τὰ μὲν ἄλλα μοι τῶν κατὰ τὴν βασιλείαν πεπραγμένων, ἄνδρες ὁμόφυλοι, περισσὸν ὑπολαμβάνω λέγειν. καίτοι τοῦτον ἐγένετο τὸν τρόπον, ὡς ἐλάττω μὲν ἐμοὶ τὸν ἀπʼ αὐτῶν κόσμον, πλείω δὲ ὑμῖν τὴν ἀσφάλειαν φέρειν.οὔτε γὰρ ἐν τοῖς δυσχερεστάτοις ἀμελήσας τῶν εἰς τὰς ὑμετέρας χρείας διαφερόντων οὔτε ἐν τοῖς κατασκευάσμασιν ἐπιτηδεύσας ἐμαυτῷ μᾶλλον ἢ καὶ πᾶσιν ὑμῖν τὸ ἀνεπηρέαστον, οἶμαι σὺν τῇ τοῦ θεοῦ βουλήσει πρὸς εὐδαιμονίαν ὅσον οὐ πρότερον ἀγηοχέναι τὸ Ἰουδαίων ἔθνος.τὰ μὲν οὖν κατὰ μέρος ἐξεργασθέντα περὶ τὴν χώραν καὶ πόλεις ὅσας ἐν αὐτῇ καὶ τοῖς ἐπικτήτοις ἐγείραντες κόσμῳ τῷ καλλίστῳ τὸ γένος ἡμῶν ηὐξήσαμεν, περίεργά μοι δοκεῖ λέγειν εἰδόσιν. τὸ δὲ τῆς ἐπιχειρήσεως, ᾗ νῦν ἐπιχειρεῖν ἐπιβάλλομαι, παντὸς εὐσεβέστατον καὶ κάλλιστον ἐφʼ ἡμῶν γενέσθαι νῦν ἐκφανῶ·τὸν γὰρ ναὸν τοῦτον ᾠκοδόμησαν μὲν τῷ μεγίστῳ θεῷ πατέρες ἡμέτεροι μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ἐνδεῖ δʼ αὐτῷ πρὸς τὸ μέγεθος εἰς ὕψος ἑξήκοντα πήχεις· τοσοῦτον γὰρ ὑπερεῖχεν ὁ πρῶτος ἐκεῖνος, ὃν Σολομῶν ἀνῳκοδόμησεν.καὶ μηδεὶς ἀμέλειαν εὐσεβείας τῶν πατέρων καταγνώτω· γέγονεν γὰρ οὐ παρʼ ἐκείνους ἐλάττων ὁ ναός, ἀλλὰ ταῦτα καὶ Κῦρος καὶ Δαρεῖος ὁ Ὑστάσπου τὰ μέτρα τῆς δομήσεως ἔδοσαν, οἷς ἐκεῖνοι καὶ τοῖς ἀπογόνοις δουλεύσαντες καὶ μετʼ ἐκείνους Μακεδόσιν οὐκ ἔσχον εὐκαιρίαν τὸ πρῶτον τῆς εὐσεβείας ἀρχέτυπον εἰς ταὐτὸν ἀναγαγεῖν μέγεθος.ἐπειδὴ δὲ νῦν ἐγὼ μὲν ἄρχω θεοῦ βουλήσει, περίεστιν δὲ καὶ μῆκος εἰρήνης καὶ κτῆσις χρημάτων καὶ μέγεθος προσόδων, τὸ δὲ μέγιστον φίλοι καὶ διʼ εὐνοίας οἱ πάντων ὡς ἔπος εἰπεῖν κρατοῦντες Ῥωμαῖοι, πειράσομαι τὸ παρημελημένον ἀνάγκῃ καὶ δουλείᾳ τοῦ πρότερον χρόνου διορθούμενος τελείαν ἀποδοῦναι τῷ θεῷ τὴν ἀνθʼ ὧν ἔτυχον τῆσδε τῆς βασιλείας εὐσέβειαν.Ὁ μὲν Ἡρώδης ταῦτʼ εἶπεν, ἐξέπληξε δὲ τοὺς πολλοὺς ὁ λόγος παρὰ δόξαν ἐμπεσών. καὶ τὸ μὲν τῆς ἐλπίδος ἄπιστον οὐκ ἐπήγειρεν αὐτούς, ἠδημόνουν δέ, μὴ φθάσας καταλῦσαι τὸ πᾶν ἔργον οὐκ ἐξαρκέσει πρὸς τέλος ἀγαγεῖν τὴν προαίρεσιν· ὅ τε κίνδυνος αὐτοῖς μείζων ἐφαίνετο καὶ δυσεγχείρητον ἐδόκει τὸ μέγεθος τῆς ἐπιβολῆς.οὕτως δʼ αὐτῶν διακειμένων παρεθάρρυνεν ὁ βασιλεύς, οὐ πρότερον καθαιρήσειν φάμενος τὸν ναὸν μὴ πάντων αὐτῷ τῶν εἰς συντέλειαν παρεσκευασμένων. καὶ ταῦτα προειπὼν οὐκ ἐψεύσατο·χιλίας γὰρ εὐτρεπίσας ἁμάξας, αἳ βαστάσουσι τοὺς λίθους, ἐργάτας δὲ μυρίους τοὺς ἐμπειροτάτους ἐπιλεξάμενος καὶ ἱερεῦσιν τὸν ἀριθμὸν χιλίοις ἱερατικὰς ὠνησάμενος στολάς, καὶ τοὺς μὲν διδάξας οἰκοδόμους, ἑτέρους δὲ τέκτονας, ἥπτετο τῆς κατασκευῆς ἁπάντων αὐτῷ προθύμως προευτρεπισμένων.