Ὡς ληφθείσης τῆς Ἱεροσολυμιτῶν πόλεως ὑπὸ Σοσσίου καὶ Ἡρώδου Ἀντώνιος μὲν Ἀντίγονον ἐπελέκισεν ἐν Ἀντιοχείᾳ, Ἡρώδης δὲ τεσσαρακονταπέντε τῶν ἐκείνου φίλων πρώτους Ἱεροσολυμιτῶν ἐπανείλετο καὶ τὴν πόλιν ἠργυρολόγησεν. ὃν τρόπον Ὑρκανὸς ὁ πρῶτος βασιλεὺς Ἰουδαίων καὶ ἀρχιερεὺς ἀφεθεὶς ὑπὸ τοῦ τῶν Πάρθων βασιλέως Ἀρσάκου πρὸς Ἡρώδην ὑπέστρεψεν. ὡς Ἡρώδης Ἀριστόβουλον τὸν τῆς γυναικὸς Μαριάμμης ἀδελφὸν ἀρχιερέα καταστήσας μετ' οὐ πολὺ διαφθαρῆναι παρεσκεύασεν. ὡς Κλεοπάτρα τῇ τῶν Ἰουδαίων καὶ Ἀράβων ἐπιβουλεύουσα βασιλείᾳ μέρη λαβεῖν αὐτῶν ἴσχυνε παρ' Ἀντωνίου. Κλεοπάτρας εἰς τὴν Ἰουδαίαν παρουσία. ὡς Ἡρώδης ἐπολέμησεν Ἀρέτᾳ καθ' ὃν καιρὸν Ἀντώνιος ὑπὸ Καίσαρος ἐν τῇ κατ' Ἄκτιον νικᾶται μάχῃ. περὶ τοῦ γενομένου σεισμοῦ κατὰ τὴν Ἰουδαίαν καὶ τῆς φθορᾶς τῶν ἀνθρώπων καὶ τῶν βοσκημάτων. λόγος Ἡρώδου πρὸς τοὺς Ἰουδαίους ἀθυμοῦντας πρὸς τὰ πάθη καὶ τὴν ἧτταν τὴν γενομένην. ὡς ἀνάγκην ἔχων Ἡρώδης ἀπιέναι πρὸς Καίσαρα νενικηκότα διέφθειρεν Ὑρκανόν. ὡς ἔσχε καὶ παρὰ Καίσαρος τὴν βασιλείαν καὶ παρέπεμψεν αὐτὸν ἐπ' Αἰγύπτου. ὡς Ἡρώδης ἀφικόμενος εἰς Ἀλεξάνδρειαν ὑπὸ Καίσαρος ἐτιμήθη. ὡς ἐπανελθὼν ψευδέσι διαβολαῖς παρωξύνθη τὴν γυναῖκα Μαριάμμην ἀποκτεῖναι. περὶ τοῦ λιμοῦ τοῦ κατὰ τὴν Ἰουδαίαν καὶ Συρίαν γεγονότος καὶ ὡς διέσωσε τὰ πλήθη καὶ τὰς πόλεις Ἡρώδης. κτίσεις πόλεων Ἑλληνίδων ἃς Ἡρώδης ἐποιήσατο. ὡς καθελὼν ἐν Ἱεροσολύμοις τὸν ἀρχαῖον ναὸν ἄλλον ἀνέστησεν μετὰ ἔτη ἑξακόσια διπλοῦν τοῖς μέτροις. περιέχει ἡ βίβλος χρόνον ἐτῶν ιη.Σόσσιος μὲν οὖν καὶ Ἡρώδης ὡς κατὰ κράτος ἔλαβον Ἱεροσόλυμα καὶ πρὸς τούτοις αἰχμάλωτον Ἀντίγονον, ἡ πρὸ ταύτης ἡμῖν ἐδήλωσεν βίβλος· τὰ δʼ ἐκείνῃ συνεχῆ νῦν ἐροῦμεν.ἐπειδὴ γὰρ τῆς ὅλης Ἰουδαίας ἐνεχειρίσθη τὴν ἀρχὴν Ἡρώδης, τοῦ κατὰ τὴν πόλιν πλήθους ὅσοι μὲν ἦσαν ἰδιωτεύοντες ἔτι τἀκείνου φρονοῦντες ἐν προαγωγῇ τούτους ἐποιεῖτο, τοὺς δὲ τὰ τῶν ἐναντίων ἑλομένους οὐκ ἐπέλιπε τιμωρούμενος καὶ κολάζων καθʼ ἑκάστην ἡμέραν.ἐτιμῶντο δὲ μάλιστα παρʼ αὐτῷ Πολλίων ὁ Φαρισαῖος καὶ Σαμαίας ὁ τούτου μαθητής· πολιορκουμένων γὰρ τῶν Ἱεροσολύμων οὗτοι συνεβούλευον τοῖς πολίταις δέξασθαι τὸν Ἡρώδην, ἀνθʼ ὧν καὶ τὰς ἀμοιβὰς ἀπελάμβανον.ὁ δὲ Πολλίων οὗτος καὶ κρινομένου ποτὲ Ἡρώδου τὴν ἐπὶ θανάτῳ προεῖπεν ὀνειδίζων Ὑρκανῷ καὶ τοῖς δικάζουσιν, ὡς περισωθεὶς Ἡρώδης ἅπαντας αὐτοὺς ἐπεξελεύσεται· καὶ τοῦτο χρόνῳ προύβη τοῦ θεοῦ τοὺς λόγους αὐτοῦ τελειώσαντος.