Χρόνου δὲ διελθόντος ἐπισυνέβη τὴν Σαλώμην στασιάσαι πρὸς τὸν Κοστόβαρον, καὶ πέμπει μὲν εὐθὺς αὐτῷ γραμμάτιον ἀπολυομένη τὸν γάμον οὐ κατὰ τοὺς Ἰουδαίων νόμους· ἀνδρὶ μὲν γὰρ ἔξεστιν παρʼ ἡμῖν τοῦτο ποιεῖν, γυναικὶ δὲ οὐδὲ διαχωρισθείσῃ καθʼ αὑτὴν γαμηθῆναι μὴ τοῦ πρότερον ἀνδρὸς ἐφιέντος.οὐ μὴν ἡ Σαλώμη τὸν ἐγγενῆ νόμον, ἀλλὰ τὸν ἀπʼ ἐξουσίας ἑλομένη τήν τε συμβίωσιν προαπηγόρευσεν καὶ πρὸς τὸν ἀδελφὸν Ἡρώδην ἔλεγεν ὑπὸ τῆς εἰς ἐκεῖνον εὐνοίας ἀποστῆναι τἀνδρός· ἐγνωκέναι γὰρ αὐτὸν μετʼ Ἀντιπάτρου καὶ Λυσιμάχου καὶ Δοσιθέου νεωτέρων ἐφιέμενον. καὶ πίστιν παρεῖχεν τοῦ λόγου τοὺς Σάββα παῖδας, ὅτι διασώζοιντο παρʼ αὐτῷ χρόνον ἐνιαυτῶν ἤδη δεκαδύο.τοῦτο δὲ εἶχεν οὕτως καὶ πολλὴν ἔκπληξιν ἐνεποίησεν τῷ βασιλεῖ παρʼ ἐλπίδας ἀκουσθέν, ἐκεκίνητό τε μᾶλλον ἐπὶ τῷ παραδόξῳ τοῦ λόγου· τὰ γὰρ περὶ τοὺς Σάββα παῖδας ἐσπουδάσθη μὲν αὐτῷ πρότερον ἐπεξελθεῖν αὐτοὺς δυσμενεῖς γενομένους τῇ διαθέσει, τότε δὲ διὰ τὸ μῆκος τοῦ χρόνου καὶ τῆς μνήμης ἐξεληλύθεσαν.ἡ δὲ ἔχθρα πρὸς αὐτοὺς καὶ τὸ μῖσος ἀπὸ τοιούτων ἦν· Ἀντιγόνου τὴν βασιλείαν ἔχοντος Ἡρώδης μὲν ἐπολιόρκει δυνάμει τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν, ὑπὸ δὲ χρείας κακῶν, ὅσα τοῖς πολιορκουμένοις παρίσταται, πλείους ἦσαν οἱ τὸν Ἡρώδην ἐπικαλούμενοι καὶ πρὸς ἐκεῖνον ἀπονεύοντες ἤδη ταῖς ἐλπίσιν.ὄντες δὲ ἐπʼ ἀξιώματος οἱ τοῦ Σάββα παῖδες καὶ παρὰ τῷ πλήθει δυνατοί, πιστοὶ διετέλουν Ἀντιγόνῳ τόν τε Ἡρώδην διέβαλλον ἀεὶ καὶ συμφυλάττειν τοῖς βασιλεῦσιν τὴν ἐκ γένους ἀρχὴν προύτρεπον. ἐκεῖνοι μὲν οὖν ἅμα καὶ συμφέρειν αὐτὰ νομίζοντες ἐπὶ τοιούτων ἐπολιτεύοντο.τῆς δὲ πόλεως ἁλισκομένης καὶ κρατοῦντος τῶν πραγμάτων Ἡρώδου Κοστόβαρος ἀποδειχθεὶς τὰς διεκβολὰς ἀναφράττειν καὶ φρουρεῖν τὴν πόλιν, ὡς μὴ διαπίπτειν ἐξ αὐτῆς τοὺς ὑπόχρεως τῶν πολιτῶν ἢ τἀναντία τῷ βασιλεῖ πολιτευομένους, εἰδὼς ἐν ὑπολήψει καὶ τιμῇ τοὺς Σάββα τῷ παντὶ πλήθει καὶ νομίζων μέγα μέρος αὐτῷ γενήσεσθαι πρὸς τὰς μεταβολὰς τῶν πραγμάτων τὴν ἐκείνων σωτηρίαν ὑπεξέθετο καὶ κατέκρυψεν ἐν οἰκείοις χωρίοις.καὶ τότε μὲν Ἡρώδην, διεληλύθει γὰρ ἡ τῆς ἀληθείας ὑποψία, πιστωσάμενος ὅρκοις ἦ μὴν οὐδὲν εἰδέναι τῶν κατʼ ἐκείνους ἀφεῖτο τῆς ὑπονοίας. αὖθις δὲ κηρύγματα καὶ μήνυτρα τοῦ βασιλέως ἐκτιθέντος καὶ πάντα τρόπον ἐρεύνης ἐπινοοῦντος οὐκ ἦλθεν εἰς ὁμολογίαν, ἀλλὰ τῷ τὸ πρῶτον ἔξαρνος γενέσθαι τὸ φωραθῆναι τοὺς ἄνδρας οὐκ ἀνυποτίμητον αὐτῷ πεπεισμένος οὐ μόνον ἐκ τῆς εὐνοίας, ἀλλὰ καὶ τῆς ἀνάγκης ἤδη τοῦ λανθάνειν αὐτοὺς περιείχετο.