στάσις γὰρ ἦν ὥσπερ ἐμφυλίου πολέμου κατὰ τὴν αὐλὴν καὶ μίση πρὸς ἀλλήλους ἀνθυπερβαλλομένων ταῖς διαβολαῖς.ἐστρατήγει δʼ ἀεὶ κατὰ τῶν ἀδελφῶν Ἀντίπατρος δεινὸς ὢν ἔξωθεν μὲν περιβάλλειν αὐτοὺς ταῖς αἰτίαις, αὐτὸς δὲ πολλάκις ἀπολογουμένου τόπον λαμβάνων, ἵνʼ ᾖ τὸ δοκοῦν εὔνουν πιστὸν αὐτῷ πρὸς τὰς ἐπιχειρήσεις ὧν ἐδόκει. καὶ τούτῳ τῷ τρόπῳ ποικίλως ἐκπεριεληλύθει τὸν πατέρα μόνος ὑπὲρ τῆς ἐκείνου σωτηρίας ἅπαντα πράττειν αὐτὸς πεπιστευκώς.ὁ δὲ καὶ Πτολεμαῖον, ὃς ἦν αὐτῷ διοικητὴς τῶν τῆς βασιλείας πραγμάτων, Ἀντιπάτρῳ συνίστη καὶ μετὰ τῆς ἐκείνου μητρὸς ὑπὲρ τῶν ἐπειγόντων ἐβουλεύετο. καὶ καθόλου τὰ πάντα ἦσαν οὗτοι καὶ πράττειν ὅσα θέλοιεν καὶ πρὸς δύσνοιαν ἄγειν τὸν βασιλέα τῶν ἔξωθεν οἷς ἐδόκει συμφέρειν.οἱ δʼ ἐκ τῆς Μαριάμμης χαλεπώτερον ἀεὶ διετίθεντο, καὶ τὴν αἰτίαν ὑπʼ εὐγενείας οὐκ ἔφερον παρεωσμένοι καὶ τάξιν ἀτιμοτέραν ἔχοντες.αἵ γε μὴν γυναῖκες, ἡ μὲν Ἀλεξάνδρῳ συνοικοῦσα θυγάτηρ Ἀρχελάου Γλαφύρα μῖσος εἶχεν εἰς τὴν Σαλώμην κατά τε τὴν πρὸς τὸν ἄνδρα διάθεσιν κἀκ τοῦ πρὸς τὴν ἐκείνης θυγατέρα δοκεῖν ὑπερηφανώτερον διακεῖσθαι· συνῴκει μὲν γὰρ Ἀριστοβούλῳ, τὴν δὲ ἰσοτιμίαν αὐτῆς ἀναξιοπάθει Γλαφύρα.Δευτέρας οὖν ταύτης ἔριδος ἐμπεπτωκυίας οὐδʼ ὁ τοῦ βασιλέως ἀδελφὸς Φερώρας ἔξω ταραχῆς ἦν, ἰδίαν δὲ ὑπόθεσιν ὑποψίας καὶ μίσους εἶχεν· ἐμπεπτώκει μὲν γὰρ εἰς ἔρωτα δουλευούσης αὐτῷ γυναικός, ἥττητο δὲ τῆς ἀνθρώπου μεμηνότως ἐπὶ τοσοῦτον κρατούμενος, ὥστʼ αὐτῷ καὶ τῆς τοῦ βασιλέως ἐγγυηθείσης θυγατρὸς τὴν μὲν ὑπερηφανῆσαι, πρὸς δὲ τῇ δούλῃ τὸν νοῦν εἶχεν.ἤχθετο δὲ ἀτιμασθεὶς Ἡρώδης τῷ πολλὰ μὲν εὐεργετῆσαι τὸν ἀδελφόν, δυνάμει δὲ καὶ κοινωνὸν ἔχειν τῆς βασιλείας, οὐχ ὅμοιον εἰς τὰς ἀμοιβὰς ὁρῶν, κἀν τῷ προσώπῳ δυστυχεῖν ᾤετο.καὶ τὴν μὲν κόρην μὴ τυχὼν Φερώρα δικαίου παιδὶ Φασαήλου δίδωσιν, αὐτὸς δὲ χρόνου διελθόντος οἰόμενος ἤδη παρηκμακέναι τὴν ἐπιθυμίαν τἀδελφῷ περί τε τῶν πρώτων ᾐτιᾶτο καὶ τὴν δευτέραν ἠξίου λαμβάνειν, Κύπρος ἐκαλεῖτο.Φερώρᾳ δὲ συμβουλεύει Πτολεμαῖος ἤδη ποτὲ παυσαμένῳ τῆς εἰς τὸν ἀδελφὸν ἀτιμίας καταβαλεῖν τὸν ἔρωτα· καὶ γὰρ αἰσχρὸν εἶναι δούλης ἡττώμενον ἀποστερεῖν μὲν αὑτὸν τῆς εὐνοίας τῆς παρὰ βασιλέως, αἴτιον δὲ κἀκείνῳ ταραχῆς καὶ μίσους πρὸς αὐτὸν καθίστασθαι.ταῦτʼ ἐκεῖνος ἰδὼν λυσιτελήσοντα τῷ καὶ πρότερον ἐν διαβολαῖς γενόμενος συνεγνῶσθαι, τὴν μὲν ἄνθρωπον ἤδη καὶ παῖδα ἐξ αὐτῆς ἔχων ἀποπέμπεται, βασιλεῖ δʼ ὡμολόγει λήψεσθαι τὴν δευτέραν αὐτοῦ θυγατέρα καὶ τριακοστὴν ἡμέραν συνέθετο τοῦ γάμου, συνεπομνύμενος ὡς οὐδὲν ἔτι κοινώνημα πρὸς τὴν ἀποπεμφθεῖσαν ἔσται.