πυθόμενος δὲ τὸν Ἡρώδην παρειληφέναι τὴν βασιλείαν ἀντιμετεχώρει ταῖς ἐλπίσιν ἐξ ἀρχῆς τε φιλοστόργως διακείμενος καὶ τῆς χάριτος ἀπομνησθήσεσθαι προσδοκῶν, κρινόμενον ὅτι καὶ μέλλοντα θανάτῳ ζημιοῦσθαι τοῦ κινδύνου καὶ τῆς κολάσεως ἐρρύσατο. λόγους οὖν προσέφερε τοῖς Ἰουδαίοις ἰέναι παρʼ αὐτὸν ἐσπουδακώς.οἱ δὲ περιείχοντο καὶ μένειν ἠξίουν τὰς ὑπουργίας ἅμα καὶ τὰς τιμὰς λέγοντες, ὡς οὐδὲν ἐνδεὲς αὐτῷ τῆς εἰς τοὺς ἀρχιερεῖς ἢ βασιλεῖς τιμῆς ἐξ αὐτῶν εἴη, καὶ τὸ μεῖζον, ὅτι μηδὲ ἐκεῖ τούτων μεταλαβεῖν δύναται κατὰ λώβην τοῦ σώματος, ἣν ὑπʼ Ἀντιγόνου πάθοι, τάς τε χάριτας οὐχ ὁμοίως ἀποδίδοσθαι παρὰ τῶν βασιλέων, ἃς ἔλαβον ἰδιωτεύοντες, ἐξαλλαττούσης αὐτοὺς οὐκ ἀλόγως τῆς τύχης.Τοιαῦτα κατὰ τὸ συμφέρον ὑποτεινόντων Ὑρκανὸς πόθον εἶχεν ἀπιέναι, καὶ γράφων Ἡρώδης παρεκάλει δεῖσθαι Φραάτου καὶ τῶν ἐκεῖ Ἰουδαίων μὴ φθονῆσαι δυνάμει κοινὴν ἕξοντι τὴν βασιλείαν· ἄρτι γὰρ εἶναι καιρὸν αὐτῷ μὲν ἐκτῖσαι τὰς χάριτας ὧν εὖ πάθοι καὶ τραφεὶς ὑπʼ αὐτοῦ καὶ περισωθείς, ἐκείνῳ δὲ κομίζεσθαι.ταῦτα γράφων Ὑρκανῷ πέμπει καὶ παρὰ τὸν Φραάτην πρεσβευτὴν Σαραμάλλαν καὶ δῶρα πλείω, μὴ διακωλῦσαι τὰς εἰς τὸν εὐεργέτην αὐτοῦ χάριτας ὁμοίως φιλανθρωπευόμενον.ἦν δʼ οὐκ ἐντεῦθεν ἡ σπουδή, διὰ δὲ τὸ μὴ κατʼ ἀξίαν αὐτὸς ἄρχειν δεδοίκει τὰς ἐξ εὐλόγων μεταβολὰς καὶ τὸν Ὑρκανὸν ὑποχείριον ἔχειν ἔσπευδεν ἢ καὶ παντάπασιν ἐκποδὼν ποιήσασθαι· τοῦτο γὰρ ἔπραξεν ἐν ὑστέρῳ.Τότε μέντοι γε ἐπειδὴ παρῆν πεπεισμένος ἐφέντος τε τοῦ Πάρθου καὶ τῶν Ἰουδαίων χρήματα παρασχομένων, ἁπάσῃ τιμῇ δεξάμενος αὐτὸν ἔν τε τοῖς συλλόγοις τὸν πρῶτον ἔνεμε τόπον καὶ παρὰ τὰς ἑστιάσεις προκατακλίνων ἐξηπάτα πατέρα καλῶν καὶ παντοδαπῶς τὸ τῆς ἐπιβουλῆς ἀνύποπτον πραγματευόμενος.ὑποκαθίστατο δὲ καὶ τἆλλα πρὸς τὸ συμφέρον τῆς ἀρχῆς, ἐξ ὧν αὐτῷ καὶ τὰ περὶ τὴν οἰκίαν ἐστασιάσθη· φυλαττόμενος γάρ τινα τῶν ἐπισήμων ἀποδεικνύειν ἀρχιερέα τοῦ θεοῦ, μεταπεμψάμενος ἐκ τῆς Βαβυλῶνος ἱερέα τῶν ἀσημοτέρων Ἀνάνηλον ὀνόματι τούτῳ τὴν ἀρχιερωσύνην δίδωσιν.Εὐθὺς οὖν οὐκ ἤνεγκεν Ἀλεξάνδρα τὴν ἐπήρειαν, θυγάτηρ μὲν Ὑρκανοῦ, γυνὴ δὲ Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου βασιλέως, ἐξ Ἀλεξάνδρου παῖδας ἔχουσα τὸν μὲν ὥρᾳ κάλλιστον Ἀριστόβουλον καλούμενον, τὴν δὲ Ἡρώδῃ συνοικοῦσαν Μαριάμμην εὐμορφίᾳ διάσημον.ἐτετάρακτο δὲ καὶ χαλεπῶς ἔφερεν τὴν ἀτιμίαν τοῦ παιδός, εἰ περιόντος ἐκείνου τῶν ἐπικλήτων τις ἀξιοῦται τῆς ἀρχιερωσύνης, καὶ γράφει Κλεοπάτρᾳ μουσουργοῦ τινος αὐτῇ συμπραγματευομένου τὰ περὶ τὴν κομιδὴν τῶν γραμμάτων αἰτεῖσθαι παρʼ Ἀντωνίου τῷ παιδὶ τὴν ἀρχιερωσύνην.