περὶ τούτων ἐξαγγελθέντων αὐτῷ διὰ τῆς ἀδελφῆς ὁ βασιλεὺς πέμψας εἰς τοὺς τόπους, ἐν οἷς διατρίβειν ἐμηνύθησαν, ἐκείνους τε καὶ τοὺς συγκαταιτιαθέντας ἀπέκτεινεν, ὥστʼ εἶναι μηδὲν ὑπόλοιπον ἐκ τῆς Ὑρκανοῦ συγγενείας, ἀλλὰ τὴν βασιλείαν αὐτεξούσιον αὐτῷ μηδενὸς ὄντος ἐπʼ ἀξιώματος ἐμποδὼν ἵστασθαι τοῖς παρανομουμένοις.Διὰ τοῦτο καὶ μᾶλλον ἐξέβαινεν τῶν πατρίων ἐθῶν καὶ ξενικοῖς ἐπιτηδεύμασιν ὑποδιέφθειρεν τὴν πάλαι κατάστασιν ἀπαρεγχείρητον οὖσαν, ἐξ ὧν οὐ μικρὰ καὶ πρὸς τὸν αὖθις χρόνον ἠδικήθημεν ἀμεληθέντων ὅσα πρότερον ἐπὶ τὴν εὐσέβειαν ἦγεν τοὺς ὄχλους·πρῶτον μὲν γὰρ ἀγῶνα πενταετηρικὸν ἀθλημάτων κατεστήσατο Καίσαρι καὶ θέατρον ἐν Ἱεροσολύμοις ᾠκοδόμησεν, αὖθίς τʼ ἐν τῷ πεδίῳ μέγιστον ἀμφιθέατρον, περίοπτα μὲν ἄμφω τῇ πολυτελείᾳ, τοῦ δὲ κατὰ τοὺς Ἰουδαίους ἔθους ἀλλότρια· χρῆσίς τε γὰρ αὐτῶν καὶ θεαμάτων τοιούτων ἐπίδειξις οὐ παραδίδοται.τὴν μέντοι πανήγυριν ἐκεῖνος ἐπιφανεστάτην τὴν τῆς πενταετηρίδος συνετέλει καταγγείλας τε τοῖς πέριξ καὶ συγκαλῶν ἀπὸ τοῦ παντὸς ἔθνους. οἱ δʼ ἀθληταὶ καὶ τὰ λοιπὰ τῶν ἀγωνισμάτων ἀπὸ πάσης γῆς ἐκαλοῦντο κατʼ ἐλπίδα τῶν προκειμένων καὶ τῆς νίκης εὐδοξίᾳ, συνελέγησάν τε οἱ κορυφαιότατοι τῶν ἐν τοῖς ἐπιτηδεύμασιν·οὐ γὰρ μόνον τοῖς περὶ τὰς γυμνικὰς ἀσκήσεις, ἀλλὰ καὶ τοῖς ἐν τῇ μουσικῇ διαγινομένοις καὶ θυμελικοῖς καλουμένοις προυτίθει μέγιστα νικητήρια· καὶ διεσπούδαστο πάντας τοὺς ἐπισημοτάτους ἐλθεῖν ἐπὶ τὴν ἅμιλλαν.προύθηκεν δὲ καὶ τεθρίπποις καὶ συνωρίσιν καὶ κέλησιν οὐ μικρὰς δωρεάς, καὶ πάνθʼ, ὅσα κατὰ πολυτέλειαν ἢ σεμνοπρέπειαν παρʼ ἑκάστοις ἐσπούδαστο φιλοτιμίᾳ τοῦ διάσημον αὐτῷ γενέσθαι τὴν ἐπίδειξιν ἐξεμιμήσατο.τό γε μὴν θέατρον ἐπιγραφαὶ κύκλῳ περιεῖχον Καίσαρος καὶ τρόπαια τῶν ἐθνῶν, ἃ πολεμήσας ἐκεῖνος ἐκτήσατο, χρυσοῦ τε ἀπέφθου καὶ ἀργύρου πάντων αὐτῷ πεποιημένων.τὰ δʼ εἰς ὑπηρεσίαν οὐδὲν οὕτως ἦν οὔτʼ ἐσθῆτος τίμιον οὔτε σκευῆς λίθων, ὃ μὴ τοῖς ὁρωμένοις ἀγωνίσμασιν συνεπεδείκνυτο. παρασκευὴ δὲ καὶ θηρίων ἐγένετο λεόντων τε πλείστων αὐτῷ συναχθέντων καὶ τῶν ἄλλων, ὅσα καὶ τὰς ἀλκὰς ὑπερβαλλούσας ἔχει καὶ τὴν φύσιν ἐστὶν σπανιώτερα·τούτων αὐτῶν τε πρὸς ἄλληλα συμπλοκαὶ καὶ μάχαι πρὸς αὐτὰ τῶν κατεγνωσμένων ἀνθρώπων ἐπετηδεύοντο, τοῖς μὲν ξένοις ἔκπληξις ὁμοῦ τῆς δαπάνης καὶ ψυχαγωγία τῶν περὶ τὴν θέαν κινδύνων, τοῖς δʼ ἐπιχωρίοις φανερὰ κατάλυσις τῶν τιμωμένων παρʼ αὐτοῖς ἐθῶν·