ἐνέτυχόν μοι νῦν, ὡς ὑπό τινων συκοφαντῶν ἐπηρεαζόμενοι καὶ ὡς ἐν προφάσει τελῶν μὴ ὀφειλομένων κωλύοιντο· οἷς ἀποκαθιστάνειν κατὰ μηδένα τρόπον ἐνοχλουμένοις, καὶ εἴ τινων ἱερὰ χρήματα ἀφῄρηνται τῶν πόλεων τοὺς εἰς ταῦτα ἀποκεκριμένους καὶ ταῦτα διορθώσασθαι τοῖς ἐκεῖ Ἰουδαίοις κελεύω.Γάιος Νωρβανὸς Φλάκκος ἀνθύπατος Σαρδιανῶν ἄρχουσι χαίρειν. Καῖσάρ μοι ἔγραψεν κελεύων μὴ κωλύεσθαι τοὺς Ἰουδαίους ὅσα ἂν ὦσιν κατὰ τὸ πάτριον αὐτοῖς ἔθος συναγαγόντες χρήματα ἀναπέμπειν εἰς Ἱεροσόλυμα. ἔγραψα οὖν ὑμῖν, ἵνʼ εἰδῆτε, ὅτι Καῖσαρ κἀγὼ οὕτως θέλομεν γίνεσθαι.Οὐδὲν ἧττον καὶ Ἰούλιος Ἀντώνιος ἀνθύπατος ἔγραψεν Ἐφεσίων ἄρχουσιν βουλῇ δήμῳ χαίρειν. οἱ ἐν τῇ Ἀσίᾳ κατοικοῦντες Ἰουδαῖοι εἰδοῖς Φεβρουαρίοις δικαιοδοτοῦντί μοι ἐν Ἐφέσῳ ὑπέδειξαν Καίσαρα τὸν Σεβαστὸν καὶ Ἀγρίππαν συγκεχωρηκέναι αὐτοῖς χρῆσθαι τοῖς ἰδίοις νόμοις καὶ ἔθεσιν, ἀπαρχάς τε, ἃς ἕκαστος αὐτῶν ἐκ τῆς ἰδίας προαιρέσεως εὐσεβείας ἕνεκα τῆς πρὸς τὸ θεῖον ἀνακομιδῆς συμπορευομένους ποιεῖν ἀνεμποδίστως.ᾔτουν τε, ὅπως κἀγὼ ὁμοίως τοῖς ὑπὸ τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα δοθεῖσιν τὴν ἐμὴν γνώμην βεβαιώσω. ὑμᾶς οὖν βούλομαι εἰδέναι ἐν τοῖς τοῦ Σεβαστοῦ καὶ Ἀγρίππα βουλήμασιν συνεπιτρέπειν αὐτοῖς χρῆσθαι καὶ ποιεῖν κατὰ τὰ πάτρια χωρὶς ἐμποδισμοῦ.Ταῦτα μὲν οὖν παρεθέμην ἐξ ἀνάγκης, ἐπειδὴ μέλλουσιν αἱ τῶν ἡμετέρων πράξεων ἀναγραφαὶ τὸ πλέον εἰς τοὺς Ἕλληνας ἰέναι, δεικνὺς αὐτοῖς ὅτι πάσης τιμῆς ἄνωθεν ἐπιτυγχάνοντες οὐδὲν τῶν πατρίων ἐκωλύθημεν ὑπὸ τῶν ἀρχόντων πράττειν, ἀλλὰ καὶ συνεργούμεθα τὰ τῆς θρησκείας ἔχοντες καὶ τῶν εἰς τὸν θεὸν τιμῶν.ποιοῦμαι δὲ πολλάκις αὐτῶν τὴν μνήμην ἐπιδιαλλάττων τὰ γένη καὶ τὰς ἐμπεφυκυίας τοῖς ἀλογίστοις ἡμῶν τε κἀκείνων μίσους αἰτίας ὑπεξαιρούμενος.ἔθεσιν μὲν γὰρ οὐδέν ἐστιν γένος ὃ τοῖς αὐτοῖς ἀεὶ χρῆται καὶ κατὰ πόλεις ἔσθʼ ὅπη πολλῆς ἐγγιγνομένης τῆς διαφορᾶς· τὸ δίκαιον δὲ πᾶσιν ἀνθρώποις ὁμοίως ἐπιτηδεύοντες λυσιτελέστατον ὂν Ἕλλησίν τε καὶ βαρβάροις,οὗ πλεῖστον οἱ παρʼ ἡμῖν νόμοι λόγον ἔχοντες ἅπασιν ἡμᾶς, εἰ καθαρῶς ἐμμένοιμεν αὐτοῖς, εὔνους καὶ φίλους ἀπεργάζονται.διὸ καὶ ταῦτα παρʼ ἐκείνων ἡμῖν ἀπαιτητέον καὶ δέον οὐκ ἐν τῇ διαφορᾷ τῶν ἐπιτηδευμάτων οἴεσθαι τὸ ἀλλότριον, ἀλλʼ ἐν τῷ πρὸς καλοκαγαθίαν ἐπιτηδείως ἔχειν· τοῦτο γὰρ κοινὸν ἅπασιν καὶ μόνον ἱκανὸν διασώζειν τὸν τῶν ἀνθρώπων βίον. ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰ συνεχῆ τῆς ἱστορίας.