διελθουσῶν δὲ τῶν τριάκοντα ἡμερῶν τοσοῦτον ἦν ἥττων τοῦ ἔρωτος, ὥστε μηδὲν μὲν ἔτι ποιῆσαι τῶν ὡμολογημένων, πάλιν δὲ διατελεῖν ἐπὶ τῇ πρώτῃ.ταῦτα φανερῶς ἤδη τὸν Ἡρώδην ἐλύπει καὶ πρὸς ὀργὴν ἦγεν. ἦσαν οὖν λόγοι τινὲς ἀεὶ παραπίπτοντες παρʼ αὐτοῦ, καὶ πολλοὶ τὴν ὀργὴν τοῦ βασιλέως ἀφορμὴν τῶν κατὰ Φερώρου διαβολῶν ἐποιοῦντο. διέλειπεν δὲ οὐκ ἔσθʼ ἥτις ἡμέρα οὐδʼ ὥρα, καθʼ ἣν ἀτρεμεῖν αὐτῷ συνέβαινεν, ἀλλʼ ἀεί τι προσέπιπτεν καινῶν ἀγωνισμάτων συγγενῶν καὶ φιλτάτων εἰς ἀλλήλους πεποιημένων.τοῦτο μὲν γὰρ ἡ Σαλώμη χαλεπὴ καὶ δύσνους οὖσα τοῖς ἐκ Μαριάμμης οὐδὲ τὴν ἑαυτῆς θυγατέρα συνοικοῦσαν Ἀριστοβούλῳ θατέρῳ τῶν νεανίσκων εἴα τῇ τοῦ γάμου πρὸς ἐκεῖνον εὐνοίᾳ χρῆσθαι, λέγειν τε εἴ τι λαλήσειεν κατʼ ἰδίαν ἀναπείθουσα καὶ μηνύειν ἑαυτῇ κἀν τοῖς προσκρούμασιν, οἷα συμβαίνει, πολλὰς ὑποψίας εἰσάγουσα.διʼ ὧν αὐτὴ μὲν ἅπαντα τὰ κατʼ ἐκείνους ἐμάνθανεν, δύσνουν δὲ τὴν παῖδα τῷ νεανίσκῳ πεποιήκει.χαριζομένη δʼ ἐκείνη τῇ μητρὶ πολλάκις ἔλεγεν, ὡς μέμνηνται μὲν ἰδιάζοντες ἐκεῖνοι τῆς Μαριάμμης, ἐστυγήκασι δὲ τὸν πατέρα, συνεχὲς δὲ διαπειλοῦσιν, εἰ τύχοιεν αὐτοί ποτε τῆς ἀρχῆς, τοὺς μὲν ἐκ τῶν ἄλλων γυναικῶν παῖδας Ἡρώδῃ γεγενημένους κωμογραμματεῖς καταστήσειν· ἁρμόσειν γὰρ εἰς τοιαύτην χρείαν τὸ νῦν ἐπιμελὲς αὐτῶν καὶ πρὸς παιδείαν ἐσπουδασμένον.τὰς δὲ γυναῖκας, εἴ ποτε καὶ ταύτας ἴδοιεν τοῦ μητρῴου κόσμου μετειληφυίας, ἀντὶ τῆς παρούσης ἁβρότητος ἀπειλεῖν, ὡς τρύχεσιν ἠμφιεσμέναι καθειργοῦνται μηδὲ τὸν ἥλιον βλέπουσαι.ταῦτʼ εὐθὺς ἀπηγγέλλετο διὰ τῆς Σαλώμης τῷ βασιλεῖ· κἀκεῖνος ἤκουεν μὲν ἀλγεινῶς, ἐπειρᾶτο δὲ διορθοῦν, ἐκακοῦτο δὲ ταῖς ὑποψίαις καὶ χείρων ἀεὶ γινόμενος ἅπασιν κατὰ πάντων ἐπίστευεν. οὐ μὴν ἀλλὰ τότε μὲν ἐπιπλήξας τοῖς παισὶν ἀπολογησαμένων ῥᾴων εἰς τὸν καιρὸν ἐγίνετο, ταῖς δʼ ἑξῆς πολὺ χείρω προσέπεσεν.Ὁ γὰρ Φερώρας ἐλθὼν παρὰ τὸν Ἀλέξανδρον ἔχοντα τὴν Ἀρχελάου θυγατέρα Γλαφύραν, ὡς ἐδηλώσαμεν, Σαλώμης ἔφη λεγούσης ἀκηκοέναι τὸν Ἡρώδην ἡττῆσθαι τοῦ τῆς Γλαφύρας ἔρωτος καὶ δυσπαρηγόρητον αὐτῷ τὴν ἐπιθυμίαν εἶναι.τοῦτο οὖν ἐκεῖνος ἀκούσας ὑπό τε νεότητος καὶ ζηλοτυπίας ἐξεκαίετο καὶ τὰ κατὰ τιμὴν εἰς τὴν παῖδα γινόμενα παρʼ Ἡρώδου, πολλάκις δʼ ἦσαν αἱ τοιαῦται φιλοφρονήσεις, ἐπὶ τὸ χεῖρον ἐλάμβανεν ἐξ ὑπονοιῶν διὰ τὸν ἐκπεσόντα λόγον.