ταῦτα ἐνθυμηθέντες καὶ τὸ μεῖζον ὅτι παρὰ πάντα καιρὸν προϊστάμενον ἔχετε τὸν θεόν, ἐπεξέλθετε δικαίαις ἀνδραγαθίαις τοὺς ἀδίκους μὲν πρὸς φιλίαν, ἀσπόνδους δὲ ἐν ταῖς μάχαις, ἀνοσίους δὲ εἰς πρέσβεις, ἀεὶ δὲ τῆς ὑμετέρας ἀρετῆς ἡττημένους.Ταῦτα ἀκούσαντες οἱ Ἰουδαῖοι πολὺ τὰς ψυχὰς ἀμείνους ἐγίνοντο πρὸς τὴν μάχην. Ἡρώδης δὲ θυσίας κατὰ τὰ νομιζόμενα ποιήσας καὶ μετὰ σπουδῆς ἀναλαβὼν αὐτοὺς ἦγεν ἐπὶ τοὺς Ἄραβας διαβὰς τὸν Ἰορδάνην ποταμὸν καὶ τῶν πολεμίων στρατοπεδεύεται πλησίον.ἐδόκει δʼ αὐτῷ φρούριον ἐν μέσῳ κείμενον καταλαβεῖν· οὕτως γὰρ αὐτὸς μὲν ὠφεληθήσεσθαι καὶ πρὸς τὸ θᾶττον συνάψαι τὴν μάχην καὶ εἰ παρέλκειν δέοι ἐρυμνὸν αὐτῷ πεπορισμένος τὸ στρατόπεδον.τὸ δʼ αὐτὸ καὶ τῶν Ἀράβων προνοούντων ἅμιλλα γίνεται περὶ τοῦ χωρίου καὶ πρῶτον μὲν ἀκροβολισμοῖς, εἶτα δὴ καὶ πλείους εἰς χεῖρας ἐρχόμενοι παρʼ ἀμφοτέρων ἕως ἡττηθέντες οἱ παρὰ τῶν Ἀράβων ἀπεχώρουν.τοῦτο εὐθὺς εἰς ἐλπίδας τοῖς Ἰουδαίοις οὐ μικρὸν ἐγεγόνει. καὶ τὴν δύναμιν αὐτοῦ ἐννοούμενον πάντα μᾶλλον ἢ πρὸς μάχην ἰέναι βουλόμενον θρασύτερον ἐπεχείρησεν αὐτῶν τὸν χάρακα διασπᾶν καὶ τοῦ στρατοπέδου προσάγων ἅπτεσθαι· τούτοις γὰρ ἐκβιασθέντες προῄεσαν ἄτακτοι καὶ προθυμίας ἢ τῆς εἰς τὸ νικᾶν ἐλπίδος οὐδʼ ὁτιοῦν ἐσχηκότες.ὅμως δʼ οὖν εἰς χεῖρας ᾔεσαν πλείους τε ὄντες καὶ διὰ τὸ κατεπείγειν ἐπὶ τὸ τολμηρὸν ὑπὸ τῆς ἀνάγκης στρατηγούμενοι, καὶ μάχη γίνεται καρτερὰ πιπτόντων ἑκατέρωθεν οὐκ ὀλίγων, τέλος δὲ τραπέντες οἱ Ἄραβες ἔφευγον.ἦν δὲ φόνος ἐγκλινάντων, ὡς μὴ μόνον ὑπὸ τῶν πολεμίων θνήσκειν, ἀλλὰ καὶ σφίσιν αὐτοῖς παραιτίους γίνεσθαι τῶν κακῶν, ὑπό τε πλήθους καὶ φορᾶς ἀτάκτου συμπατουμένων καὶ περιπιπτόντων τοῖς οἰκείοις ὅπλοις·πεντακισχίλιοι γοῦν αὐτῶν ἐγένοντο νεκροί. τὸ δʼ ἄλλο πλῆθος ἔφθη μὲν εἰς τὸ χαράκωμα συμφυγεῖν, εἶχεν δʼ οὐκ ἐν βεβαίῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἀπορίᾳ τῶν ἐπιτηδείων καὶ μᾶλλον ὕδατος. οἵ τε Ἰουδαῖοι διώκοντες συνεισπεσεῖν μὲν οὐ κατίσχυσαν,περικαθεζόμενοι δὲ τῷ χάρακι καὶ παρατηροῦντες εἰσόδου τε τοὺς ἐπαρκοῦντας καὶ ἐξόδου φυγεῖν βουλομένους εἶργον.Ἐν τοιούτοις οὖν ὄντες οἱ Ἄραβες ἐπρεσβεύοντο πρὸς τὸν Ἡρώδην, τὸ μὲν πρῶτον ὑπὲρ διαλύσεως, ἔπειτα, τὸ γὰρ δίψος ἤπειγεν, πᾶν ὁτιοῦν ὑφιστάμενοι καὶ τυχεῖν εἰς τὸ παρὸν ἀδείας ἠξιωκότες.