τέλος ἐπὶ νουθεσίᾳ τῶν παίδων κατέστρεφε τὸν λόγον τοὺς περὶ τὴν αὐλὴν καὶ τὸ λοιπὸν πλῆθος εἰς ὁμόνοιαν παρακαλῶν καὶ τοὺς υἱοὺς μετʼ αὐτὸν ἀποδεικνύων βασιλέας γενέσθαι, πρῶτον μὲν Ἀντίπατρον, εἶτα καὶ τοὺς ἐκ Μαριάμμης Ἀλέξανδρον καὶ Ἀριστόβουλον.ἐν δὲ τῷ τότε πάντας ἀποβλέπειν εἰς αὐτὸν ἀξιῶν καὶ βασιλέα καὶ δεσπότην ἁπάντων δοκεῖν μήτε γήρᾳ παραποδιζόμενον, ἐν ᾧ τοῦ χρόνου τὸ πρὸς ἀρχὴν ἐμπειρότατον ἔχειν, οὔτε τοῖς ἄλλοις ἐπιτηδεύμασιν ἐλαττούμενον, ἃ δύναται καὶ βασιλείας κρατεῖν καὶ παίδων ἄρχειν, τούς τε ἡγεμόνας καὶ τὸ στρατιωτικὸν εἰ πρὸς ἕνα βλέποιεν αὐτὸν ἀτάραχον ἔφη τὸν βίον ἕξειν καὶ πᾶσαν ἀφορμὴν εὐδαιμονίας ἐξ ἀλλήλων ἔσεσθαι.ταῦτʼ εἰπὼν ἀφίησιν τὴν ἐκκλησίαν, τοῖς πλείστοις μὲν ἀρεστὰ διειλεγμένος, ἐνίοις δʼ οὐχ ὁμοίως· ἤδη γὰρ ὑπὸ τῆς ἁμίλλης καὶ τῶν ἐλπίδων ἃς ἐδεδώκει τοῖς παισὶ νενεωτέριστο πολλὰ καὶ νεωτέρων ἐφιέμενοιΠερὶ δὲ τὸν χρόνον τοῦτον συντέλειαν ἔλαβεν ἡ Καισάρεια Σεβαστή, ἣν ᾠκοδόμει δεκάτῳ μὲν ἔτει πρὸς τέλος ἐλθούσης αὐτῷ τῆς ὅλης κατασκευῆς, ἐκπεσούσης δὲ τῆς προθεσμίας εἰς ὄγδοον καὶ εἰκοστὸν ἔτος τῆς ἀρχῆς ἐπʼ ὀλυμπιάδος δευτέρας καὶ ἐνενηκοστῆς πρὸς ταῖς ἑκατόν.ἦν οὖν εὐθὺς ἐν καθιερώσει μείζονες ἑορταὶ καὶ παρασκευαὶ πολυτελέσταται· κατηγγέλκει μὲν γὰρ ἀγῶνα μουσικῆς καὶ γυμνικῶν ἀθλημάτων, παρεσκευάκει δὲ πολὺ πλῆθος μονομάχων καὶ θηρίων ἵππων τε δρόμον καὶ τὰ πολυτελέστερα τῶν ἔν τε τῇ Ῥώμῃ καὶ παρʼ ἄλλοις τισὶν ἐπιτηδευμάτων.ἀνετίθει δὲ καὶ τοῦτον τὸν ἀγῶνα Καίσαρι κατὰ πενταετηρίδα παρεσκευασμένος ἄγειν αὐτόν· ὁ δʼ αὐτῷ πᾶσαν τὴν εἰς τὰ τοιαῦτα παρασκευὴν ἀπὸ τῶν οἰκείων διεπέμπετο τὴν φιλοτιμίαν ἐπικοσμῶν.ἰδίᾳ δὲ καὶ ἡ γυνὴ Καίσαρος Ἰουλία πολλὰ τῶν ἐκεῖ πολυτελεστάτων ἀπέστειλεν, ὡς μηδὲν ὑστερεῖν τὰ πάντα συντιμώμενα ταλάντων πεντακοσίων.συνελθόντος δʼ εἰς τὴν πόλιν ὄχλου πλείονος κατὰ θεωρίαν καὶ πρεσβείας, ἃς ἔπεμπον οἱ δῆμοι διʼ ἃς ἐπεπόνθεισαν εὐεργεσίας, ἅπαντας ἐξεδέξατο καὶ καταγωγαῖς καὶ τραπέζαις καὶ διηνεκέσιν ἑορταῖς, τῆς πανηγύρεως ἐν μὲν ταῖς ἡμέραις ἐχούσης τὰς ἀπὸ τῶν θεαμάτων ψυχαγωγίας, ἐν δὲ ταῖς νυξὶ τὰς εὐφροσύνας καὶ τὴν εἰς τοῦτο πολυτέλειαν, ὡς ἐπίσημον γενέσθαι τὴν μεγαλοψυχίαν αὐτοῦ·εἰς πάντα γὰρ ἅπερ ἂν ἐπιτηδεύσειεν ἐφιλονείκει τὴν τῶν ἤδη γεγενημένων ἐπίδειξιν ὑπερβαλέσθαι, καί φασιν αὐτόν τε Καίσαρα καὶ Ἀγρίππαν πολλάκις εἰπεῖν, ὡς ἀποδέοι τὰ τῆς ἀρχῆς Ἡρώδῃ τῆς οὔσης ἐν αὐτῷ μεγαλοψυχίας· ἄξιον γὰρ εἶναι καὶ Συρίας ἁπάσης καὶ Αἰγύπτου τὴν βασιλείαν ἔχειν.