τὸ δὲ σύμπαν ἀμήτου περὶ τὴν γῆν ὑποφανέντος οὐκ ἔλαττον ἢ πέντε μυριάδας ἀνθρώπων, οὓς αὐτὸς ἔθρεψεν καὶ περιεποίησεν, εἰς τὴν χώραν διέπεμψεν, καὶ τοῦτον τὸν τρόπον κακωθεῖσαν αὐτῷ τὴν βασιλείαν ὑπὸ πάσης φιλοτιμίας καὶ σπουδῆς ἀναλαβὼν οὐχ ἥκιστα καὶ τοὺς πέριξ ἐν ταῖς αὐταῖς κακοπαθείαις ὄντας ἐπεκούφισεν.οὐ γὰρ ἔσθʼ ὅστις ὑπὸ χρείας ἐντυχὼν ἀπελείφθη μὴ βοήθειαν εὕρασθαι κατὰ τὴν ἀξίαν. ἀλλὰ καὶ δῆμοι καὶ πόλεις καὶ τῶν ἰδιωτῶν ὅσοις ἀπορία διὰ τὸ πλειόνων προΐστασθαι συνετύγχανεν, ἐπʼ αὐτὸν καταφεύγοντες ἔσχον ὧν ἐδεήθησαν,ὥστε γενέσθαι λογιζομένων τοὺς μὲν ἔξω τῆς ἀρχῆς δοθέντας σίτου κόρους μυρίους, ὁ δὲ κόρος δύναται μεδίμνους Ἀττικοὺς δέκα, τοὺς δʼ εἰς αὐτὴν τὴν βασιλείαν περὶ ὀκτάκις μυρίους.ταύτην δʼ αὐτοῦ τὴν ἐπιμέλειαν καὶ τὴν τῆς χάριτος εὐκαιρίαν οὕτως ἐν αὐτοῖς τε τοῖς Ἰουδαίοις ἰσχῦσαι συνέβη καὶ διαβοηθῆναι παρὰ τοῖς ἄλλοις, ὥστε τὰ μὲν πάλαι μίση κινηθέντα διὰ τὸ παραχαράττειν ἔνια τῶν ἐθῶν καὶ τῆς βασιλείας ἐξαιρεθῆναι καὶ τοῦ παντὸς ἔθνους, ἀντικατάλλαγμα δὲ φαίνεσθαι τὴν ἐν τῇ βοηθείᾳ τῶν δεινοτάτων φιλοτιμίαν.εὔκλεια δὲ καὶ παρὰ τῶν ἔξωθεν ἦν, καὶ δοκεῖ τὰ δυσχερῆ συμβῆναι μὲν αὐτῷ μείζω λόγου, κακώσαντα δὲ τὴν βασιλείαν οὐχ ἥκιστα πρὸς εὐδοξίαν ὠφελῆσαι· τὸ γὰρ ἐν ταῖς ἀπορίαις μεγαλόψυχον παρὰ δόξαν ἐπιδειξάμενος ἀντιμετέστησε τοὺς πολλούς, ὡς ἐξ ὑπαρχῆς δοκεῖν οὐχ οἷον ἡ πεῖρα τῶν πάλαι γεγενημένων, ἀλλʼ οἷον ἡ μετὰ τῆς χρείας ἐπιμέλεια παρεστήσατο.Περὶ δὲ τὸν χρόνον ἐκεῖνον καὶ συμμαχικὸν ἔπεμψεν Καίσαρι πεντακοσίους ἐπιλέκτους τῶν σωματοφυλάκων, οὓς Γάλλος Αἴλιος ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν ἦγεν εἰς πολλὰ χρησίμους αὐτῷ γενομένους.πάλιν οὖν αὐτῷ τῶν πραγμάτων πρὸς ἐπίδοσιν εὐθηνουμένων βασίλειον ἐξῳκοδόμει περὶ τὴν ἄνω πόλιν ὑπερμεγέθεις οἴκους ἐγείρων καὶ κόσμῳ κατασκευάζων πολυτελεστάτῳ χρυσοῦ καὶ λίθων καὶ περιαλειμμάτων ὡς ἕκαστον αὐτῶν κλισίας μὲν ἔχειν παμπόλλους ἄνδρας ὑποδέχεσθαι κατὰ μέτρα δὲ καὶ τὰς προσηγορίας· ὁ μὲν γὰρ Καίσαρος, ὁ δὲ Ἀγρίππα κέκλητο.προσέλαβεν δὲ καὶ γάμον αὐτῷ κινηθεὶς ἐξ ἐρωτικῆς ἐπιθυμίας μηδένα τοῦ κατὰ τὴν οἰκείαν ἡδονὴν ζῆν ὑπολογισμὸν ποιούμενος. ἀρχὴ δʼ αὐτῷ τῶν γάμων ἐγένετο τοιάδε·Σίμων ἦν Ἱεροσολυμίτης υἱὸς Βοηθοῦ τινος Ἀλεξανδρέως, ἱερεὺς ἐν τοῖς γνωρίμοις, εἶχεν δὲ θυγατέρα καλλίστην τῶν τότε νομιζομένην.