ἀναφανδὸν δὲ τήν τε μητέρα καὶ τὴν ἀδελφὴν ἐπὶ δυσγενείᾳ διεχλεύαζεν καὶ κακῶς ἔλεγεν, ὥστʼ ἤδη στάσιν ἐν ταῖς γυναιξὶν εἶναι καὶ μῖσος ἄσπονδον, ἐν δὲ τῷ τότε καὶ διαβολὰς μείζονας.ἥ τε ὑποψία τρεφομένη παρέτεινεν ἐνιαυτοῦ μῆκος ἐξ οὗ παρὰ Καίσαρος Ἡρώδης ὑπεστρόφει. τέλεον μέντοι προοικονομούμενον ἐκ πλείονος ἐξερράγη τοιαύτης ἀφορμῆς ἐγγενομένης·κατακλινόμενος ὁ βασιλεὺς ὡς ἀναπαύσασθαι μεσημβρίας οὔσης ἐκάλει τὴν Μαριάμμην ὑπὸ φιλοστοργίας, ἧς ἀεὶ περὶ αὐτὴν εἶχεν. ἡ δὲ εἰσῆλθεν μέν, οὐ μὴν καὶ κατεκλίθη σπουδάζοντος ἐκφαυλίσασα καὶ προσλοιδορηθεῖσα, τόν τε πατέρα καὶ τὸν ἀδελφὸν αὐτῆς ὡς ἀπεκτόνοι.χαλεπῶς δʼ ἐκείνου τὴν ὕβριν ἐνηνοχότος καὶ γεγονότος εἰς προπέτειαν ἑτοίμου, τῆς ταραχῆς αἰσθομένη μείζονος ἡ τοῦ βασιλέως ἀδελφὴ Σαλώμη παρεσκευασμένον ἐκ πλείστου τὸν οἰνοχόον εἰσπέμπει κελεύουσα λέγειν, ὡς πείθοι Μαριάμμη φίλτρον αὐτῇ συγκατασκευάσαι τῷ βασιλεῖ.κἂν ταραχθῇ καὶ πυνθάνηται, τί ποτε τοῦτʼ ἦν, λέγειν ὅτι φάρμακον ἐκείνης μὲν ἐχούσης αὐτοῦ δὲ διακονῆσαι παρακαλουμένου, μὴ κινηθέντος δʼ ἐπὶ τῷ φίλτρῳ τὸν λόγον ἀργὸν ἐᾶν· οὐδένα γὰρ αὐτῷ κίνδυνον φέρειν. τοιαῦτα προδιδάξασα κατʼ ἐκεῖνον τὸν καιρὸν εἰσπέμπει διαλεξόμενον.ὁ δὲ πιθανῶς ἅμα καὶ μετὰ σπουδῆς εἰσῄει, δῶρα μὲν αὐτῷ τὴν Μαριάμμην παρεσχῆσθαι λέγων, ἀναπείθειν δὲ φίλτρον αὐτῷ διδόναι. πρὸς τοῦτο διακινηθέντος καὶ τί τὸ φίλτρον εἴη ἐρωτήσαντος, φάρμακον εἶπεν ὑπʼ ἐκείνης διδόμενον, οὗ τὴν δύναμιν αὐτὸς οὐκ εἰδέναι, διὸ καὶ προσαγγεῖλαι τοῦτʼ ἀσφαλέστερον αὐτῷ καὶ τῷ βασιλεῖ διειληφότα.τοιούτων ἀκούσας Ἡρώδης λόγων καὶ πρότερον κακῶς διακείμενος ἔτι μᾶλλον ἠρεθίσθη, τόν τʼ εὐνοῦχον, ὃς ἦν τῇ Μαριάμμῃ πιστότατος, ἐβασάνιζεν ὑπὲρ τοῦ φαρμάκου γινώσκων, ὡς οὐ χωρὶς ἐκείνου τι δυνατὸν ἦν οὔτε μεῖζον οὔτε ἔλαττόν τι πεπρᾶχθαι.γενόμενος δὲ ἐν ταῖς ἀνάγκαις ὁ ἄνθρωπος, οὐδὲν μὲν ὧν ἕνεκεν ἐβασανίζετο λέγειν εἶχεν, τὸ μέντοι τῆς γυναικὸς ἔχθος εἰς αὐτὸν ἔφη γενέσθαι διὰ τοὺς λόγους, οὓς ὁ Σόαιμος αὐτῇ φράσαι.ταῦτα δʼ ἔτι λέγοντος μέγα βοήσας ὁ βασιλεὺς οὐκ ἂν ἔφη Σόαιμον πιστότατον ὄντα τόν γε ἄλλον χρόνον αὐτῷ καὶ τῇ βασιλείᾳ καταπροδοῦναι τὰς ἐντολάς, εἰ μὴ καὶ περαιτέρω προεληλύθει τῆς πρὸς τὴν Μαριάμμην κοινωνίας.