καὶ προσῄει μὲν οὐδείς, πάντα δʼ ἐπεσκοπεῖτο τὰ γινόμενα καὶ λαλούμενα, καὶ τί γὰρ ἢ καταδίκων εἶχον ἀδοξίαν καὶ δέος.ἕτερος δʼ αὐτῶν Ἀριστόβουλος ἐκ βαρυθυμίας ὑπαγόμενος καὶ τὴν ἑαυτοῦ τηθίδα καὶ πενθερὰν συναλγεῖν αὐτῷ ταῖς συμφοραῖς καὶ μισεῖν τὸν τοιαῦτα πειθόμενον οὐ γάρ, ἔφη, καὶ σοὶ κίνδυνος ἀπωλείας διαβεβλημένῃ Συλλαίῳ κατʼ ἐλπίδα γάμων ἅπαντα τἀνθάδε προμηνύειν;