οὐκ ἐκαρτέρησέν τε τὴν ὀδύνην τοῦ πράγματος, ἀλλὰ ἐλθὼν πρὸς τὸν πατέρα καταμηνύει τὰ ὑπὸ τοῦ Φερώρα ῥηθέντα μετὰ δακρύων. Ἡρώδης δὲ πολὺ μᾶλλον ἐκπαθὴς γενόμενος καὶ τὸ σὺν αἰσχύνῃ τῆς διαβολῆς ἐψευσμένον οὐ φέρων ἐτετάρακτο.καὶ πολλάκις μὲν ὠδύρετο τὴν πονηρίαν τῶν οἰκείων οἷος εἰς αὐτοὺς γενόμενος οἵων τυγχάνοι, μεταπέμπεται δὲ τὸν Φερώραν καὶ προσονειδίσας κάκιστε πάντων, εἶπεν, εἰς τοῦτο τῆς ἀμέτρου καὶ περιττῆς ἦλθες ἀχαριστίας, ὡς τοιαῦτα μὲν περὶ ἡμῶν νοῆσαι, τοιαῦτα δὲ λαλεῖν;ἆρʼ οὐχ ὁρῶ τὴν σὴν προαίρεσιν, ὡς οὐ βλασφημίας ἐστοχασμένος τοὺς τοιούτους λόγους τῷ παιδὶ προσήνεγκας, ἐπιβουλὴν δὲ καὶ φάρμακον αὐτοὺς ποιούμενος τῆς ἐμῆς ἀπωλείας; τίς γὰρ ἄν, εἰ μὴ δαιμόνων ἀγαθῶν ἔτυχεν, ὥσπερ οὗτος ὁ παῖς, ἠνέσχετο τὸν πατέρα μὴ τίσασθαι διὰ τοιαύτην ὑποψίαν;πότερον δὲ λόγον εἰς τὴν ψυχὴν ἢ ξίφος εἰς τὴν δεξιὰν ἐμβαλεῖν αὐτῷ δοκεῖς κατὰ τοῦ γεγεννηκότος; τί δέ σοι βούλεται τὸ μισοῦντά τε αὐτὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ πρὸς μόνην τὴν κατʼ ἐμοῦ βλασφημίαν εὔνοιαν ὑποκρίνασθαι καὶ περὶ τούτων λέγειν, ἃ τῆς σῆς ἀσεβείας ἦν καὶ νοῆσαι καὶ διαβαλεῖν;ἔρρε κάκιστος εἰς εὐεργέτην καὶ ἀδελφὸν γενόμενος. καὶ σοὶ μὲν ἡ συνείδησις αὕτη συζήσειεν, ἐγὼ δὲ νικῴην ἀεὶ τοὺς ἐμοὺς μήτε ἀμυνόμενος κατʼ ἀξίαν καὶ μειζόνως εὐεργετῶν ἢ τυχεῖν εἰσι δίκαιοι.Τοιαῦτα μὲν οὖν ὁ βασιλεύς. Φερώρας δʼ ἐπʼ αὐτοφώρῳ τῇ μοχθηρίᾳ Σαλώμην ἔφη ταῦτα συμπείσειν καὶ παρʼ ἐκείνης εἶναι τοὺς λόγους. ἡ δὲ ὡς μόνον ἤκουσεν, ἐτύγχανεν δὲ παροῦσα, πιθανῶς ἀνεβόησεν,ὡς οὐδὲν εἴη παρʼ αὐτῆς τοιοῦτον, καὶ ὅτι διὰ σπουδῆς ἐστιν ἅπασιν εἰς μῖσος ἀγαγεῖν αὐτὴν τοῦ βασιλέως καὶ πάντα τρόπον ἐνέχειν διὰ τὴν εὔνοιαν, ἣν ἔχοι περὶ τὸν Ἡρώδην ἀεὶ προγινώσκουσα τοὺς κινδύνους.ἐν δὲ τῷ παρόντι καὶ μᾶλλον ἐπιβουλεύεσθαι· μόνη γὰρ ἀναπείθουσα τὸν ἀδελφὸν ἐκβάλλειν ἣν εἶχε γυναῖκα, λαμβάνειν δὲ θυγατέρα τὴν βασιλέως εἰκότως ὑπʼ ἐκείνου μεμισῆσθαι.τοιαῦτα λεγούσης καὶ πολλάκις μὲν ἐπιδραττομένης τῶν τριχῶν, πολλάκις δὲ τυπτούσης τὰ στέρνα, ἡ μὲν ὄψις εἶχέ τι πρὸς τὴν ἄρνησιν πιθανόν, ἡ δὲ κακοήθεια τοῦ τρόπου τὴν ἐν τοῖς γινομένοις ὑπόκρισιν ἀπεσήμαινεν.ὁ δὲ Φερώρας εἰς μέσον ἀπείληπτο μηδὲν εὔσχημον εἰς ἀπολογίαν ἔχων, εἰπεῖν μὲν ὡμολογηκώς, ἀκοῦσαι δʼ οὐ πιστευόμενος. ἐγένετο δʼ ἐπὶ πλεῖον ἥ τε σύγχυσις καὶ ἡ τῶν λόγων εἰς ἀλλήλους ἅμιλλα.