Καίσαρα δʼ ἐπὶ θάλατταν προπέμψας ὡς ἐπανῆκεν, ἐν τῇ Ζηνοδώρου περικαλλέστατον αὐτῷ ναὸν ἐγείρει πέτρας λευκῆς πλησίον τοῦ Πανίου καλουμένου.σπήλαιον ἐν ὄρει περικαλλές ἐστιν, ὑπʼ αὐτὸ δὲ γῆς ὀλίσθημα καὶ βάθος ἀπερρωγὸς ἄβατον ὕδατος ἀκινήτου πλέον, καθύπερθε δʼ ὄρος παμμέγεθες, ὑπὸ δὲ τὸ σπήλαιον ἀνατέλλουσιν αἱ πηγαὶ τοῦ Ἰορδάνου ποταμοῦ. τοῦτον ἐπισημότατον ὄντα τὸν τόπον καὶ τῷ ναῷ προσεκόσμησεν, ὃν ἀφιέρου Καίσαρι.Τότε καὶ τὸ τρίτον μέρος ἀφῆκε τῶν φόρων τοῖς ἐν τῇ βασιλείᾳ, πρόφασιν μὲν ὡς ἀναλάβοιεν ἐκ τῆς ἀφορίας, τὸ δὲ πλέον ἀνακτώμενος ἔχοντας δυσμενῶς· κατὰ γὰρ τὴν ἐξεργασίαν τῶν τοιούτων ἐπιτηδευμάτων ὡς ἂν λυομένης αὐτοῖς τῆς εὐσεβείας καὶ μεταπιπτόντων τῶν ἐθῶν χαλεπῶς ἔφερον, καὶ λόγοι δὲ πόντων ἐγίνοντο παροξυνομένων ἀεὶ καὶ ταραττομένων.ὁ δὲ καὶ πρὸς τὸ τοιοῦτον πολλὴν τὴν ἐπιμέλειαν ἐπῆγεν, ἀφαιρούμενος μὲν τὰς εὐκαιρίας, ἐπιτάττων δʼ ἀεὶ γίνεσθαι πρὸς τοῖς πόνοις, ἦν δʼ οὔτε σύνοδος ἐφειμένη τοῖς περὶ τὴν πόλιν οὔτε κοινωνία περιπάτου καὶ διαίτης, ἀλλʼ ἐτετήρητο τὰ πάντα. καὶ χαλεπαὶ τῶν φωραθέντων ἦσαν αἱ κολάσεις, πολλοί τε καὶ φανερῶς καὶ λεληθότως εἰς τὸ φρούριον ἀναγόμενοι τὴν Ὑρκανίαν ἐκεῖ διεφθείροντο, κἀν τῇ πόλει κἀν ταῖς ὁδοιπορίαις ἦσαν οἱ τοὺς συνιόντας εἰς ταὐτὸν ἐπισκοποῦντες.ἤδη δέ φασιν οὐδʼ αὐτὸν ἀμελεῖν τοῦ τοιούτου μέρους, ἀλλὰ πολλάκις ἰδιώτου σχῆμα λαμβάνοντα καταμίγνυσθαι νύκτωρ εἰς τοὺς ὄχλους, καὶ πεῖραν αὐτῶν, ἣν ἔχουσιν ὑπὲρ τῆς ἀρχῆς, λαμβάνειν.τοὺς μὲν οὖν παντάπασιν ἐξαυθαδιζομένους πρὸς τὸ μὴ συμπεριφέρεσθαι τοῖς ἐπιτηδεύμασιν πάντας ἐπεξῄει τοὺς τρόπους, τὸ δʼ ἄλλο πλῆθος ὅρκοις ἠξίου πρὸς τὴν πίστιν ὑπάγεσθαι καὶ συνηνάγκαζεν ἐνώμοτον αὐτῷ τὴν εὔνοιαν ἦ μὴν διαφυλάξειν ἐπὶ τῆς ἀρχῆς ὁμολογεῖν.οἱ μὲν οὖν πολλοὶ κατὰ θεραπείαν καὶ δέος εἶκον οἷς ἠξίου, τοὺς δὲ φρονήματος μεταποιουμένους καὶ δυσχεραίνοντας ἐπὶ τῷ καταναγκάζεσθαι πάντα τρόπον ἐκποδὼν ἐποιεῖτο.συνέπειθεν δὲ καὶ τοὺς περὶ Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν καὶ τῶν ἐκείνοις συνδιατριβόντων τοὺς πλείστους ὀμνύειν· οἱ δʼ οὔτε συνεχώρησαν οὔθʼ ὁμοίως τοῖς ἀρνησαμένοις ἐκολάσθησαν ἐντροπῆς διὰ τὸν Πολλίωνα τυχόντες.ἀφείθησαν δὲ ταύτης τῆς ἀνάγκης καὶ οἱ παρʼ ἡμῖν Ἐσσαῖοι καλούμενοι· γένος δὲ τοῦτʼ ἔστιν διαίτῃ χρώμενον τῇ παρʼ Ἕλλησιν ὑπὸ Πυθαγόρου καταδεδειγμένῃ.