Ἀναιρεθείσης δʼ αὐτῆς τότε καὶ μᾶλλον ἐξήφθη τὰ περὶ τὴν ἐπιθυμίαν τοῦ βασιλέως ἔχοντος μὲν οὕτως, ὡς καὶ πρότερον ἐδηλώσαμεν· οὐ γὰρ ἀπαθὴς οὐδʼ οἷος ἂν ἐκ συνηθείας ἦν ὁ πρὸς αὐτὴν ἔρως, ἀλλὰ καὶ πρότερον ἦρξεν ἐνθουσιαστικῶς καὶ τῇ παρρησίᾳ τῆς συμβιώσεως οὐκ ἀπενικήθη μὴ πλείων ἀεὶ γίνεσθαι·τότε μέντοι καὶ μᾶλλον ἐδόκει κατὰ νέμεσίν τινα τῆς κατὰ τὴν Μαριάμμην ἀπωλείας ἐπιθέσθαι, καὶ πολλάκις μὲν ἀνακλήσεις ἦσαν αὐτῆς, πολλάκις δὲ καὶ θρῆνος ἀσχήμων, ἐπενόει δὲ πᾶν εἴ τι δυνατὸν εἰς ψυχαγωγίαν πότους καὶ συνουσίας αὐτῷ πραγματευόμενος, καὶ τούτων οὐδὲν ἤρκει.τὰς οὖν διοικήσεις τῶν κατὰ τὴν βασιλείαν παρῃτεῖτο καὶ τοσοῦτον ἥττητο τοῦ πάθους, ὥστʼ αὐτὸν ἤδη καὶ καλεῖν τὴν Μαριάμμην προστάξαι τοῖς ὑπηρέταις ὡς ζῶσαν ἔτι καὶ δυναμένην ὑπακούειν.οὕτως δὲ ἔχοντος ἐπιγίνεται λοιμώδης νόσος, ἣ καὶ τῶν ὄχλων τοὺς πλείους καὶ τῶν φίλων αὐτοῦ τοὺς ἐντιμοτάτους διέφθειρεν καὶ παρέσχεν ἅπασιν ἐξυπονοῆσαι κατὰ μῆνιν τοῦτο συνενεχθῆναι τῶν κατὰ τὴν γενομένην παρανομίαν ἐπὶ τῇ Μαριάμμῃ.χεῖρον οὖν διετίθει καὶ τοῦτʼ αὐτὸ τὸν βασιλέα, καὶ τέλος εἰς τὰς ἐρημίας αὑτὸν διδοὺς καὶ προφάσει κυνηγεσίων ταύταις ἐναδημονῶν οὐκ ἔφθη πλείους διενεγκεῖν ἡμέρας καὶ περιπίπτει νόσῳ δυσχερεστάτῃ·φλόγωσις γὰρ ἦν καὶ πεῖσις ἰνίου καὶ τῆς διανοίας παραλλαγή· τῶν τε θεραπευμάτων οὐδὲν ὅ τι καὶ πρὸς ὠφέλειαν ἐξήνυεν, ἀλλʼ ἐναντιούμενα τέως εἰς ἀπόγνωσιν ἦγεν.ὅσοι τε περὶ αὐτὸν ἦσαν ἰατροὶ τὰ μὲν οἷς αὐτοὶ προσέφερον βοηθήμασιν οὐδὲν ὑπεικούσης τῆς νόσου, τὰ δὲ καὶ τοῦ βασιλέως οὐκ ἔχοντος ἄλλως ἢ κατὰ τὸ βιαζόμενον τῆς ἀρρωστίας διαιτᾶσθαι, πάνθʼ οἷς ἐκεῖνος ἐπενεχθείη παρέχειν ἠξίουν, τὸ δύσελπι τῆς σωτηρίας ἐν ἐξουσίᾳ τῆς διαίτης ἀνατιθέντες τῇ τύχῃ. κἀκεῖνος μὲν ἐν Σαμαρείᾳ τῇ κληθείσῃ Σεβαστῇ τοῦτον τὸν τρόπον ἐνοσηλεύετο.Διατρίβουσα δὲ ἐν τοῖς Ἱεροσολύμοις Ἀλεξάνδρα καὶ πυνθανομένη τὰ κατʼ αὐτὸν ἐσπουδάκει τῶν περὶ τὴν πόλιν φρουρίων ἐγκρατὴς γενέσθαι.δύο δʼ ἦν, ἓν μὲν αὐτῆς τῆς πόλεως, ἕτερον δὲ τοῦ ἱεροῦ, καὶ τούτων οἱ κρατοῦντες ὑποχείριον τὸ πᾶν ἔθνος ἐσχήκασιν· τὰς μὲν γὰρ θυσίας οὐκ ἄνευ τούτων οἷόν τε γενέσθαι, τὸ δὲ μὴ ταύτας συντελεῖν οὐδενὶ Ἰουδαίων δυνατὸν τοῦ ζῆν ἑτοιμότερον ἂν παραχωρησάντων ἢ τῆς θρησκείας, ἣν εἰς τὸν θεὸν εἰώθασιν συντελεῖν.τοῖς οὖν ἐπὶ τούτων τῶν φυλακτηρίων Ἀλεξάνδρα προσήνεγκεν τοὺς λόγους, ὡς δέον αὐτῇ καὶ τοῖς ἐξ Ἡρώδου παιδίοις παραδοῦναι, μὴ καὶ φθῇ τις ἐκείνου μεταλλάξαντος ἕτερος ἀντιλαμβάνεσθαι τῶν πραγμάτων· ῥωσθέντι μὲν γὰρ οὐδεὶς ἀσφαλέστερον τῶν οἰκειοτάτων διατηρήσει.