ἐσωτέρω δὲ κἀκείνου γυναιξὶν ἄβατον ἦν τὸ ἱερόν. ἐκείνου δʼ ἐνδοτέρω τρίτον, ὅπου τοῖς ἱερεῦσιν εἰσελθεῖν ἐξὸν ἦν μόνοις. ὁ ναὸς ἐν τούτῳ καὶ πρὸ αὐτοῦ βωμὸς ἦν, ἐφʼ οὗ τὰς θυσίας ὡλοκαυτοῦμεν τῷ θεῷ.τούτων εἰς οὐδένα τῶν τριῶν ὁ βασιλεὺς Ἡρώδης παρῆλθεν· ἐκεκώλυτο γὰρ οὐκ ὢν ἱερεύς. ἀλλὰ κἀν τοῖς ἔργοις τὰ περὶ τὰς στοὰς καὶ τοὺς ἔξω περιβόλους ἐπραγματεύετο καὶ ταῦτʼ ᾠκοδόμησεν ἔτεσιν ὀκτώ.Τοῦ δὲ ναοῦ διὰ τῶν ἱερέων οἰκοδομηθέντος ἐνιαυτῷ καὶ μησὶν πέντε ἅπας ὁ λαὸς ἐπληρώθη χαρᾶς καὶ τοῦ τάχους πρῶτον μὲν τῷ θεῷ τὰς εὐχαριστηρίους ἐποιοῦντο, μετὰ δὲ καὶ τῆς προθυμίας τοῦ βασιλέως ἑορτάζοντες καὶ κατευφημοῦντες τὴν ἀνάκτισιν.ὁ δὲ βασιλεὺς τριακοσίους ἔθυσε τῷ θεῷ βοῦς καὶ τῶν ἄλλων οἱ κατὰ δύναμιν, ὧν οὐχ οἷόν τε τὸν ἀριθμὸν εἰπεῖν· ἐκφεύγει γὰρ τὸ δύνασθαι πρὸς ἀλήθειαν εἰπεῖν·συνεπεπτώκει γὰρ τῇ προθεσμίᾳ τοῦ περὶ τὸν ναὸν ἔργου καὶ τὴν ἡμέραν τῷ βασιλεῖ τῆς ἀρχῆς, ἣν ἐξ ἔθους ἑώρταζον, ἐς ταὐτὸν ἐλθεῖν, καὶ περισημοτάτην ἐξ ἀμφοῖν τὴν ἑορτὴν γενέσθαι.Κατεσκευάσθη δὲ καὶ κρυπτὴ διώρυξ τῷ βασιλεῖ, φέρουσα μὲν ἀπὸ τῆς Ἀντωνίας μέχρι τοῦ ἔσωθεν ἱεροῦ πρὸς τὴν ἀνατολικὴν θύραν, ἐφʼ ἧς αὐτῷ καὶ πύργον κατεσκεύασεν, ἵνʼ ἔχῃ διὰ τῶν ὑπογέων εἰς αὐτὸν ἀνιέναι, τὸν ἐκ τοῦ δήμου νεωτερισμὸν ἐπὶ τοῖς βασιλεῦσι φυλαττόμενος.λέγεται δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν οἰκοδομουμένου τοῦ ναοῦ τὰς μὲν ἡμέρας οὐχ ὕειν, ἐν δὲ ταῖς νυξὶ γίνεσθαι τοὺς ὄμβρους, ὡς μὴ κωλυσιεργεῖν. καὶ τοῦτον τὸν λόγον οἱ πατέρες ἡμῖν παρέδωκαν, οὐδʼ ἐστὶν ἄπιστον, εἰ καὶ πρὸς τὰς ἄλλας ἀπίδοι τις ἐμφανείας τοῦ θεοῦ. τὰ μὲν οὖν περὶ τὸν ναὸν ἐξῳκοδομήθη τοῦτον τὸν τρόπον.