Ἐν δὲ τῷ τότε κρατήσας τῶν Ἱεροσολύμων πάντα συνεφόρει τὸν ἐν τῇ βασιλείᾳ κόσμον ἔτι καὶ τοὺς εὐπόρους ἀφαιρούμενος, καὶ συναγαγὼν πλῆθος ἀργυρίου καὶ χρυσίου παντὶ τούτῳ τὸν Ἀντώνιον ἐδωρεῖτο καὶ τοὺς περὶ αὐτὸν φίλους.ἀπέκτεινε δὲ τεσσαρακονταπέντε τοὺς πρώτους ἐκ τῆς αἱρέσεως Ἀντιγόνου φύλακας περιστήσας ταῖς πύλαις τῶν τειχῶν, ἵνα μή τις συνεκκομισθῇ τοῖς τεθνεῶσι, καὶ τοὺς νεκροὺς ἠρεύνων, καὶ πᾶν τὸ εὑρισκόμενον ἀργύριον ἢ χρυσίον ἤ τι κειμήλιον ἀνεφέρετο τῷ βασιλεῖ,πέρας τε κακῶν οὐδὲν ἦν· τὰ μὲν γὰρ ἡ πλεονεξία τοῦ κρατοῦντος ἐν χρείᾳ γεγενημένου διεφόρει, τὴν δὲ χώραν μένειν ἀγεώργητον τὸ ἑβδοματικὸν ἠνάγκαζεν ἔτος· ἐνεστήκει γὰρ τότε, καὶ σπείρειν ἐν ἐκείνῳ τὴν γῆν ἀπηγορευμένον ἐστὶν ἡμῖν.Ἀντώνιος δὲ λαβὼν αἰχμάλωτον τὸν Ἀντίγονον δέσμιον ἔγνω μέχρι θριάμβου φυλάττειν, ἐπεὶ δʼ ἤκουσεν νεωτερίζειν τὸ ἔθνος κἀκ τοῦ πρὸς Ἡρώδην μίσους εὔνουν Ἀντιγόνῳ διαμένον, ἔγνω τοῦτον ἐν Ἀντιοχείᾳ πελεκίσαι· σχεδὸν γὰρ οὐδαμῶς ἠρεμεῖν ἠδύναντο οἱ Ἰουδαῖοι.μαρτυρεῖ δέ μου τῷ λόγῳ Στράβων ὁ Καππάδοξ λέγων οὕτως· Ἀντώνιος δὲ Ἀντίγονον τὸν Ἰουδαῖον ἀχθέντα εἰς Ἀντιόχειαν πελεκίζει. καὶ ἔδοξε μὲν οὗτος πρῶτος Ῥωμαίων βασιλέα πελεκίσαι, οὐκ οἰηθεὶς ἕτερον τρόπον μεταθεῖναι ἂν τὰς γνώμας τῶν Ἰουδαίων, ὥστε δέξασθαι τὸν ἀντʼ ἐκείνου καθεσταμένον Ἡρώδην· οὐδὲ γὰρ βασανιζόμενοι βασιλέα ἀναγορεύειν αὐτὸν ὑπέμειναν·οὕτως μέγα τι ἐφρόνουν περὶ τοῦ πρώτου βασιλέως. τὴν οὖν ἀτιμίαν ἐνόμισε μειώσειν τῆς πρὸς αὐτὸν μνήμης, μειώσειν δὲ καὶ τὸ πρὸς Ἡρώδην μῖσος. ταῦτα μὲν ὁ Στράβων.Κατασχόντος δὲ τὴν βασιλείαν Ἡρώδου πυθόμενος Ὑρκανὸς ὁ ἀρχιερεύς, ἦν δὲ παρὰ Πάρθοις αἰχμάλωτος, ἀφικνεῖται πρὸς Ἡρώδην τῆς αἰχμαλωσίας ἀπολυθεὶς τρόπῳ τοιούτῳ·Βαζαφράνης καὶ Πάκορος οἱ τῶν Πάρθων στρατηγοί, λαβόντες αἰχμαλώτους Ὑρκανὸν τὸν πρῶτον ἀρχιερέα γενόμενον εἶτα βασιλέα καὶ τὸν ἀδελφὸν Ἡρώδου Φασάηλον εἰς Πάρθους ἀνῆγον.καὶ Φασάηλος μὲν οὐ φέρων τὴν ἐν τοῖς δεσμοῖς αἰσχύνην, πάσης δὲ ζωῆς κρείττονα τὸν μετὰ δόξης ἡγούμενος θάνατον αὐτὸς ἑαυτοῦ γίνεται φονεύς, καθὼς προεῖπον.Ὑρκανῷ δʼ ἀναχθέντι Φραάτης ὁ τῶν Πάρθων βασιλεὺς ἐπʼ αὐτὸν ἐπιεικέστερον προσηνέχθη, τὸ τῆς εὐγενείας αὐτοῦ διάσημον προπεπυσμένος. διὰ τοῦτο δεσμῶν μὲν ἀφῆκεν, ἐν Βαβυλῶνι δὲ κατάγεσθαι παρεῖχεν, ἔνθα καὶ πλῆθος ἦν Ἰουδαίων.οὗτοι τὸν Ὑρκανὸν ἐτίμων ὡς ἀρχιερέα καὶ βασιλέα καὶ πᾶν τὸ μέχρις Εὐφράτου νεμόμενον Ἰουδαίων ἔθνος· τῷ δʼ ἦν ἀγαπητὰ ταῦτα.