τοῦ δὲ περὶ τὸν τόπον ἰδιώματος θερινωτέρου τυγχάνοντος συνειλεγμένοι τάχιον ἐξῆλθον ἀλύοντες, καὶ ταῖς κολυμβήθραις ἐπιστάντες, αἳ μεγάλαι περὶ τὴν αὐλὴν ἐτύγχανον, ἀνέψυχον τὸ θερμότατον τῆς μεσημβρίας.καὶ πρῶτον μὲν ἑώρων τοὺς νέοντας τῶν οἰκετῶν καὶ φίλων, ἔπειτα προαχθέντος καὶ τοῦ μειρακίου τῷ καὶ τὸν Ἡρώδην παροξῦναι, τῶν φίλων οἷς ταῦτα ἐπιτέτακτο σκότους ἐπέχοντος βαροῦντες ἀεὶ καὶ βαπτίζοντες ὡς ἐν παιδιᾷ νηχόμενον οὐκ ἀνῆκαν, ἕως καὶ παντάπασιν ἀποπνῖξαι.καὶ διεφθάρη μὲν οὕτως Ἀριστόβουλος, ὀκτωκαίδεκα μὲν οὐ πάντα βιοὺς ἔτη, τὴν δʼ ἱερωσύνην κατασχὼν ἐνιαυτόν, ἣν Ἀνάνηλος ἐκομίσατο πάλιν.Ἐξαγγελθέντος δὲ τοῦ πάθους ταῖς γυναιξὶν εὐθὺς μὲν ἐκ μεταβολῆς θρῆνος ἦν ἐπὶ προκειμένῳ τῷ νεκρῷ καὶ πένθος ἄσχετον, ἥ τε πόλις τοῦ λόγου διαδοθέντος ὑπερήλγει πάσης ἑστίας οἰκειουμένης τὴν συμφορὰν ὡς οὐκ ἐπʼ ἀλλοτρίῳ γενομένην.Ἀλεξάνδρα δὲ καὶ μᾶλλον ἐκπαθὴς ἦν συνέσει τῆς ἀπωλείας, τὸ μὲν ἀλγοῦν ἐκ τοῦ γινώσκειν ὅπως ἐπράχθη πλεῖον ἔχουσα, τὸ δʼ ἐγκαρτερεῖν ἀναγκαῖον ἐπὶ μείζονος κακοῦ προσδοκίᾳ ποιουμένη.καὶ πολλάκις μὲν ἦλθεν αὐτοχειρίᾳ περιγράψασθαι τὸν βίον, ἐπέστη δʼ ὅμως, εἰ δύναιτο ζῶσα προσαρκέσαι τῷ κατʼ ἐπιβουλὰς ἀνόμως διεφθαρμένῳ, τό τε πλέον ἐντεῦθεν αὐτῇ παρεκρότει τὸν βίον, καὶ τὸ μηδεμίαν ὑποψίαν ἐνδοῦναι τοῦ κατὰ πρόνοιαν ἀπολέσθαι τὸν υἱὸν ἱκανὸν εἰς εὐκαιρίαν ἀμύνης ἐνόμιζε.κἀκείνη μὲν ἐγκρατῶς ἔφερε τὴν ὑποψίαν. Ἡρώδης δὲ πᾶσι τοῖς ἔξωθεν πιθανῶς ἀπεσκευάζετο, μὴ μετὰ προνοίας γενέσθαι τῷ παιδὶ τὸν θάνατον, οὐχ ὅσα πρὸς πένθος ἐπιτηδεύων μόνον, ἀλλὰ καὶ δάκρυσι χρώμενος καὶ σύγχυσιν τῆς ψυχῆς ἐμφαίνων ἀληθινήν, τάχα μὲν καὶ τοῦ πάθους ἀπονικῶντος αὐτὸν ἐν ὄψει τῆς τε ὥρας καὶ τοῦ κάλλους, εἰ καὶ πρὸς ἀσφάλειαν ὁ θάνατος τοῦ παιδὸς ἐνομίζετο, δῆλον δʼ ὡς ἀπολογίαν αὐτὰ πραγματευόμενος.τά γε μὴν εἰς τὴν πολυτέλειαν τῆς ἐκφορᾶς καὶ μᾶλλον ἐπεδείξατο, πολλὴν μὲν τὴν παρασκευὴν περί τε τὰς θήκας καὶ τὸ πλῆθος τῶν θυμιαμάτων ποιησάμενος, πολὺν δὲ συγκαταθάπτων κόσμον, ὡς ἐκπλῆξαι τὸ λυπηρὸν τῆς ἐν ταῖς γυναιξὶν ἀλγηδόνος καὶ παραμυθήσασθαι τούτῳ τῷ μέρει.Τὴν δʼ Ἀλεξάνδραν ἥττησε μὲν οὐδὲν τῶν τοιούτων, ἀεὶ δὲ καὶ μᾶλλον ἡ μνήμη τοῦ κακοῦ παρέχουσα τὴν ὀδύνην ὀδυρτικὴν ἐποίει καὶ φιλόνεικον, καὶ γράφει τὴν ἐπιβουλὴν Ἡρώδου τῇ Κλεοπάτρᾳ καὶ τὴν ἀπώλειαν τοῦ παιδός.