ἀδίκημα μὲν οὖν οὐδεὶς ἐρεῖ καθʼ ἡμῶν· τὰς δὲ διαβολὰς πῶς ἂν λύσειεν ὁ ἀκοῦσαι μὴ θέλων; ἐλαλήσαμέν τι μετὰ παρρησίας. οὐκ εἰς σέ· τοῦτο γὰρ ἦν ἄδικον· ἀλλʼ εἰς τοὺς οὐδʼ ὅ τι λελάλητο μὴ σιωπῶντας.τὴν μητέρα τις ἡμῶν ἔκλαυσεν. οὐχ ὅτι τέθνηκεν, ἀλλʼ ὅτι καὶ νεκρὰ κακῶς ἤκουσεν ὑπὸ τῶν οὐκ ἀξίων. ἀρχῆς ἐπιθυμοῦμεν ἧς ἴσμεν ἔχοντα τὸν πατέρα; τί καὶ θέλοντες; εἰ μὲν εἰσὶν ἡμῖν τιμαὶ βασιλέων, ὥσπερ εἰσίν, οὐ κενοσπουδοῦμεν;εἰ δʼ οὐκ εἰσίν, οὐκ ἐλπίζομεν; ἢ σὲ διαχειρισάμενοι κρατήσειν τὴν βασιλείαν προσεδοκήσαμεν, οἷς οὔτε γῆ βάσιμος οὔτε πλωτὴ θάλαττα μετὰ τοιοῦτον ἔργον; ἡ δὲ τῶν ἀρχομένων εὐσέβεια καὶ θρησκεία τοῦ παντὸς ἔθνους ἠνέσχετο ἂν πατροκτόνους ἐπὶ τῶν πραγμάτων εἶναι καὶ εἰς τὸν ἁγιώτατον ὑπὸ σοῦ κατασκευασθέντα ναὸν εἰσιέναι.τί δʼ εἰ καὶ τῶν ἄλλων κατεφρονήσαμεν, ἐδύνατό τις φονεύσας ἀτιμώρητος μένειν ζῶντος Καίσαρος; οὔτʼ ἀσεβεῖς οὕτως ἐγέννησας οὔτʼ ἀλογίστους, ἀτυχεστέρους δʼ ἴσως ἢ σοὶ καλῶς εἶχεν.εἰ δὲ μήτʼ αἰτίας ἔχεις μήτʼ ἐπιβουλὰς εὑρίσκεις, τί σοι πρὸς πίστιν αὔταρκες τοιαύτης δυσσεβείας; ἡ μήτηρ τέθνηκεν· ἀλλά τοι τὰ κατʼ ἐκείνην οὐδὲ παροξύνειν ἡμᾶς ἀλλὰ νουθετεῖν ἠδύνατο.πλείω μὲν ἀπολογεῖσθαι δυνάμεθα, λόγον δʼ οὐκ ἐπιδέχεται τὰ μὴ γενόμενα. διόπερ ἐπὶ τῷ πάντων δεσπότῃ Καίσαρι μεσιτεύοντι τὸν παρόντα καιρὸν συντιθέμεθα ταύτην τὴν συνθήκην·εἰ μὲν ἀνύποπτον ἐξ αὐτῆς τῆς ἀληθείας τὴν πρὸς ἡμᾶς διάθεσιν ἀπολαμβάνεις, ὦ πάτερ, ζήσομεν, οὐδʼ οὕτως μὲν εὐτυχῶς· δεινὸν γὰρ τῶν μεγάλων κακῶν καὶ ψευδὴς αἰτία.παρούσης δέ τινος ὀρρωδίας σὺ μὲν ἐν τῇ κατὰ σαυτὸν εὐσεβείᾳ μένε, δώσομεν δὲ λόγον ἡμεῖς ἑαυτοῖς. οὐχ οὕτως ὁ βίος ἡμῖν τίμιος, ὡς ἔχειν αὐτὸν ἐπʼ ἀδικίᾳ τοῦ δεδωκότος.Τοιαῦτα δὲ λέγοντος ὅ τε Καῖσαρ οὐδὲ πρότερον πιστεύων τῷ μεγέθει τῆς διαβολῆς ἔτι μᾶλλον ἐξηλλάττετο καὶ συνεχὲς εἰς τὸν Ἡρώδην ἀπέβλεπεν ὁρῶν κἀκεῖνον ὑποσυγχυνόμενον, ἀγωνία τε τοῖς παροῦσιν ἐνεπεπτώκει καὶ περὶ τὴν αὐλὴν ὁ λόγος διαδοθεὶς ἐπίφθονον ἐποίει τὸν βασιλέα.τὸ γὰρ ἄπιστον τῆς διαβολῆς καὶ τὸ περὶ τοὺς νεανίσκους ἐν ἀκμῇ καὶ κάλλει σωμάτων ἐλεεινὸν ἐπεσπᾶτο βοήθειαν· ἔτι δὲ μᾶλλον ἐπειδὴ καὶ τῷ λόγῳ δεξιῶς καὶ μετὰ φρονήσεως ὑπήντησεν Ἀλέξανδρος, ἦν οὐδʼ ἐκείνοις ἔτι ταὐτὸν σχῆμα, κλαίουσι μὲν ὅμως καὶ σὺν κατηφείᾳ πρὸς τὴν γῆν νενευκόσιν,ἡ δʼ ἐλπὶς ἀμείνων ὑπεφαίνετο, καὶ δόξας ὁ βασιλεὺς ἐξ ὧν αὐτὸν ἔπειθεν εὔλογα κατηγορηκέναι διὰ τὸ μηδὲν ἔχειν ἐξελέγχειν ἀπολογίας τινὸς ἐδεῖτο.