ὄντος οὖν λόγου παρὰ τοῖς Ἱεροσολυμίταις αὐτῆς τὸ μὲν πρῶτον ὑπὸ τῆς ἀκοῆς τὸν Ἡρώδη κεκινῆσθαι συνέβαινεν, ὡς δὲ καὶ θεασάμενον ἡ τῆς παιδὸς ἐξέπληξεν ὥρα, τὸ μὲν ἀπʼ ἐξουσίας χρώμενον διατελεῖν ἅπαν ἀπεδοκίμαζεν ὑποπτεύων ὅπερ ἦν, εἰς βίαν καὶ τυραννίδα διαβληθήσεσθαι, βέλτιον δʼ ᾤετο γάμῳ τὴν κόρην λαβεῖν.καὶ τοῦ Σίμωνος ὄντος ἀδοξοτέρου μὲν ἢ πρὸς οἰκειότητα, μείζονος δὲ ἢ καταφρονεῖσθαι, τὸν ἐπιεικέστερον τρόπον μετῄει τὴν ἐπιθυμίαν αὔξων αὐτοὺς καὶ τιμιωτέρους ἀποφαίνων· αὐτίκα γοῦν Ἰησοῦν μὲν τὸν τοῦ Φοαβιτος ἀφαιρεῖται τὴν ἀρχιερωσύνην, Σίμωνα δὲ καθίστησιν ἐπὶ τῆς τιμῆς καὶ τὸ κῆδος πρὸς αὐτὸν συνάπτεται.Τελεσθέντος δʼ αὐτῷ τοῦ γάμου προσκατεσκευάσατο φρούριον ἐπὶ τῶν τόπων, ἐν οἷς ἐνίκα Ἰουδαίους, ὅτε τῆς ἀρχῆς ἐκπεσόντος Ἀντίγονος ἐπὶ τῶν πραγμάτων ἦν.τοῦτο δὲ τὸ φρούριον ἀπέχει μὲν Ἱεροσολύμων περὶ ἑξήκοντα σταδίους, φύσει δὲ ἐχυρὸν καὶ πρὸς κατασκευὴν ἐπιτηδειότατόν ἐστιν ἐγγὺς ἐπιεικῶς κολωνὸς εἰς ὕψος ἀνιὼν χειροποίητον, ὡς εἶναι μαστοειδὴς τὴν περιφοράν, διείληπται δὲ κυκλοτερέσι πύργοις ὀρθίαν ἔχων ἄνοδον ξεσταῖς βαθμίσιν ἐξῳκοδομημένην εἰς διακοσίους. ἐντὸς δʼ αὐτοῦ καταγωγαὶ βασίλειοι πολυτελεῖς εἰς ἀσφάλειαν ὁμοῦ καὶ κόσμον πεποιημέναι·περὶ δὲ τὴν βάσιν τοῦ λόφου διατριβαὶ κατασκευῆς ἀξιοθεάτου τά τε ἄλλα καὶ τῆς εἰσαγωγῆς τῶν ὑδάτων, οὐ γὰρ οὗτος ὁ τόπος ἔσχηκεν, ἐκ μακροῦ καὶ διὰ πλειόνων ἀναλωμάτων πεποιημένης. τὰ δʼ ἐπίπεδα περιῳκοδόμηται πόλις οὐδεμιᾶς ἐλάσσων τὸν λόφον ἀκρόπολιν ἔχουσα τῆς ἄλλης οἰκήσεως.Πάντων δʼ αὐτῷ προκεχωρηκότων εἰς δέον ὧν ἠλπίκει τὰς μὲν ἐν αὐτῇ τῇ βασιλείᾳ ταραχὰς οὐδʼ ὁπωσοῦν διʼ ὑποψίας εἶχεν ἑκατέρωθεν ὑπηκόους παραστησάμενος, φόβῳ μὲν ὧν ἀπαραίτητος εἰς τὰς τιμωρίας, τὴν ἐπιμέλειαν δὲ ὧν μεγαλόψυχος ἐν ταῖς περιπετείαις εὑρίσκετο.περιεβάλλετο δὲ τὴν ἔξωθεν ἀσφάλειαν ὥσπερ ἐπιτείχισμα καὶ τοῦτο τοῖς ἀρχομένοις ποιούμενος· πόλεσίν τε γὰρ ὡμίλει δεξιῶς καὶ φιλανθρώπως καὶ τοὺς δυνάστας ἐθεράπευεν εὐκαιρίαις ὧν ἑκάστους ἐδωρεῖτο μείζους τὰς χάριτας ἐμποιῶν καὶ τὸ μεγαλόψυχον φύσει πρὸς τὴν βασιλείαν εὐπρεπὲς ἔχων, ὥστʼ αὐτῷ πάντα διὰ πάντων αὔξεσθαι πρὸς τὸ πλεῖον ἀεὶ προχωρούντων.ὑπὸ δὲ τῆς εἰς τοῦτο φιλοτιμίας καὶ τῆς θεραπείας, ἣν ἐθεράπευεν Καίσαρα καὶ Ῥωμαίων τοὺς πλεῖστον δυναμένους, ἐκβαίνειν τῶν ἐθῶν ἠναγκάζετο καὶ πολλὰ τῶν νομίμων παραχαράττειν, πόλεις τε κτίζων ὑπὸ φιλοτιμίας καὶ ναοὺς ἐγείρων, οὐκ ἐν τῇ τῶν Ἰουδαίων,