περὶ τούτων μὲν οὖν ἐν ἄλλοις σαφέστερον διέξειμι. τοὺς δὲ Ἐσσηνοὺς ἀφʼ οἵας αἰτίας ἐτίμα μεῖζόν τι φρονῶν ἐπʼ αὐτοῖς ἢ κατὰ τὴν θνητὴν φύσιν, εἰπεῖν ἄξιον· οὐ γὰρ ἀπρεπὴς ὁ λόγος φανεῖται τῷ τῆς ἱστορίας γένει παραδηλῶν καὶ τὴν ὑπὲρ τούτων ὑπόληψιν.Ἦν τις τῶν Ἐσσηνῶν Μανάημος ὄνομα καὶ τἆλλα κατὰ τὴν προαίρεσιν τοῦ βίου καλοκαγαθίαν μαρτυρούμενος καὶ πρόγνωσιν ἐκ θεοῦ τῶν μελλόντων ἔχων. οὗτος ἔτι παῖδα τὸν Ἡρώδην εἰς διδασκάλου φοιτῶντα κατιδὼν βασιλέα Ἰουδαίων προσηγόρευσεν.ὁ δʼ ἀγνοεῖν ἢ κατειρωνεύεσθαι νομίζων αὐτὸν ἀνεμίμνησκεν ἰδιώτης ὤν. Μανάημος δὲ μειδιάσας ἠρέμα καὶ τύπτων τῇ χειρὶ κατὰ τῶν γλουτῶν ἀλλά τοι καὶ βασιλεύσεις, ἔφη, καὶ τὴν ἀρχὴν εὐδαιμόνως ἀπάξεις· ἠξίωσαι γὰρ ἐκ θεοῦ. καὶ μέμνησο τῶν Μαναήμου πληγῶν, ὥστε σοι καὶ τοῦτο σύμβολον εἶναι τῶν κατὰ τὴν τύχην μεταπτώσεων.ἄριστος γὰρ ὁ τοιοῦτος λογισμός, εἰ καὶ δικαιοσύνην ἀγαπήσειας καὶ πρὸς τὸν θεὸν εὐσέβειαν ἐπιείκειαν δὲ πρὸς τοὺς πολίτας· ἀλλʼ οὐ γὰρ οἶδά σε τοιοῦτον ἔσεσθαι τὸ πᾶν ἐπιστάμενος.εὐτυχίᾳ μὲν γὰρ ὅσον οὐκ ἄλλος διοίσεις καὶ τεύξῃ δόξης αἰωνίου, λήθην δʼ εὐσεβείας ἕξεις καὶ τοῦ δικαίου. ταῦτα δʼ οὐκ ἂν λάθοι τὸν θεὸν ἐπὶ τῇ καταστροφῇ τοῦ βίου τῆς ἀντʼ αὐτῶν ὀργῆς ἀπομνημονευομένης.τούτοις αὐτίκα μὲν ἥκιστα τὸν νοῦν προσεῖχεν ἐλπίδι λειπόμενος αὐτῶν Ἡρώδης, κατὰ μικρὸν δὲ ἀρθεὶς ἕως καὶ τοῦ βασιλεύειν καὶ εὐτυχεῖν ἐν τῷ μεγέθει τῆς ἀρχῆς μεταπέμπεται τὸν Μανάημον καὶ περὶ τοῦ χρόνου πόσον ἄρξει διεπυνθάνετο.Μανάημος δὲ τὸ μὲν σύμπαν οὐκ εἶπεν· ὡς δὲ σιωπῶντος αὐτοῦ, μόνον εἰ δέκα γενήσονται βασιλείας ἐνιαυτοὶ προσεπύθετο καὶ εἴκοσι καὶ τριάκοντα εἰπὼν τὸν ὅρον οὐκ ἐπέθηκε τῷ τέλει τῆς προθεσμίας, Ἡρώδης δὲ καὶ τούτοις ἀρκεσθεὶς τόν τε Μανάημον ἀφῆκεν δεξιωσάμενος καὶ πάντας ἀπʼ ἐκείνου τοὺς Ἐσσηνοὺς τιμῶν διετέλει.ταῦτα μὲν οὖν εἰ καὶ παράδοξα δηλῶσαι τοῖς ἐντυγχάνουσιν ἠξιώσαμεν καὶ περὶ τῶν παρʼ ἡμῖν ἐμφῆναι, διότι πολλοὶ διὰ τοιούτων ὑπὸ καλοκαγαθίας καὶ τῆς τῶν θείων ἐμπειρίας ἀξιοῦνται.Τότε δʼ οὖν ὀκτωκαιδεκάτου τῆς Ἡρώδου βασιλείας γεγονότος ἐνιαυτοῦ μετὰ τὰς προειρημένας πράξεις ἔργον οὐ τὸ τυχὸν ἐπεβάλετο, τὸν νεὼν τοῦ θεοῦ διʼ αὐτοῦ κατασκευάσασθαι μείζω τε τὸν περίβολον καὶ πρὸς ὕψος ἀξιοπρεπέστερον ἐγείρειν, ἡγούμενος ἁπάντων αὐτῷ τῶν πεπραγμένων περισημότερον, ὥσπερ ἦν, ἐκτελεσθήσεσθαι τοῦτο καὶ πρὸς αἰώνιον μνήμην ἀρκέσειν.οὐχ ἕτοιμον δὲ τὸ πλῆθος ἐπιστάμενος οὐδὲ ῥᾴδιον ἔσεσθαι πρὸς τὸ μέγεθος τῆς ἐπιχειρήσεως ἠξίου λόγῳ προκαταστησάμενος ἐγχειρῆσαι τῷ παντί, καὶ συγκαλέσας αὐτοὺς ἔλεγε τοιάδε·