Ὁ γὰρ Ἡρώδης πολλοῖς τοῖς ἀναλώμασιν εἴς τε τὰς ἔξω καὶ τὰς ἐν τῇ βασιλείᾳ χρώμενος, ἀκηκοὼς ἔτι τάχιον ὡς Ὑρκανὸς ὁ πρὸ αὐτοῦ βασιλεὺς ἀνοίξας τὸν Δαυίδου τάφον ἀργυρίου λάβοι τρισχίλια τάλαντα κειμένων πολὺ πλειόνων ἔτι καὶ δυναμένων εἰς ἅπαν ἐπαρκέσαι ταῖς χορηγίαις, ἐκ πλείονος μὲν διʼ ἐννοίας εἶχεν τὴν ἐπιχείρησιν,ἐν δὲ τῷ τότε νυκτὸς ἀνοίξας τὸν τάφον εἰσέρχεται πραγματευσάμενος ἥκιστα μὲν τῇ πόλει φανερὸς εἶναι, παρειληφὼς δὲ τοὺς πιστοτάτους τῶν φίλων.ἀποθέσιμα μὲν οὖν χρήματα καθάπερ Ὑρκανὸς οὐχ εὗρεν, κόσμον δὲ χρυσοῦν καὶ κειμηλίων πολύν, ὃν ἀνείλετο πάντα. σπουδὴν δʼ εἶχεν ἐπιμελεστέραν ποιούμενος τὴν ἔρευναν ἐνδοτέρω τε χωρεῖν καὶ κατὰ τὰς θήκας, ἐν αἷς ἦν τοῦ Δαυΐδου καὶ τοῦ Σολομῶνος τὰ σώματα.καὶ δύο μὲν αὐτῷ τῶν δορυφόρων διεφθάρησαν φλογὸς ἔνδοθεν εἰσιοῦσιν ἀπαντώσης, ὡς ἐλέγετο, περίφοβος δʼ αὐτὸς ἐξῄει, καὶ τοῦ δέους ἱλαστήριον μνῆμα λευκῆς πέτρας ἐπὶ τῷ στομίῳ κατεσκευάσατο πολυτελὲς τῇ δαπάνῃ.τούτου καὶ Νικόλαος ὁ κατʼ αὐτὸν ἱστοριογράφος μέμνηται τοῦ κατασκευάσματος, οὐ μὴν ὅτι καὶ κατῆλθεν, οὐκ εὐπρεπῆ τὴν πρᾶξιν ἐπιστάμενος. διατελεῖ δὲ καὶ τἆλλα τοῦτον τὸν τρόπον χρώμενος τῇ γραφῇ·ζῶντι γὰρ ἐν τῇ βασιλείᾳ καὶ σὺν αὐτῷ κεχαρισμένως ἐκείνῳ καὶ καθʼ ὑπηρεσίαν ἀνέγραφεν, μόνων ἁπτόμενος τῶν εὔκλειαν αὐτῷ φερόντων, πολλὰ δὲ καὶ τῶν ἐμφανῶς ἀδίκων ἀντικατασκευάζων καὶ μετὰ πάσης σπουδῆς ἐπικρυπτόμενος,ὅς γε καὶ τὸν Μαριάμμης θάνατον καὶ τῶν παίδων αὐτῆς οὕτως ὠμῶς τῷ βασιλεῖ πεπραγμένον εἰς εὐπρέπειαν ἀνάγειν βουλόμενος ἐκείνης τε ἀσέλγειαν καὶ τῶν νεανίσκων ἐπιβουλὰς καταψεύδεται, καὶ διατετέλεκεν τῇ γραφῇ τὰ μὲν πεπραγμένα δικαίως τῷ βασιλεῖ περιττότερον ἐγκωμιάζων, ὑπὲρ δὲ τῶν παρανομηθέντων ἐσπουδασμένως ἀπολογούμενος.ἐκείνῳ μὲν οὖν πολλὴν ἄν τις, ὡς ἔφην, ἔχοι τὴν συγγνώμην· οὐ γὰρ ἱστορίαν τοῖς ἄλλοις, ἀλλὰ ὑπουργίαν τῷ βασιλεῖ ταύτην ἐποιεῖτο.ἡμεῖς δὲ καὶ γένους ὄντες ἀγχοῦ τῶν ἐξ Ἀσαμωναίου βασιλέων καὶ διὰ τοῦτο σὺν τιμῇ τὴν ἱερωσύνην ἔχοντες τὸ ψεύσασθαί τι περὶ αὐτῶν οὐκ εὐπρεπὲς ὑπειληφότες καθαρῶς καὶ δικαίως ἐκτίθεμεν τὰς πράξεις, πολλοὺς μὲν τῶν ἐγγόνων τῶν ἐκείνου καὶ βασιλεύοντας ἔτι διʼ ἐντροπῆς ἔχοντες, τὴν δʼ ἀλήθειαν πρὸ ἐκείνων τετιμηκότες, ἣν ὅτε δικαίως ἐγίνετο συνέβη τε παρʼ αὐτοῖς ἐκείνοις ὀργῆ τυγχάνειν.Ἡρώδης δὲ διὰ τὴν ἐπιχείρησιν, ἣν ἐποιήσατο τῷ τάφῳ, χεῖρον ἐδόκει πράττειν ἐν τοῖς κατὰ τὴν οἰκίαν, εἴτε δὴ τοῦ μηνίματος ἐπιδόντος εἰς ἃ μάλιστα καὶ πρότερον ἐνόσει πλείω γενέσθαι πρὸς ἀνηκέστους ἐξελθεῖν συμφοράς, εἴτε καὶ τῆς τύχης ἐν ἐκείνῳ τὴν ἐπίθεσιν ποιουμένης ἐν οἷς τὸ κατὰ τὴν αἰτίαν εὔκαιρον οὐ μικρὰν πίστιν παρεῖχεν τοῦ διὰ τὴν ἀσέβειαν αὐτῷ τὰς συμφορὰς ἀπηντηκέναι.