καὶ τὸν μὲν Σόαιμον εὐθὺς ἐκέλευσεν ἀποκτεῖναι συλλαβόντας· τῇ δὲ γυναικὶ κρίσιν ἀπεδίδου συναγαγὼν τοὺς οἰκειοτάτους αὐτῷ καὶ τὴν κατηγορίαν ἐσπουδασμένην ποιούμενος ὑπὲρ τῶν κατὰ τὰς διαβολὰς φίλτρων καὶ φαρμάκων. ἦν δὲ ἀκρατὴς ἐν τῷ λόγῳ καὶ κρίσεως ὀργιλαίτερος, καὶ τέλος οὕτως ἔχοντα γινώσκοντες αὐτὸν οἱ παρόντες θάνατον αὐτῆς κατεψηφίσαντο.διενεχθείσης δὲ τῆς γνώμης ὑπεγίνετο μέν τι καὶ τοιοῦτον αὐτῷ τε καί τισιν τῶν παρόντων μὴ προπετῶς οὕτως ἀναιρεῖν, καταθέσθαι δὲ εἰς ἕν τι τῶν ἐν τῇ βασιλείᾳ φρουρίων.ἐσπουδάσθη δὲ ταῖς περὶ τὴν Σαλώμην ἐκποδὼν ποιήσασθαι τὴν ἄνθρωπον καὶ μᾶλλον ἔπεισαν τὸν βασιλέα τὰς ταραχὰς τοῦ πλήθους, εἰ ζῶσα τύχοι, φυλάξασθαι συμβουλεύουσαι. Μαριάμμη μὲν οὖν οὕτως ἤγετο τὴν ἐπὶ θανάτῳ.Συνθεωρήσασα δὲ τὸν καιρὸν ἡ Ἀλεξάνδρα, καὶ διότι μικρὰς ἐλπίδας ἔχοι μὴ καὶ αὐτὴ τῶν ὁμοίων ἐξ Ἡρώδου τυχεῖν, ἐναντίως πρὸς τὸ πρῶτον θράσος καὶ λίαν ἀπρεπῶς μετεβάλετο·βουλομένη γὰρ ἐμφῆναι τὴν ἄγνοιαν ὧν ἐκείνη τὰς αἰτίας εἶχεν, ἐκπηδήσασα καὶ λοιδορουμένη τῇ θυγατρὶ πάντων ἀκουόντων ἐβόα κακὴν πρὸς τὸν ἄνδρα καὶ ἀχάριστον γενέσθαι καὶ δίκαια πάσχειν ἐπὶ τοῖς τοιούτοις τολμήσασαν· οὐ γὰρ ἀμείψασθαι δεόντως τὸν πάντων αὐτῶν εὐεργέτην.τοιαῦτα μεταξὺ καθυποκρινομένης ἀσχημόνως καὶ τολμώσης ἐφάπτεσθαι καὶ τῶν τριχῶν, πολλὴ μέν, ὡς εἰκός, καὶ παρὰ τῶν ἄλλων ἡ κατάγνωσις ἦν τῆς ἀπρεποῦς προσποιήσεως, μᾶλλον δὲ ἐνεφάνη παρʼ αὐτῆς τῆς ἀπολλυμένης·οὔτε γὰρ λόγον δοῦσα τὴν ἀρχὴν οὔτε ταραχθεῖσα πρὸς τὴν ἐκείνης δυσχέρειαν ἐπέβλεπεν ἀλλʼ ὡς ὑπὸ φρονήματος τὴν ἁμαρτίαν καὶ μᾶλλον ἄχθεσθαι περιφανῶς ἀσχημονούσης ἐνέφηνεν.αὐτή γε μὴν ἀτρεμαίῳ τῷ καταστήματι καὶ τῇ χρόᾳ τῆς σαρκὸς ἀμεταβλήτῳ πρὸς τὸν θάνατον ἀπῄει, τὴν εὐγένειαν οὐδʼ ἐν τοῖς ἐσχάτοις ἄδηλον τοῖς ἐπιθεωροῦσιν αὐτὴν ἐμφαίνουσα.Κἀκείνη μὲν οὕτως ἀπέθανεν γυνὴ καὶ πρὸς ἐγκράτειαν καὶ πρὸς μεγαλοψυχίαν ἄριστα γεγενημένη, τὸ δʼ ἐπιεικὲς ἔλιπεν αὐτῇ καὶ πλεῖον ἦν ἐν τῇ φύσει τὸ φιλόνεικον· κάλλει δὲ σώματος καὶ τῷ περὶ τὰς ἐντεύξεις ἀξιώματι μειζόνως φράσαι τὰς κατʼ αὐτὴν ὑπερῆγεν,ἥ τε πλείων ἀφορμὴ τοῦ μὴ κεχαρισμένως τῷ βασιλεῖ μηδὲ πρὸς ἡδονὴν ζῆν ἐντεῦθεν ἐγεγόνει· θεραπευομένη γὰρ διὰ τὸν ἔρωτα καὶ δυσχερὲς οὐδὲν ἐξ ἐκείνου προσδοκῶσα τὴν παρρησίαν ἀσύμμετρον εἶχεν.ἠνία δʼ αὐτὴν καὶ τὰ περὶ τοὺς οἰκείους καὶ ταῦτα πάντα πρὸς ἐκεῖνον ὡς ἐπεπόνθει λέγειν ἠξίου, καὶ πέρας ἐξενίκησεν ἐχθρὰς αὐτῇ γενέσθαι τήν τε μητέρα καὶ τὴν ἀδελφὴν τοῦ βασιλέως κἀκεῖνον αὐτόν, ᾧ μόνῳ τὸ μὴ παθεῖν τι δυσχερὲς ἀπεπίστευεν.