οὐδὲ γὰρ ῥᾴδιον ἦν ἐπισχεῖν αὐτοὺς ἐν ἔθει τὸ λῃστεύειν πεποιημένους καὶ βίον οὐκ ἄλλοθεν ἔχοντας· οὔτε γὰρ πόλεις αὐτοῖς οὔτε κτήσεις ἀγρῶν, ὑποφυγαὶ δὲ κατὰ τῆς γῆς καὶ σπήλαια καὶ κοινὴ μετὰ τῶν βοσκημάτων δίαιτα. μεμηχάνηνται δὲ καὶ συναγωγὰς ὑδάτων καὶ προπαρασκευὰς σιτίων αἳ δύνανται πλεῖστον ἐξ ἀφανοῦς ἀντέχειν.αἵ γε μὴν εἴσοδοι στεναὶ καὶ καθʼ ἕνα παρερχομένων, τὰ δʼ ἔνδον ἀπίστως μεγάλα πρὸς εὐρυχωρίαν ἐξειργασμένων· τὸ δʼ ὑπὲρ τὰς οἰκήσεις ἔδαφος οὐχ ὑψηλόν, ἀλλʼ οἷον ἐξ ἐπιπέδου. πέτρα δὲ τὸ σύμπαν σκληρὰ καὶ δύσοδος, εἰ μὴ τρίβῳ χρῷτό τις ἐξ ὁδηγίας·οὐδὲ γὰρ αὗται κατʼ ὀρθὸν ἀλλὰ πολλὰς ἕλικας ἐξελίττονται. τούτοις ἐπειδὴ τῶν εἰς τοὺς πλησίον κακουργημάτων ἐκωλύοντο, καὶ κατʼ ἀλλήλων ἦν ὁ τῆς λῃστείας τρόπος, ὡς μηδὲν ἀνομίας ἐν τούτῳ λελεῖφθαι. λαβὼν δὲ τὴν χάριν Ἡρώδης παρὰ Καίσαρος καὶ παρελθὼν εἰς τὴν χώραν ὁδηγῶν ἐμπειρίᾳ τούς τε πονηρευομένους αὐτῶν κατέπαυσεν καὶ τοῖς πέριξ ἀδεῆ τὴν εἰρήνην παρέσχεν.Ὁ δὲ Ζηνόδωρος ἀχθόμενος πρῶτον μὲν ἐπὶ τῇ τῆς ἐπαρχίας ἀφαιρέσει, μᾶλλον δὲ καὶ φθόνῳ τὴν ἀρχὴν Ἡρώδου μετειληφότος, ἀνῆλθεν εἰς Ῥώμην κατηγορήσων αὐτοῦ. κἀκεῖνος μὲν ἄπρακτος ἀναστρέφει.πέμπεται δʼ Ἀγρίππας τῶν πέραν Ἰονίου διάδοχος Καίσαρι· καὶ τούτῳ περὶ Μιτυλήνην χειμάζοντι συντυχὼν Ἡρώδης, ἦν γὰρ εἰς τὰ μάλιστα φίλος καὶ συνήθης, πάλιν εἰς τὴν Ἰουδαίαν ἀνέστρεφεν.Γαδαρέων δέ τινες ἐπʼ Ἀγρίππαν ἦλθον κατηγοροῦντες αὐτοῦ, καὶ τούτους ἐκεῖνος οὐδὲ λόγον αὐτοῖς δοὺς ἀναπέμπει τῷ βασιλεῖ δεσμίους. οἵ τε Ἄραβες καὶ πάλαι δυσμενῶς ἔχοντες πρὸς τὴν ἀρχὴν τὴν Ἡρώδου διεκεκίνηντο καὶ στασιάζειν ἐπεχείρουν αὐτῷ τὰ πράγματα τότε καὶ μετʼ αἰτίας, ὡς ἐδόκουν, εὐλογωτέρας·ὁ γὰρ Ζηνόδωρος ἀπογινώσκων ἤδη τῶν καθʼ αὑτὸν ἔφθη τῆς ἐπαρχίας μέρος τι τὴν Αὐρανῖτιν αὐτοῖς ἀποδόσθαι ταλάντων πεντήκοντα. ταύτης ἐμπεριεχομένης τῇ δωρεᾷ Καίσαρος ὡς μὴ δικαίως ἀφαιρούμενοι διημφισβήτουν, πολλάκις μὲν ταῖς καταδρομαῖς καὶ τῷ βιάζεσθαι θέλειν, ἄλλοτε δὲ καὶ πρὸς δικαιολογίαν ἰόντες.ἀνέπειθον δὲ καὶ τοὺς ἀπόρους τῶν στρατιωτῶν καὶ δυσμενεῖς, ἦσαν δʼ ἐπελπίζοντες ἀεὶ καὶ πρὸς τὸν νεωτερισμὸν ἐνδιδόντες, ᾧ μάλιστα χαίρουσιν οἱ κακῶς πράττοντες τῷ βίῳ. ταῦτα δὲ ἐκ μακροῦ πραττόμενα γινώσκων Ἡρώδης ὅμως οὐκ εἰς τὸ δυσμενές, ἀλλʼ ἐξ ἐπιλογισμοῦ παρηγόρει ταῖς ταραχαῖς οὐκ ἀξιῶν ἀφορμὰς ἐνδιδόναι.