ἔν τε τῷ μεγάλῳ πεδίῳ τῶν ἐπιλέκτων ἱππέων περὶ αὐτὸν ἀποκληρώσας χωρίον συνέκτισεν ἐπί τε τῇ Γαλιλαίᾳ Γάβα καλούμενον καὶ τῇ Περαίᾳ τὴν Ἐσεβωνῖτιν.ταῦτα μὲν οὖν ἐν τοῖς κατὰ μέρος αἰεί τι πρὸς ἀσφάλειαν ἐπεξευρίσκων καὶ διαλαμβάνων φυλακαῖς τὸ πᾶν ἔθνος, ὡς ἥκιστα μὲν ἀπʼ ἐξουσίας εἰς ταραχὰς προπίπτειν, αἷς καὶ μικροῦ κινήματος ἐγγενομένου συνεχὲς ἐχρῶντο, λανθάνειν δὲ μηδʼ εἰ παρακινοῖεν ἐφεστηκότων αἰεί τινων πλησίον, οἳ καὶ γινώσκειν καὶ κωλύειν ἐδύναντο.τότε δὲ τὴν Σαμάρειαν ὡρμημένος τειχίζειν πολλοὺς μὲν τῶν συμμαχησάντων αὐτῷ κατὰ τοὺς πολέμους, πολλοὺς δὲ τῶν ὁμόρων συμπολίζειν ἐπετήδευεν, ὑπό τε φιλοτιμίας τοῦ νέον ἐγείρειν καὶ διʼ αὐτοῦ πρότερον οὐκ ἐν ταῖς ἐπισήμοις οὖσαν, καὶ μᾶλλον ὅτι πρὸς ἀσφάλειαν αὐτῷ τὸ φιλότιμον ἐπετηδεύετο, τήν τε προσηγορίαν ὑπήλλαττε Σεβαστὴν καλῶν καὶ τῆς χώρας ἀρίστην οὖσαν τὴν πλησίον κατεμέριζεν τοῖς οἰκήτορσιν, ὡς εὐθὺς ἐν εὐδαιμονίᾳ συνιόντας οἰκεῖν,καὶ τείχει καρτερῷ τὴν πόλιν περιέβαλεν τό τε τοῦ χωρίου πρόσαντες εἰς ἐρυμνότητα κατασκευαζόμενος καὶ μέγεθος οὐχ ὡς τὸ πρῶτον ἀλλʼ ὥστε μηδὲν ἀποδεῖν τῶν ἐλλογιμωτάτων πόλεων περιλαμβάνων· στάδιοι γὰρ ἦσαν εἴκοσιν.ἐντὸς δὲ καὶ κατὰ μέσην τριῶν ἡμισταδίων τέμενος ἀνῆκεν παντοίως κεκοσμημένον καὶ ναὸν ἐν αὐτῷ μεγέθει καὶ κάλλει τῶν ἐλλογιμωτάτων ἤγειρεν, ἔν τε τοῖς κατὰ μέρος διὰ πάντων ἐκόσμει τὴν πόλιν, τὸ μὲν ἀναγκαῖον τῆς ἀσφαλείας ὁρῶν καὶ τῇ τῶν περιβόλων ἐρυμνότητι φρούριον αὐτὴν ποιούμενος ἐπὶ τῇ μείζονι, τὸ δʼ εὐπρεπὲς ὡς ἂν ἐκ τοῦ φιλοκαλεῖν καὶ μνημεῖα φιλανθρωπίας ἀπολιπεῖν ἐν ὑστέρῳ.Κατὰ τοῦτον μὲν οὖν τὸν ἐνιαυτὸν τρισκαιδέκατον ὄντα τῆς Ἡρώδου βασιλείας πάθη μέγιστα τὴν χώραν ἐπέλαβεν, εἴτε δὴ τοῦ θεοῦ μηνίσαντος ἢ καὶ κατὰ περιόδους οὕτως ἀπαντήσαντος τοῦ κακοῦ·πρῶτον μὲν γὰρ αὐχμοὶ διηνεκεῖς ἐγένοντο, καὶ διὰ τὸ τοιοῦτον ἄκαρπος ἡ γῆ μηδʼ ὅσα κατʼ αὐτὴν ἀναβλαστάνειν, ἔπειτα καὶ τῆς διαίτης κατὰ τὴν ἔνδειαν τῶν σιτίων ἐξαλλαττομένης νόσοι τῶν σωμάτων καὶ πάθος ἤδη λοιμικὸν ἐκράτει, διηνεκῶς ἀντεφοδιαζομένων αὐτοῖς τῶν κακῶν.τό τε γὰρ ἠπορῆσθαι θεραπείας καὶ τροφῆς ἐπέτεινεν εἰς πλέον ἀρξαμένην ἰσχυρῶς τὴν λοιμώδη νόσον ἥ τε φθορὰ τῶν οὕτως ἀπολλυμένων ἀφῃρεῖτο καὶ τοὺς περιόντας εὐθυμίας, ἐπεὶ προσαρκεῖν ταῖς ἀπορίαις ἐξ ἐπιμελείας οὐκ ἐδύναντο.