μεταπείθεται δὲ ὑπὸ τοῦ Φερώρα τόν τε νεανίσκον οὐκ εὔνουν ἔσεσθαι λέγοντος διὰ τὴν ἀπώλειαν τοῦ πατρὸς καὶ δικαιότερον εἶναι λαβεῖν τὸν αὐτοῦ παῖδα τῆς τετραρχίας ὄντα διάδοχον. οὕτω δὲ συγγνώμην ᾐτεῖτο καὶ μὴ πείσας οὕτως. ἐκείνη μὲν οὖν ἀντιμετατεθείσης τῆς ἐγγύης ἐγαμεῖτο τῷ Φερώρα μειρακίῳ φερνὴν ἐπιδόντος ἑκατὸν τάλαντα τοῦ βασιλέως.Οὐκ ἀνεῖτο δὲ τὰ κατὰ τὴν οἰκίαν ἀεὶ καὶ μείζους τὰς ταραχὰς λαμβάνοντα, καὶ συμπίπτει τι τοιοῦτον ἐξ αἰτίας μὲν οὐκ εὐπρεποῦς, χωρῆσαν δὲ πρόσω κατὰ δυσχέρειαν·ἦσαν εὐνοῦχοι τῷ βασιλεῖ διὰ κάλλος οὐ μετρίως ἐσπουδασμένοι. τούτων ὁ μὲν οἰνοχοεῖν, ὁ δὲ δεῖπνον προσφέρειν, ὁ δὲ κατακοιμίζειν βασιλέα πεπίστευτο καὶ τὰ μέγιστα τῶν ἐν ταῖς ἀρχαῖς.καί τις ἀγγέλλει τῷ βασιλεῖ διαφθαρῆναι τούτους ὑπὸ Ἀλεξάνδρου τοῦ παιδὸς ἐπὶ πολλοῖς χρήμασιν. ἀνακρίναντι δὲ περὶ μὲν τῆς γεγενημένης πρὸς αὐτὸν κοινωνίας καὶ μίξεως ὡμολόγουν, ἄλλο δὲ οὐδὲν δυσχερὲς εἰς τὸν πατέρα συνειδέναι.βασανιζόμενοι δὲ μᾶλλον κἀν ταῖς ἀνάγκαις ὄντες ἐπιτεινόντων ἀεὶ τῶν ὑπηρετῶν καὶ χαριζομένων τῷ Ἀντιπάτρῳ τὸ τοιοῦτον, ἔλεγον ὡς εἴη δυσμένεια πρὸς τὸν πατέρα καὶ μῖσος ἔμφυτον Ἀλεξάνδρῳ.παραινοίη δʼ αὐτοῖς Ἡρώδην μὲν ἀπεγνωκέναι περιττὸν ἤδη τετυχηκότα καὶ τῷ γήρᾳ παρακάλυμμα τοῦ χρόνου ποιούμενον, μελαίνοντα τὰς τρίχας καὶ κλέπτοντα τὸν ἔλεγχον τῆς ἡλικίας· εἰ δʼ αὐτῷ προσέχοιεν τὸν νοῦν, περιγενομένης τῆς βασιλείας, ἣν καὶ μὴ βουλομένου τοῦ πατρὸς οὐκ ἄλλου τινὸς εἶναι, ταχὺ τὸν πρῶτον ἕξειν ἐν αὐτῇ τόπον·οὐ γὰρ μόνον διὰ τὸ γένος, ἀλλʼ ἤδη καὶ ταῖς παρασκευαῖς ἕτοιμον αὐτῷ τὸ κρατεῖν εἶναι· πολλοὶ μὲν γὰρ τῶν ἡγεμόνων, πολλοὶ δὲ τῶν φίλων συνεστᾶσιν οὐχὶ πονηροὶ πᾶν ὁτιοῦν καὶ δρᾶν καὶ πάσχειν.Τούτων τῶν λόγων ἀκούσας Ἡρώδης ὅλος ἐγένετο τῆς ἐπηρείας καὶ τοῦ δέους, τὰ μὲν εἰς ὕβριν ῥηθέντα χαλεπῶς, τὰ δʼ εἰς ὑπόνοιαν οὐκ ἀκινδύνως ἐκλαβών, ὥστε καὶ μᾶλλον ἐξ ἀμφοτέρων ἠρεθίζετο καὶ πικρὸς ὢν ἐδεδοίκει, μὴ καί τι ταῖς ἀληθείαις συνέστηκεν ἐπʼ αὐτὸν ἰσχυρότερον ἢ φυλάξασθαι πρὸς ἐκεῖνον τὸν καιρόν.ἔνθεν οὐδʼ ἐκ φανεροῦ τὴν ἔρευναν ἐποιεῖτο, κατασκόπους δὲ τῶν ὑπονοουμένων διέπεμψεν. ὑποψία τε καὶ μίση πρὸς ἅπαντας ἦν, καὶ τὴν ὑπόνοιαν ἐπʼ ἀσφαλείᾳ λαμβάνων πολλὴν καὶ κατὰ τῶν οὐκ ἀξίων αὐτῇ χρώμενος διετέλει.πέρας τε οὐδὲν ἦν, ἀλλὰ μένειν οἱ νομιζόμενοι μᾶλλον ὡς ἂν καὶ μᾶλλον ἰσχύοντες ἐδόκουν αὐτῷ φοβεροί· τοῖς δʼ οἷς οὐκ ἦν συνήθεια πλείων ὀνομάσαι μόνον ἐδόκει, καὶ μέρος εὐθὺς ἀσφαλείας ἐδόκουν ἀπολλύμενοι.