Ἀνελὼν δὲ τοὺς ἀρχαίους θεμελίους καὶ καταβαλόμενος ἑτέρους ἐπʼ αὐτῶν ναὸν ἤγειρεν μήκει μὲν ἑκατὸν ὄντα πηχῶν, τὸ δʼ ὕψος εἴκοσι περιττοῖς, οὓς τῷ χρόνῳ συνιζησάντων τῶν θεμελίων ὑπέβη. καὶ τοῦτο μὲν κατὰ τοὺς Νέρωνος καιροὺς ἐπεγείρειν ἐγνώκειμεν.ᾠκοδομήθη δὲ ὁ ναὸς ἐκ λίθων λευκῶν τε καὶ κραταιῶν τὸ μέγεθος ἑκάστων περὶ πέντε καὶ εἴκοσι πήχεις ἐπὶ μῆκος, ὀκτὼ δὲ ὕψος, εὖρος δὲ περὶ δώδεκα.καὶ παντὸς αὐτοῦ καθότι καὶ τῆς βασιλείου στοᾶς τὸ μὲν ἔνθεν καὶ ἔνθεν ταπεινότατον, ὑψηλότατον δὲ τὸ μεσαίτατον, ὡς περίοπτον ἐκ πολλῶν σταδίων εἶναι τοῖς τὴν χώραν νεμομένοις, μᾶλλον δʼ εἴ τινες κατʼ ἐναντίον οἰκοῦντες ἢ προσιόντες τύχοιεν.θύρας δὲ ἐπὶ τῆς εἰσόδου σὺν τοῖς ὑπερθυρίοις ἴσον ἐχούσας τῷ ναῷ ποικίλοις ἐμπετάσμασιν κεκόσμητο, τὰ μὲν ἄνθη ἁλουργέσιν, κίονας δὲ ἐνυφασμένους.καθύπερθε δʼ αὐτῶν ὑπὸ τοῖς τριχώμασιν ἄμπελος διετέτατο χρυσῆ τοὺς βότρυας ἀπαιωρουμένους ἔχουσα, θαῦμα καὶ τοῦ μεγέθους καὶ τῆς τέχνης τοῖς ἰδοῦσιν, οἷον ἐν πολυτελείᾳ τῆς ὕλης τὸ κατασκευασθὲν ἦν.περιελάμβανεν δὲ καὶ στοαῖς μεγίσταις τὸν ναὸν ἅπαντα πρὸς τὴν ἀναλογίαν ἐπιτηδεύων καὶ τὰς δαπάνας τῶν πρὶν ὑπερβαλλόμενος, ὡς οὐκ ἄλλος τις δοκεῖ ἐπικεκοσμηκέναι τὸν ναόν. ἄμφω δʼ ἦσαν μετὰ τοῦ τείχους, αὐτὸ δὲ τὸ τεῖχος ἔργον μέγιστον ἀνθρώποις ἀκουσθῆναι.λόφος ἦν πετρώδης ἀνάντης ἠρέμα πρὸς τοῖς ἑῴοις μέρεσιν τῆς πόλεως ὑπτιούμενος ἐπὶ τὴν κορυφὴν ἄκραν.τοῦτον ὁ πρῶτος ἡμῶν βασιλεὺς Σολομῶν κατʼ ἐπιφροσύνην μεγάλαις ἐργασίαις ἀπετείχιζεν τὰ περὶ τὴν ἄκραν ἄνωθεν, ἀπετείχιζεν δὲ κάτωθεν ἀπὸ τῆς ῥίζης ἀρχόμενος, ἣν βαθεῖα περιθεῖ φάραγξ ἠλιβάτοις πέτραις μολίβδῳ δεδεμέναις πρὸς ἀλλήλας, ἀπολαμβάνων αἰεί τι τῆς ἔσω χώρας καὶ προβαίνων εἰς βάθος,ὥστʼ ἄπειρον εἶναι τό τε μέγεθος τῆς δομῆς καὶ τὸ ὕψος τετραγώνου γεγενημένης, ὡς τὰ μὲν μεγέθη τῶν λίθων ἀπὸ μετώπου κατὰ τὴν ἐπιφάνειαν ὁρᾶσθαι, τὰ δʼ ἐντὸς σιδήρῳ διησφαλισμένα συνέχειν τὰς ἁρμογὰς ἀκινήτους τῷ παντὶ χρόνῳ.τῆς δʼ ἐργασίας οὕτω συναπτούσης εἰς ἄκρον τὸν λόφον ἀπεργασάμενος αὐτοῦ τὴν κορυφὴν καὶ τὰ κοῖλα τῶν περὶ τὸ τεῖχος ἐμπλήσας ἰσόπεδον τοῖς κατὰ τὴν ἐπιφάνειαν τὴν ἄνω καὶ λεῖον ἐποίησεν. τοῦτʼ ἦν τὸ πᾶν περίβολος τεττάρων σταδίων τὸν κύκλον ἔχων, ἑκάστης γωνίας στάδιον μῆκος ἀπολαμβανούσης.