Καῖσαρ δὲ μικρὸν ἐπισχὼν τοὺς μὲν νεανίσκους, εἰ καὶ πόρρω τῆς ἐπʼ αὐτοῖς διαβολῆς δοκοῦσιν, αὐτό γε τοῦτο ἁμαρτεῖν ἔφη τὸ μὴ τοιούτους αὐτοὺς παρασχεῖν τῷ πατρί, ὡς μηδὲ γενέσθαι τὸν ἐπʼ αὐτοῖς λόγον.Ἡρώδην δὲ παρεκάλει πᾶσαν ὑπόνοιαν ἐκβαλόντα διαλλάττεσθαι τοῖς παισίν· οὐ γὰρ εἶναι δίκαιον οὐδὲ πιστεύειν τὰ τοιαῦτα κατὰ τῶν ἐξ αὐτοῦ. δύνασθαι δὲ τὴν μετάνοιαν ἀμφοτέροις οὐ μόνον ἰάσασθαι τὰ συμβεβηκότα, παροξῦναι δὲ τὴν εὔνοιαν, ἐν ᾧ τὸ προπετὲς ἑκάτεροι τῆς ὑποψίας ἀπολογούμενοι σπουδῇ πλείονι περὶ ἀλλήλους ἀξιώσουσι κεχρῆσθαι.τοιαῦτα νουθετῶν ἔνευσε τοῖς νεανίσκοις. ἐκείνων δὲ βουλομένων ὑποπεσεῖν ἐπὶ δεήσει προαναλαβὼν αὐτοὺς ὁ πατὴρ δακρύοντας ἠσπάζετο παρʼ ἕκαστον ἐν μέρει περιπτύσσων, ὡς μηδένα τῶν παρατυγχανόντων ἐλεύθερον ἢ δοῦλον ἀπαθῆ γενέσθαι.Τότε μὲν οὖν εὐχαριστήσαντες Καίσαρι μετʼ ἀλλήλων ἀπῄεσαν καὶ σὺν αὐτοῖς Ἀντίπατρος ὑποκρινόμενος ἐφήδεσθαι ταῖς διαλλαγαῖς.ἐν δὲ ταῖς ὑστέραις ἡμέραις Ἡρώδης μὲν ἐδωρεῖτο Καίσαρα τριακοσίοις ταλάντοις θέας τε καὶ διανομὰς ποιούμενον τῷ Ῥωμαίων δήμῳ, Καῖσαρ δὲ αὐτῷ τοῦ μετάλλου τοῦ Κυπρίων χαλκοῦ τὴν ἡμίσειαν πρόσοδον καὶ τῆς ἡμισείας τὴν ἐπιμέλειαν ἔδωκεν καὶ τἆλλα ξενίαις καὶ καταγωγαῖς ἐτίμησεν,καὶ περὶ τῆς βασιλείας αὐτῷ τὴν ἐξουσίαν ἐφῆκεν ὃν ἂν αἱρῆται τῶν παίδων διάδοχον καθιστάνειν ἢ καὶ διανέμειν μέρος ἑκάστῳ τῆς τιμῆς εἰς πάντας ἐλευσομένης. ἐκείνου δὲ ἤδη θέλοντος αὐτὸ ποιεῖν οὐκ ἐπιτρέψειν ἔφη ζῶντι μὴ καὶ τῆς βασιλείας καὶ τῶν παίδων κρατεῖν.Ἐπὶ τούτοις ἐπανῄει πάλιν εἰς τὴν Ἰουδαίαν. ἀποδημοῦντος δὲ οὐ μικρὸν μέρος ἀπέστη τῆς ἀρχῆς τὸ περὶ τὸν Τράχωνα, καὶ τούτους οἱ καταλειφθέντες στρατηγοὶ χειρωσάμενοι πάλιν ὑπακούειν ἠνάγκασαν.Ἡρώδης δὲ πλέων σὺν τοῖς παισὶν ὡς ἐγένετο κατὰ Κιλικίαν ἐν Ἐλαιούσῃ τῇ μετωνομασμένῃ νῦν Σεβαστῇ καταλαμβάνει τὸν βασιλέα τῆς Καππαδοκίας Ἀρχέλαον, ὃς αὐτὸν ἐκδέχεται φιλοφρόνως ἡδόμενος ἐπὶ ταῖς τῶν παίδων διαλλαγαῖς καὶ τῷ τὸν Ἀλέξανδρον, ὃς εἶχεν αὐτοῦ τὴν θυγατέρα, τῆς αἰτίας ἀπολελύσθαι, δωρεάς τε ἀντέδοσαν ἀλλήλοις ἃς εἰκὸς βασιλεῖς.ἐντεῦθεν Ἡρώδης ἐπὶ Ἰουδαίας ἐλθὼν καὶ γενόμενος ἐν τῷ ἱερῷ περὶ τῶν πεπραγμένων κατὰ τὴν ἀποδημίαν διελέγετο, τὴν Καίσαρος εἰς αὐτὸν φιλοφροσύνην καὶ τἆλλα διεξιὼν ὅσα κατὰ μέρος αὐτῷ πραχθέντα συμφέρειν ἡγεῖτο καὶ τοὺς ἄλλους εἰδέναι.