τέλος δὲ ὁ βασιλεὺς τόν τε ἀδελφὸν καὶ τὴν ἀδελφὴν μεμισηκὼς ἀπεπέμπετο καὶ τὸν υἱὸν ἐπαινέσας τῆς ἐγκρατείας καὶ τοῦ πρὸς αὐτὸν ἀνενεγκεῖν τοὺς λόγους ὀψὲ τῆς ὥρας περὶ θεραπείαν τοῦ σώματος ἐγένετο.τοιαύτης δὲ τῆς μάχης ἐμπεσούσης κακῶς ἤκουσεν ἡ Σαλώμη· παρʼ αὐτῆς γὰρ ἐδόκει κεκινῆσθαι τὰ περὶ τὴν διαβολήν· αἵ τε τοῦ βασιλέως γυναῖκες ἤχθοντο φύσει δυσχερεστάτην εἰδυῖαι καὶ γινομένην ἄλλοτʼ ἄλλην κατὰ καιροὺς ἐχθρὰν καὶ φίλην. ἔλεγον οὖν ἀεί τι πρὸς τὸν Ἡρώδην κατʼ αὐτῆς καί τι συμπεσὸν ἐπὶ μεῖζον ἤγαγεν τὴν εἰς τοῦτο παρρησίαν.Ἦν μὲν γὰρ ὁ τῆς Ἀραβίας βασιλεὺς Ὀβόδας ἀπράγμων καὶ νωθὴς τὴν φύσιν, Σύλλαιος δʼ αὐτῷ διῴκει τὰ πολλὰ δεινὸς ἀνὴρ καὶ τὴν ἡλικίαν νέος ἔτι καὶ καλός.ὑπὸ χρείας οὖν τινος ἐλθὼν ὡς τὸν Ἡρώδην συνδειπνῶν εἶδεν τὴν Σαλώμην, καὶ τὸν νοῦν ἔσχεν πρὸς αὐτήν, γινώσκων δʼ ὅτι καὶ χήρα τυγχάνοι διελέγετο.Σαλώμη δὲ καὶ χεῖρον ἢ πάλαι φερομένη παρὰ τἀδελφῷ καὶ τὸν νεανίσκον οὐκ ἀπαθῶς ὁρῶσα πρὸς τὸν γάμον ὥρμητο, ταῖς τε μεταξὺ φοιτώντων ἐπὶ τὸ δεῖπνον ἐνεφαίνετο πλείω τε καὶ μὴ μέτρια τῆς ἐκείνων πρὸς ἀλλήλους ὁμολογίας.ταῦτα δὲ αἱ γυναῖκες ἀνέφερον τῷ βασιλεῖ διαγελῶσαι τὴν ἀσχημοσύνην, Ἡρώδης δὲ καὶ παρὰ τοῦ Φερώρα προσεπυνθάνετο καὶ τηρεῖν ἠξίου παρὰ τὸ δεῖπνον, πῶς τὰ πρὸς ἀλλήλους ἐσχήκασιν. ἐκεῖνος δὲ ἀπήγγελλεν, ὅτι καὶ νεύμασιν καὶ βλέμμασιν οὐκ ἄδηλοι τῆς ὁρμῆς εἰσιν ἀμφότεροι.μετὰ τοῦτο ὁ μὲν Ἄραψ ὕποπτος ὢν ἀπῄει· διαλιπὼν δὲ δύο μῆνας ἢ τρεῖς ἔρχεται πάλιν ὡς ἐπʼ αὐτῷ τούτῳ καὶ λόγους Ἡρώδῃ προσέφερεν, ἀξιῶν αὐτῷ τὴν Σαλώμην δοθῆναι πρὸς γάμον· ἔσεσθαι γὰρ οὐκ ἀλυσιτελὲς τὸ κῆδος ἐπιμιξίᾳ τῆς τῶν Ἀράβων ἀρχῆς, ἣν αὐτῷ καὶ νῦν ἤδη παρεῖναι δυνάμει καὶ μᾶλλον ὀφείλεσθαι.τοῦ δὲ Ἡρώδου τὸν λόγον ἀναφέροντος καὶ πυνθανομένου τῆς ἀδελφῆς, εἰ πρὸς τὸν γάμον ἑτοίμως ἔχει, ταχέως μὲν ἐκείνη προσήκατο, Σύλλαιος δὲ ἀξιούντων αὐτὸν ἐγγραφῆναι τοῖς τῶν Ἰουδαίων ἔθεσι καὶ τότε γαμεῖν, ἄλλως γὰρ οὐκ εἶναι δυνατόν, οὐχ ὑπομείνας, ἀλλὰ καὶ καταλευσθήσεσθαι πρὸς τῶν Ἀράβων εἰπών, εἰ τοῦτο πράξειεν, ἀπαλλάττεται.Σαλώμην οὖν ὅ τε Φερώρας ἤδη διέβαλλεν εἰς ἀκρασίαν καὶ μᾶλλον αἱ γυναῖκες, λέγουσαι κοινωνίαν αὐτῇ γενέσθαι πρὸς τὸν Ἄραβα.τήν τε κόρην, ἣν τἀδελφῷ κατενεγύησεν ὁ βασιλεύς, ἣν ὁ μὲν Φερώρας οὐκ ἔλαβεν, ὡς προεῖπον, ἡττημένος τῆς γυναικός, αἰτούσης Σαλώμης εἰς τὸν υἱὸν τὸν ἐκ Κοστοβάρου γενόμενον ὥρμητο μὲν ἐκείνῳ συνοικίσαι,