Μετὰ δὲ τὴν πανήγυριν ταύτην καὶ τὰς ἑορτὰς πόλιν ἄλλην ἀνήγειρεν ἐν τῷ πεδίῳ τῷ λεγομένῳ Καφαρσαβᾶ τόπον ἔνυδρον καὶ χώραν ἀρίστην φυτοῖς ἐκλέξας, ποταμοῦ τε περιρρέοντος τὴν πόλιν αὐτὴν καὶ καλλίστου κατὰ μέγεθος τῶν φυτῶν περιειληφότος ἄλσους.ταύτην ἀπὸ Ἀντιπάτρου τοῦ πατρὸς Ἀντιπατρίδα προσηγόρευσεν. ἐπώνυμον δὲ καὶ τῇ μητρὶ χωρίον ὑπὲρ Ἱεριχοῦν οἰκοδομήσας ἀσφαλείᾳ τε διάφορον καὶ καταγωγαῖς ἥδιστον ἐκάλεσεν Κύπρον.Φασαήλῳ τε τῷ ἀδελφῷ μνημεῖα διὰ τὴν γεγενημένην εἰς αὐτὸν φιλοστοργίαν ἀνετίθει τὰ κάλλιστα, πύργον ἐπʼ αὐτῆς τῆς πόλεως ἀναστήσας οὐδὲν ἐλάττω τοῦ κατὰ τὴν Φάρον, ὃν προσηγόρευσεν Φασάηλον, ἀσφαλείας τε τῇ πόλει μέρος ὄντα καὶ μνήμης τῷ τετελευτηκότι διὰ τὴν προσηγορίαν.ὁμώνυμον δὲ αὐτῷ καὶ πόλιν περὶ τὸν αὐλῶνα τῆς Ἱεριχοῦντος ἔκτισεν ἀπιόντων κατὰ βορρᾶν ἄνεμον, διʼ ἧς καὶ τὴν πέριξ χώραν ἔρημον οὖσαν ἐνεργοτέραν ἐποίησεν ταῖς ἐπιμελείαις τῶν οἰκητόρων. Φασαηλίδα καὶ ταύτην ἐκάλει.Τὰς δὲ ἄλλας εὐεργεσίας ἄπορον εἰπεῖν ὅσας ἀπέδωκεν ταῖς πόλεσιν ἔν τε Συρίᾳ καὶ κατὰ τὴν Ἑλλάδα καὶ παρʼ οἷς ποτʼ ἂν ἀποδημήσας τύχοι· καὶ γὰρ πλείους λειτουργίας καὶ δημοσίων ἔργων κατασκευὰς καὶ χρήματα τοῖς δεομένοις ἔργοις εἰς ἐπιμέλειαν τῶν προτέρων ἔργων ἐκλελοιπότων ἄφθονα χαρίσασθαι δοκεῖ.τὰ δὲ μέγιστα καὶ διασημότατα τῶν πεπραγμένων αὐτῷ Ῥοδίοις μὲν τό τε Πύθιον ἀνέστησεν οἰκείοις ἀναλώμασιν καὶ παρέσχεν ἀργυρίου πολλὰ τάλαντα πρὸς ναυπηγίαν. Νικοπολίταις δὲ τοῖς ἐπʼ Ἀκτίῳ κτισθεῖσιν ὑπὸ Καίσαρος τὰ πλεῖστα τῶν δημοσίων συγκατεσκεύασεν.Ἀντιοχεῦσι δὲ τοῖς ἐν Συρίᾳ μεγίστην πόλιν οἰκοῦσιν, ἣν κατὰ μῆκος τέμνει πλατεῖα, ταύτην αὐτὴν στοαῖς παρʼ ἑκάτερα καὶ λίθῳ τὴν ὕπαιθρον ὁδὸν ξεστῷ καταστορέσας πλεῖστον εἰς κόσμον καὶ τὴν τῶν οἰκούντων εὐχρηστίαν ὠφέλησεν.τόν γε μὴν Ὀλυμπίασιν ἀγῶνα πολὺ τῆς προσηγορίας ἀδοξότερον ὑπʼ ἀχρηματίας διατεθειμένον τιμιώτερον ἐποίει χρημάτων προσόδους καταστήσας καὶ πρὸς θυσίας καὶ τὸν ἄλλον κόσμον ἐσεμνοποίησεν τὴν πανήγυριν. διὰ δὴ ταύτην τὴν φιλοτιμίαν διηνεκὴς ἀγωνοθέτης παρὰ τοῖς Ἠλείοις ἀνεγράφη.Τοῖς μὲν οὖν ἄλλοις ἐπέρχεται θαυμάζειν τὸ διεστὸς τῆς ἐν τῇ φύσει προαιρέσεως· ὅταν μὲν γὰρ εἰς τὰς φιλοτιμίας καὶ τὰς εὐεργεσίας ἀπίδωμεν, αἷς ἐκέχρητο πρὸς ἅπαντας ἀνθρώπους, οὐκ ἔστιν ὅπως οὐκ ἄν τις αὐτὸν καὶ τῶν ἔλαττον τετιμημένων ἠρνήθη μὴ συνομολογεῖν εὐεργετικωτάτῃ κεχρῆσθαι τῇ φύσει.