φθαρέντων γε μὴν τῶν ἐπʼ ἔτος καρπῶν καὶ τῶν ὅσοι πρότερον ἀπέκειντο δεδαπανημένων, οὐδὲν εἰς ἐλπίδα χρηστὴν ὑπελείπετο μᾶλλον ἢ κατὰ προσδοκίαν ἐπιτείνοντος τοῦ κακοῦ καὶ οὐδὲ κατʼ ἐκεῖνον τὸν ἐνιαυτὸν μόνον, ὥστʼ αὐτοῖς εἶναι μὲν οὐδὲν ὑπόλοιπον, ἀπολωλέναι δὲ καὶ τῶν περιόντων τὰ σπέρματα μηδὲ τὸ δεύτερον ἀνείσης τῆς γῆς.ἥ τε ἀνάγκη πολλὰ διὰ τὰς χρείας ἐκαινούργει. καὶ τὰς ἀπορίας οὐκ ἐλάττους εἶναι συνέβαινεν αὐτῷ τῷ βασιλεῖ, τῶν τε φόρων, οὓς ἐλάμβανεν ἀπὸ τῆς γῆς, ἀφῃρημένῳ καὶ τὰ χρήματα δεδαπανηκότι πρὸς φιλοτιμίαν ὧν τὰς πόλεις ἐπεσκεύαζεν.ἦν δὲ οὐδὲν ὅ τι καὶ βοηθείας ἄξιον ἐδόκει προκατειληφότος τοῦ κακοῦ καὶ μῖσος εἰς αὐτὸν ἐκ τῶν ἀρχομένων· τὸ γὰρ οὐκ εὖ πράττειν φιλαίτιον αἰεὶ κατὰ τῶν προεστηκότων.Ἐν τοιούτοις διενοεῖτο βοηθεῖν τῷ καιρῷ· χαλεπὸν δʼ ἦν οὔτε τῶν πλησίον ἐχόντων ἀποδόσθαι σιτία τῷ μηδʼ αὐτοὺς ἐλάττω πεπονθέναι, χρημάτων τε οὐκ ὄντων, εἰ καὶ δυνατὸν ὀλίγων ἐπὶ πολλοῖς εὐπορηθῆναι.καλῶς μέντοι νομίζων ἔχειν πάντως εἰς τὴν βοήθειαν μὴ ἀμελεῖν, τὸν ὄντα κόσμον ἐν τοῖς βασιλείοις αὐτοῦ συνέκοψεν ἀργύρου καὶ χρυσοῦ, μήτε τῆς ἐν ταῖς κατασκευαῖς ἐπιμελείας μήτʼ εἴ τι τέχνῃ τίμιον ἦν τούτου φεισάμενος.ἔπεμπε δʼ ἐπʼ Αἰγύπτου τὰ χρήματα Πετρωνίου τὴν ἐπαρχίαν ἀπὸ Καίσαρος εἰληφότος. οὗτος οὐκ ὀλίγων ἐπʼ αὐτὸν καταπεφευγότων διὰ τὰς αὐτὰς χρείας, ἰδίᾳ τε φίλος ὢν Ἡρώδῃ καὶ διασώσασθαι θέλων τοὺς ὑπʼ αὐτῷ, πρώτοις μὲν ἔδωκεν ἐξάγειν τὸν σῖτον, εἰς ἅπαντα δὲ κατὰ τὴν ὠνὴν καὶ τὸν ἔκπλουν συνήργησεν, ὡς μέγα μέρος ἢ τὸ πᾶν γενέσθαι ταύτης τῆς βοηθείας.ὁ γὰρ Ἡρώδης, τούτων ἀφικομένων ἐν ἀφορμῇ τὴν ἐπιμέλειαν τὴν αὐτοῦ προστιθεὶς οὐ μόνον ἀντιμετέστησεν τὰς γνώμας τῶν πρότερον χαλεπῶς ἐχόντων, ἀλλὰ καὶ μεγίστην ἐποιήσατο τὴν ἐπίδειξιν τῆς εὐνοίας καὶ τῆς προστασίας.πρῶτον μὲν γὰρ ὅσοις οἷόν τε διʼ αὐτῶν τὰ περὶ τὰς τροφὰς ἐκπονεῖν ἔνειμε τοῦ σίτου τὴν ἔκταξιν ἀκριβεστάτην ποιούμενος, ἔπειτα πολλῶν ὄντων, οἳ κατὰ γῆρας ἤ τινα προσοῦσαν ἄλλην ἀσθένειαν οὐχ ἱκανῶς εἶχον αὐτοῖς παρασκευάζειν τὰ σιτία, προυνόει καταστήσας ἀρτοποιοὺς καὶ παρέχων ἑτοίμας τὰς τροφάς.ἐπιμέλειαν δὲ καὶ τοῦ μὴ διαχειμάσαι μετὰ κινδύνων αὐτοὺς ἐποιήσατο συγκατειληφυίας καὶ τῆς περὶ τὰς ἐσθῆτας ἀπορίας, ἐφθαρμένων καὶ παντάπασιν ἐξαναλωθέντων τῶν βοσκημάτων, ὡς οὔτε ἐρίων εἶναι χρῆσιν οὔτε τῶν ἄλλων σκεπασμάτων.ἐκπορισθέντων δὲ αὐτῷ καὶ τούτων ταῖς πλησίον ἤδη πόλεσιν ἐπεβάλλετο τὰς ὠφελείας παρέχειν σπέρματα τοῖς ἐν Συρίᾳ διαδούς. καὶ τοῦτʼ ὤνησεν οὐχ ἧττον αὐτὸν εὐστοχηθείσης εἰς εὐφορίαν τῆς χάριτος, ὡς ἅπασιν ἱκανὰ τὰ περὶ τὰς τροφὰς γενέσθαι.