τέλος τε οἱ περὶ αὐτὸν ἐν τῷ μηδὲν ἔχειν βέβαιον εἰς ἐλπίδα σωτηρίας ἐπʼ ἀλλήλους ἐτράπησαν, νομίζοντες μέν, εἰ φθάσας ἕτερος τὸν ἕτερον διαβάλοι, τοῦτʼ αὐτῷ πρὸς σωτηρίαν φέρειν, ἐπίφθονοι δʼ εἴ ποτε τύχοιεν ὧν ἠξίουν γενόμενοι καὶ τὸ δικαίως αὐτοὶ παθεῖν ἐφʼ οἷς ἄλλους ἠδίκησαν προσλαμβάνοντες μόνον.ἤδη γοῦν οἰκείας τινὲς ἔχθρας ἐπεξῄεσαν τῷ τοιούτῳ τρόπῳ καὶ καταφωραθέντες ἐν τοῖς ὁμοίοις ἐγένοντο, τὸν καιρὸν ὥσπερ ὄργανον καὶ πάγην ἐπὶ τοὺς ἐχθροὺς νοοῦντες καὶ συναλισκόμενοι τῇ πείρᾳ, καθʼ ἣν ἑτέροις ἐπεβούλευον.ἥ τε γὰρ μετάνοια τῷ βασιλεῖ ταχὺ διὰ τὸ μὴ προφανῶς ἁμαρτάνοντας ἀναιρεῖν ἐπεγίνετο καὶ ταύτης τὸ χαλεπὸν οὐκ εἰς τὸ παύσασθαι τὰ ὅμοια δρᾶν, ἀλλʼ εἰς τὸ τιμωρήσασθαι τοῖς ἴσοις τοὺς ἐνδειξαμένους ἀπηρτίζετο.Τοιαύτη μὲν ἦν τῶν περὶ τὴν αὐλὴν ταραχή. πολλοῖς δὲ τῶν φίλων ἤδη καὶ τοῦτʼ αὐτὸ προεῖπεν, ὡς οὔτʼ ἐμφανίζεσθαι δέον αὐτῷ λοιπὸν οὔτʼ εἰς τὸ βασίλειον εἰσιέναι. ταύτην δὲ τὴν παραγγελίαν ἐποιεῖτο καθʼ ὧν ἡ παρρησία ἐλάττονος ἢ πλείονος ἐντροπῆς μετειλήφει·καὶ γὰρ Ἀνδρόμαχον καὶ Γέμελλον ἄνδρας ἄνωθεν φίλους αὐτῷ, καὶ πολλὰ μὲν περὶ τὰς βασιλικὰς χρείας ἔν τε πρεσβείαις καὶ συμβουλίαις ὀνήσαντας αὐτοῦ τὸν οἶκον, συμπαιδεύσαντας δὲ τοὺς υἱοὺς καὶ τί γὰρ ἢ πρῶτον παρρησίας τόπον ἐσχηκότας παρῃτήσατο τότε,τὸν μὲν, ὅτι Δημήτριος ὁ παῖς αὐτοῦ συνήθης ἦν Ἀλεξάνδρῳ, Γέμελλον δὲ εὔνουν ἐπιστάμενος ἐκείνῳ· καὶ γὰρ ἐν ταῖς τροφαῖς κἀν τῇ παιδείᾳ παραγεγόνει καὶ τὴν ἐν τῇ Ῥώμῃ συνδιέτριβεν ἀποδημίαν. παρῃτήσατο δὲ καὶ τούτους ἡδέως μὲν ἂν καὶ χεῖρον, ὑπὸ δὲ τοῦ μὴ κατʼ ἀνδρῶν οὐκ ἀσήμων ἔχειν τὴν ἄχρι τοσούτων παρρησίαν τήν τε τιμὴν καὶ τὸ δύνασθαι κωλύειν ἁμαρτάνοντας παραιρούμενοςἮν δὲ τούτων ἁπάντων αἴτιος Ἀντίπατρος, ὃς ἐπειδὴ τὸ νενοσηκὸς τῆς τοῦ πατρὸς παρρησίας κατέμαθεν, ἔκπαλαι μὲν συνεδρεύων αὐτῷ προσέκειτο καὶ μᾶλλον ἐδόκει τι περαίνειν, τῶν ἀντέχειν δυναμένων ἕκαστος εἰ ὑπεξαιρεθείη.τότε γοῦν τῶν περὶ τὸν Ἀνδρόμαχον ἀπελαθέντων λόγου καὶ παρρησίας πρῶτον μὲν ὁ βασιλεὺς ὅσους ᾤετο πιστοὺς Ἀλεξάνδρῳ βασάνοις ἀνέκρινεν, εἴ τι κατʼ αὐτοῦ τολμηθὲν εἰδείησαν· οἱ δὲ ἀπέθνησκον οὐδὲν ἔχοντες λέγειν.τῷ δʼ ἦν φιλονεικίας αἴτιον, εἰ μή τι τοιοῦτον οἷον ἐδόκει κακῶς εὑρίσκοιτο, καὶ δεινὸς Ἀντίπατρος τὸν μὲν ὑπʼ αὐτῆς τῆς ἀληθείας ἀναίτιον εἰς ἐγκράτειαν καὶ πίστιν διαβαλεῖν, ἐπιπαροξῦναι δὲ ζητεῖν ἐκ πλειόνων τὸ λανθάνον τῆς ἐπιχειρήσεως.