ἡ δὲ καὶ πάλαι σπεύδουσα προσαρκέσαι δεομένῃ καὶ τὰς ἀτυχίας οἰκτείρουσα τῆς Ἀλεξάνδρας αὐτῆς ἐποιεῖτο τὸ πᾶν πρᾶγμα καὶ Ἀντώνιον οὐκ ἀνίει τίσασθαι τὸν φόνον τοῦ παιδὸς παροξύνουσα· οὐ γὰρ ἄξιον Ἡρώδην διʼ αὐτοῦ καταστάντα βασιλέα τῆς οὐδὲν προσηκούσης ἀρχῆς εἰς τοὺς ὄντως βασιλεῖς τοιαύτας ἐπιδείκνυσθαι παρανομίας.τούτοις ἀναπειθόμενος Ἀντώνιος ὡς ἐπὶ Λαοδικείας ἐστάλη, πέμπει κελεύων Ἡρώδην ἐλθόντα τῶν εἰς Ἀριστόβουλον ἀπολύσασθαι· πεπρᾶχθαι γὰρ οὐκ ὀρθῶς τὴν ἐπιβουλήν, εἰ διʼ αὐτοῦ γέγονεν.ὁ δὲ τήν τε αἰτίαν δεδοικὼς καὶ τὴν Κλεοπάτρας δυσμένειαν, ὡς οὐκ ἀνῆκεν ἐξεργαζομένη κακῶς αὐτῷ τὸν Ἀντώνιον ἔχειν, ἔγνω μὲν ὑπακούειν, οὐδὲ γὰρ ἄλλο τι πράττειν ἐνῆν, καταλιπὼν δὲ τὸν θεῖον αὐτοῦ Ἰώσηπον ἐπίτροπον τῆς ἀρχῆς καὶ τῶν ἐκεῖ πραγμάτων ἐνετείλατο λεληθότως, εἰ πάθοι τι παρʼ Ἀντωνίῳ, παραχρῆμα καὶ τὴν Μαριάμμην ἀνελεῖν·αὐτός τε γὰρ ἔχειν φιλοστόργως πρὸς τὴν γυναῖκα καὶ δεδοικέναι τὴν ὕβριν, εἰ καὶ τεθνηκότος ἐκείνη κατʼ εὐμορφίαν ἄλλῳ τινὶ σπουδάζοιτο.τὸ δὲ σύμπαν ἐνέφαινεν ὁρμὴν Ἀντωνίου περὶ τὴν ἄνθρωπον, ὅτι καὶ πάλαι παρακηκοὼς ὑπὲρ τῆς εὐμορφίας ἐτύγχανεν. Ἡρώδης μὲν οὖν ἐπιστείλας ταῦτα καὶ τὰς ἐλπίδας οὐκ ἀσφαλεῖς ἔχων ὑπὲρ τῶν ὅλων ἀπῄει πρὸς Ἀντώνιον.Ὁ δὲ Ἰώσηπος ἐπὶ τῆς διοικήσεως ὢν τῶν ἐν τῇ βασιλείᾳ πραγμάτων καὶ διὰ τοῦτο συνεχὲς ἐντυγχάνων τῇ Μαριάμμῃ περί τε τὰς πραγματείας καὶ τιμῆς ἕνεκεν, ἣν ἔδει βασιλευούσῃ παρʼ αὐτοῦ γενέσθαι, καθίει συνεχεῖς ὁμιλίας ὑπὲρ τῆς Ἡρώδου πρὸς αὐτὴν εὐνοίας καὶ φιλοστοργίας.ἐξειρωνευομένων δὲ γυναικείως τοὺς λόγους καὶ μάλιστα τῆς Ἀλεξάνδρας, ὑπερεσπουδακὼς ὁ Ἰώσηπος ἐπιδεῖξαι τὴν διάνοιαν τοῦ βασιλέως προήχθη καὶ τὰ περὶ τὴν ἐντολὴν εἰπεῖν, πίστιν αὐτὰ ποιούμενος ὡς οὐδὲ χωρὶς ἐκείνης ζῆν δύναται κἂν εἰ πάσχοι δεινόν τι οὐκ ἀξιοῦντος οὐδὲ θανάτῳ διεζεῦχθαι.ταῦτα μὲν Ἰώσηπος. αἱ δὲ γυναῖκες, ὡς εἰκός, οὐ τὸ φιλόστοργον τῆς περὶ τὸν Ἡρώδην διαθέσεως, τὸ δὲ χαλεπόν, εἰ μηδʼ ἀποθνήσκοντος ὑστερήσειεν ἀπωλείας καὶ θανάτου τυραννικοῦ, προλαμβάνουσαι χαλεπὴν τὴν ὑπόνοιαν τοῦ ῥηθέντος εἶχον.Ἐν δὲ τούτῳ καὶ λόγος ἐγένετο κατὰ τὴν πόλιν τῶν Ἱεροσολυμιτῶν παρὰ τῶν ἐν ἔχθει τὸν Ἡρώδην ἐχόντων, ὡς Ἀντώνιος αἰκισάμενος αὐτὸν ἀποκτείνειεν. ἡ δὲ φήμη πάντας μὲν ἐτάραξεν, ὡς εἰκός, τοὺς περὶ τὸ βασίλειον, μάλιστα δὲ καὶ τὰς γυναῖκας.Ἀλεξάνδρα δὲ καὶ τὸν Ἰώσηπον ἀναπείθει τῶν βασιλείων ἐξελθόντα σὺν αὐταῖς προσφυγεῖν τοῖς σημείοις τοῦ Ῥωμαϊκοῦ τάγματος, ὃ τότε περὶ τὴν πόλιν ἐπὶ φρουρᾷ τῆς βασιλείας ἐστρατοπέδευεν ἡγουμένου υἱοῦ ἰούδα·