Ἤδη δʼ αὐτοῦ τῆς βασιλείας ἑπτακαιδεκάτου προελθόντος ἔτους Καῖσαρ εἰς Συρίαν ἀφίκετο. καὶ τότε τῶν Γάδαρα κατοικούντων οἱ πλεῖστοι κατεβόων Ἡρώδου βαρὺν αὐτὸν ἐν τοῖς ἐπιτάγμασιν καὶ τυραννικὸν εἶναι.ταῦτα δὲ ἀπετόλμων μάλιστα μὲν ἐγκειμένου καὶ διαβάλλοντος αὐτὸν Ζηνοδώρου καὶ παρασχόντος ὅρκους, ὡς οὐκ ἐγκαταλείψει μὴ πάντα τρόπον ἀφελέσθαι μὲν τῆς Ἡρώδου βασιλείας, προσθήσειν δὲ τῇ διοικήσει τῇ Καίσαρος.τούτοις ἀναπεισθέντες οἱ Γαδαρεῖς οὐ μικρὰν καταβοὴν ἐποιήσαντο θράσει τοῦ μηδὲ τοὺς ὑπὸ Ἀγρίππα παραδοθέντας ἐν τιμωρίᾳ γενέσθαι διιέντος Ἡρώδου καὶ μηδὲν κακὸν εἰργασμένου· καὶ γὰρ εἴ τις καὶ ἄλλος ἐδόκει δυσπαραίτητος μὲν ἐπὶ τοῖς οἰκείοις, μεγαλόψυχος δὲ ἐπὶ τοῖς ἀλλοτρίοις ἁμαρτόντας ἀφιέναι.κατηγορούντων οὖν ὕβρεις καὶ ἁρπαγὰς καὶ κατασκαφὰς ἱερῶν ὁ μὲν Ἡρώδης ἀταρακτήσας ἕτοιμος ἦν εἰς τὴν ἀπολογίαν, ἐδεξιοῦτο δὲ Καῖσαρ αὐτὸν οὐδὲν ὑπὸ τῆς ταραχῆς τοῦ πλήθους μεταβαλὼν τῆς εὐνοίας.καὶ κατὰ μὲν τὴν πρώτην ἡμέραν οἱ περὶ τούτων ἐρρέθησαν λόγοι, ταῖς δʼ ἑξῆς οὐ προῆλθεν ἡ διάγνωσις· οἱ γὰρ Γαδαρεῖς ὁρῶντες τὴν ῥοπὴν αὐτοῦ τε Καίσαρος καὶ τοῦ συνεδρίου καὶ προσδοκήσαντες ὅπερ ἦν εἰκὸς ἐκδοθήσεσθαι τῷ βασιλεῖ, κατὰ φόβον αἰκίας οἱ μὲν ἀπέσφαττον αὑτοὺς ἐν τῇ νυκτί, τινὲς δὲ καθʼ ὕψους ἠφίεσαν, ἄλλοι δʼ εἰς τὸν ποταμὸν ἐμπίπτοντες ἑκοντὶ διεφθείροντο.ταῦτα δὲ ἐδόκει κατάγνωσις τῆς προπετείας καὶ ἁμαρτίας, ἔνθεν οὐδὲ μελλήσας ὁ Καῖσαρ ἀπέλυεν τῶν αἰτιῶν Ἡρώδην. ἐπισυμπίπτει δὲ οὐ μέτριον εὐτύχημα τοῖς ἤδη γεγονόσιν· ὁ γὰρ Ζηνόδωρος ῥαγέντος αὐτῷ τοῦ σπλάγχνου καὶ πολλοῦ κατὰ τὴν ἀσθένειαν ὑποχωροῦντος αἵματος ἐν Ἀντιοχείᾳ τῆς Συρίας ἐκλείπει τὸν βίον.Καῖσαρ δὲ καὶ τὴν τούτου μοῖραν οὐκ ὀλίγην οὖσαν Ἡρώδῃ δίδωσιν, ἣ μεταξὺ τοῦ Τράχωνος ἦν καὶ τῆς Γαλιλαίας, Οὐλάθαν καὶ Πανιάδα καὶ τὴν πέριξ χώραν. ἐγκαταμίγνυσιν δʼ αὐτὴν τοῖς ἐπιτροπεύουσιν τῆς Συρίας ἐντειλάμενος μετὰ τῆς ἐκείνου γνώμης τὰ πάντα ποιεῖν.τό τε σύνολον εἰς τοῦτο προῆλθεν εὐτυχίας, ὥστε δύο τούτων τὴν ἀρχὴν Ῥωμαίων διεπόντων τοσήνδε τὸ μέγεθος οὖσαν, Καίσαρος καὶ μετʼ αὐτὸν Ἀγρίππου, κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν Καῖσαρ μὲν οὐδένα μετὰ Ἀγρίππαν Ἡρώδου προετίμησεν, Ἀγρίππας δὲ μετὰ Καίσαρα πρῶτον ἀπεδίδου φιλίας τόπον Ἡρώδῃ.τοσαύτης δὲ ἐχόμενος παρρησίας τῷ μὲν ἀδελφῷ Φερώρᾳ παρὰ Καίσαρος ᾐτήσατο τετραρχίαν αὐτὸς ἀπονείμας ἐκ τῆς βασιλείας πρόσοδον ἑκατὸν ταλάντων, ὡς εἰ καί τι πάσχοι, τὰ κατʼ ἐκεῖνον ἀσφαλῶς ἔχειν καὶ μὴ τοὺς υἱεῖς αὐτῆς κρατεῖν.