Ἀντωνίου δὲ ῥαθυμότερον ὑπακούοντος, ὁ φίλος αὐτοῦ Δέλλιος εἰς Ἰουδαίαν ἐλθὼν ἐπί τινας χρείας ὡς εἶδεν τὸν Ἀριστόβουλον, ἠγάσθη τε τῆς ὥρας καὶ τὸ μέγεθος καὶ κάλλος τοῦ παιδὸς ἐθαύμασεν, οὐχ ἧττον δὲ τὴν Μαριάμμην συνοικοῦσαν τῷ βασιλεῖ, καὶ δῆλος ἦν καλλίπαιδά τινα τὴν Ἀλεξάνδραν διειληφώς.ἐκείνης δὲ εἰς λόγους ἐλθούσης αὐτῷ πείθει γραψαμένην ἀμφοτέρων εἰκόνας Ἀντωνίῳ διαπέμψασθαι· θεασαμένου γὰρ οὐδενὸς ἀτευκτήσειν ὧν ἀξιοῖ.τούτοις ἐπαρθεῖσα τοῖς λόγοις Ἀλεξάνδρα πέμπει τὰς εἰκόνας Ἀντωνίῳ· καὶ Δέλλιος ἐτερατεύετο λέγων οὐκ ἐξ ἀνθρώπων αὐτῷ δοκεῖν, ἀλλά τινος θεοῦ γενέσθαι τοὺς παῖδας. ἐπραγματεύετο δὲ διʼ ἑαυτοῦ πρὸς τὰς ἡδονὰς ἑλκύσαι τὸν Ἀντώνιον.ὁ δὲ τὴν μὲν κόρην ᾐδέσθη μεταπέμπεσθαι γεγαμημένην Ἡρώδῃ καὶ τὰς εἰς Κλεοπάτραν ἐκ τοῦ τοιούτου διαβολὰς φυλαττόμενος, ἐπέστελλε δὲ πέμπειν τὸν παῖδα σὺν εὐπρεπείᾳ προστιθείς, εἰ μὴ βαρὺ δοκοίη.τούτων ἀπενεχθέντων πρὸς Ἡρώδην οὐκ ἀσφαλὲς ἔκρινεν ὥρᾳ τε κάλλιστον ὄντα τὸν Ἀριστόβουλον ἑκκαιδεκαέτης γὰρ ὢν ἐτύγχανεν, καὶ γένει προύχοντα πέμπειν παρὰ τὸν Ἀντώνιον, ἰσχύοντα μὲν ὡς οὐκ ἄλλος ἐν τῷ τότε Ῥωμαίων, ἕτοιμον δὲ τοῖς ἐρωτικοῖς αὐτὸν ὑποθεῖναι καὶ τὰς ἡδονὰς ἀπαρακαλύπτως ἐκ τοῦ δύνασθαι ποριζόμενον.ἀντέγραψεν οὖν ὡς, εἰ μόνον ἐξέλθοι τῆς χώρας τὸ μειράκιον, ἅπαντα πολέμου καὶ ταραχῆς ἀναπλησθήσεται Ἰουδαίων ἐλπισάντων μεταβολὴν καὶ νεωτερισμὸν ἐπʼ ἄλλῳ βασιλεῖ.Τούτοις δὲ παραιτησάμενος τὸν Ἀντώνιον ἔγνω μὴ μέχρι παντὸς ἀτιμάζειν τὸν παῖδα καὶ τὴν Ἀλεξάνδραν, ἀλλὰ καὶ τῆς γυναικὸς Μαριάμμης ἐγκειμένης λιπαρῶς ἀποδοῦναι τἀδελφῷ τὴν ἀρχιερωσύνην, καὶ συμφέρειν αὐτῷ κρίνων, ἵνα μηδʼ ἀποδημῆσαι δυνατὸν ᾖ τετιμημένῳ, σύλλογον ποιήσας τῶν φίλων ᾐτιᾶτο πολλὰ τὴν Ἀλεξάνδραν,κρύφα τε ἐπιβουλεῦσαι λέγων τῇ βασιλείᾳ καὶ διὰ τῆς Κλεοπάτρας πράττειν, ὅπως αὐτὸς μὲν ἀφαιρεθῇ τὴν ἀρχήν, τὸ δὲ μειράκιον ἀντʼ αὐτοῦ παραλάβῃ τὰ πράγματα διʼ Ἀντωνίου.καὶ ταῦτα βούλεσθαι μὲν ἐκείνην οὐ δικαίως, ὁπότε καὶ τὴν θυγατέρα συναποστεροίη τῆς οὔσης αὐτῇ τιμῆς καὶ ταραχὰς ἐπὶ τῇ βασιλείᾳ πραγματεύοιτο, πολλὰ πονήσαντος αὐτοῦ καὶ κτησαμένου κινδύνοις οὐ τοῖς τυχοῦσιν.οὐ μὴν ἀπομνημονεύσας αὐτὸς ὧν οὐ καλῶς ἐκείνη πράξειεν ἀποστήσεσθαι τοῦ δίκαιος εἶναι περὶ αὐτούς, ἀλλὰ καὶ νῦν ἔφη διδόναι τῷ παιδὶ τὴν ἀρχιερωσύνην καὶ πάλαι προκαταστήσασθαι τὸν Ἀνάνηλον παιδίου παντάπασιν ὄντος Ἀριστοβούλου.