τούτους τοὺς λόγους αὐτῆς οὐκ ἐπιεικῶς ἤνεγκαν, ἀλλὰ πιστοὶ καὶ τὸν ἔμπροσθεν χρόνον ὄντες ἔτι μᾶλλον ἐν τῷ τότε διέμειναν μίσει τε τῆς Ἀλεξάνδρας καὶ τῷ μηδʼ ὅσιον ὑπολαμβάνειν ζῶντα τὸν Ἡρώδην ἀπεγνωκέναι· φίλοι γὰρ ἄνωθεν ἦσαν, εἷς δʼ αὐτῶν καὶ ἀνεψιὸς τοῦ βασιλέως Ἀχίαβος.εὐθὺς οὖν ἐξήγγειλαν πέμψαντες ἐκείνῳ τὴν γνώμην τῆς Ἀλεξάνδρας. ὁ δὲ τὴν μὲν οὐδὲν ἀναβαλλόμενος ἀποκτεῖναι προσέταξεν, αὐτὸς δὲ μόλις καὶ σὺν κακοπαθείᾳ διαφυγὼν τὴν νόσον χαλεπὸς ἦν ψυχῇ καὶ σώματι κεκακωμένος ὁμοῦ πρὸς τὸ δυσάρεστον καὶ πάσαις ταῖς αἰτίαις ἑτοιμοτέρως εἰς τιμωρίαν τῶν ὑποπεσόντων ἐχρῆτο.φονεύει δὲ καὶ τοὺς ἀναγκαιοτάτους αὐτῷ φίλους Κοστόβαρον καὶ Λυσίμαχον καὶ τὸν Γαδία καλούμενον Ἀντίπατρον ἔτι δὲ Δοσίθεον ἐξ αἰτίας τοιαύτης·Κοστόβαρος ἦν γένει μὲν Ἰδουμαῖος, ἀξιώματος τῶν πρώτων παρʼ αὐτοῖς καὶ προγόνων ἱερατευσάντων τῷ Κωζαι· θεὸν δὲ τοῦτον Ἰδουμαῖοι νομίζουσιν.Ὑρκανοῦ δὲ τὴν πολιτείαν αὐτῶν εἰς τὰ Ἰουδαίων ἔθη καὶ νόμιμα μεταστήσαντος Ἡρώδης παραλαβὼν τὴν βασιλείαν ἄρχοντα τῆς Ἰδουμαίας καὶ Γάζης ἀποδείκνυσιν τὸν Κοστόβαρον καὶ δίδωσιν αὐτῷ τὴν ἀδελφὴν Σαλώμην Ἰώσηπον ἀνελὼν τὸν εἰληφότα πρότερον αὐτήν, ὡς ἐδηλώσαμεν.Κοστόβαρος δὲ τούτων τυχὼν ἀσμένως καὶ παρὰ δόξαν ἤρθη μᾶλλον ὑπὸ τῆς εὐτυχίας καὶ κατὰ μικρὸν ἐξέβαινεν, οὔθʼ αὑτῷ καλὸν ἡγούμενος ἄρχοντος Ἡρώδου τὸ προσταττόμενον ποιεῖν οὔτε τοῖς Ἰδουμαίοις τὰ Ἰουδαίων μεταλαβοῦσιν ὑπʼ ἐκείνοις εἶναι.καὶ διαπέμπεται πρὸς Κλεοπάτραν τὴν Ἰδουμαίαν φάμενος ἀεὶ τῶν ἐκείνης προγόνων γεγενῆσθαι, καὶ διὰ τοῦτʼ εἶναι δίκαιον αἰτεῖσθαι παρʼ Ἀντωνίου τὴν χώραν· αὐτὸς γὰρ ἕτοιμος εἶναι μεταφέρειν τὴν εὔνοιαν εἰς ἐκείνην.ἔπραττεν δὲ ταῦτα τῇ Κλεοπάτρᾳ μὲν οὐδέν τι μᾶλλον εἰς τὴν ἀρχὴν ἀρεσκόμενος, εἰ δὲ παραιρεθείη τῶν πλειόνων Ἡρώδης, εὐεπιχείρητον ἤδη νομίζων καὶ κατʼ αὐτὸν ἄρξαι τοῦ τῶν Ἰδουμαίων γένους καὶ μεῖζον πράξειν· ἐπιδιέβαινεν γὰρ ταῖς ἐλπίσιν οὐκ ὀλίγας ἀφορμὰς ἔχων γένους καὶ χρημάτων, ἃ μετὰ διηνεκοῦς αἰσχροκερδείας ἐπεπόριστο, καὶ μικρὸν οὐδὲν ἐπενόει.Κλεοπάτρα μὲν οὖν Ἀντωνίου δεηθεῖσα περὶ τῆς χώρας ταύτης ἀποτυγχάνει. λέγονται δὲ πρὸς Ἡρώδην οἱ λόγοι κἀκεῖνος ἕτοιμος ὢν ἀποκτεῖναι τὸν Κοστόβαρον ὅμως τῆς ἀδελφῆς αὐτοῦ δεηθείσης καὶ τῆς μητρὸς ἀφίησιν καὶ συγγνώμης ἠξίωσεν, οὐκ ἀνύποπτον αὐτὸν εἰς τὸ λοιπὸν ἔχων τῆς ἐπιχειρήσεως τῆς τότε.