ὁ δʼ οὔτε πρέσβεις οὔτε λύτρα τῶν ἡλωκότων οὔτʼ ἄλλο τι μέτριον προσίετο φιλόνεικος ὢν ἐκδικῆσαι τὰς παρανομίας τὰς εἰς αὐτοὺς ἐξ ἐκείνων γεγενημένας. καταναγκαζόμενοί τε τοῖς τε ἄλλοις καὶ τῷ δίψει προϊόντες αὑτοὺς ἐνεχείριζον ἄγειν καὶ δεῖν,καὶ πέντε μὲν ἡμέραις τετρακισχίλιοι τὸ πλῆθος οὕτως ἑάλωσαν, τῇ δʼ ἕκτῃ πάντες οἱ λοιποὶ διέγνωσαν ἐξιέναι πολέμου νόμῳ χωρήσαντες ἐπὶ τοὺς ἐναντίους ἐγχειρεῖν, καὶ εἰ δέοι τι πάσχειν, αἱρούμενοι καὶ μὴ διαφθείρεσθαι κατʼ ὀλίγους ἀδόξως.ταῦτα δὲ γνόντες ἐξῆλθον μὲν τοῦ χαρακώματος, διήρκεσαν δʼ οὐδαμῶς τῇ μάχῃ, λαμπρῶς μὲν ἀγωνίσασθαι κεκακωμένοι καὶ τὰς ψυχὰς καὶ τὰ σώματα τόπον οὐκ ἔχοντες, κέρδος δʼ εἰ θνήσκοιεν ἐν συμφορᾷ τὸ ζῆν ποιούμενοι, καὶ πίπτουσιν αὐτῶν ἐν τῇ προτέρᾳ μάχῃ περὶ ἑπτακισχιλίους.τοιαύτῃ δὲ πληγῇ χρησαμένων φρονήματος μὲν ὅσον ἦν πρότερον αὐτοῖς ἀφῄρηντο, τεθαυμακότες δὲ ἐν ταῖς οἰκείαις συμφοραῖς τὴν Ἡρώδου στρατηγίαν εἴς τε τὸ λοιπὸν εἶξαν καὶ προστάτην ἀπεφήναντο τοῦ ἔθνους.ὁ δὲ πλεῖστον ἐπὶ τοῖς εὐημερήμασιν ἠξιωκὼς φρονεῖν ἀνέστρεψεν εἰς τὴν οἰκείαν, προσειληφὼς ἀξίωμα καὶ διὰ ταύτην τὴν ἀνδραγαθίαν.Τὰ μὲν οὖν ἄλλα καλῶς εἶχεν αὐτῷ δυσεπιχειρήτῳ κατὰ πάντα γεγενημένῳ, κίνδυνος δʼ ἐμπίπτει τὴν ὑπὲρ τῶν ὅλων κρίσιν ἐξάγων Ἀντώνιον Καίσαρος ἐν τῇ κατʼ Ἄκτιον μάχῃ νενικηκότος·τότε γὰρ ἀπέγνωστο αὐτῷ τε Ἡρώδῃ τὰ πράγματα καὶ τοῖς περὶ αὐτὸν ὁμοίως ἐχθροῖς τε καὶ φίλοις· οὐ γὰρ ἦν εἰκὸς ἀτιμώρητον μενεῖν τοσαύτης αὐτῷ φιλίας πρὸς Ἀντώνιον γεγενημένης.ἦν οὖν τοῖς μὲν φίλοις ἀπόγνωσις τῶν κατʼ αὐτὸν ἐλπίδων, ὅσοι δʼ ἐχθρῶς εἶχον ἐδόκουν μὲν ἐξ ἐμφανοῦς συνάχθεσθαι, πάθος δὲ λεληθὸς ἐφηδομένων εἶχον ὡς ἀμείνονος τευξόμενοι τῆς μεταβολῆς.αὐτός τε Ἡρώδης τὸν Ὑρκανὸν ὁρῶν μόνον ἐπʼ ἀξιώματος βασιλικοῦ συμφέρειν ᾤετο μηκέτʼ ἐμποδὼν ἐᾶν, εἰ μὲν περισωθείη καὶ διαφύγοι τὸν κίνδυνον, ἀσφαλὲς ἡγούμενος πρὸς τὸ μὴ τοῖς τοιούτοις αὐτοῦ καιροῖς ἐφορμεῖν ἄνδρα τυχεῖν τῆς βασιλείας ἀξιώτερον, εἰ δὲ καὶ πάσχοι τι διὰ Καίσαρος, φθόνῳ τὸν μόνον ἐπὶ τῆς βασιλείας γενησόμενον ἐπιθυμῶν ἐξελεῖν.Ταῦτα δʼ αὐτοῦ διʼ ἐννοίας ἔχοντος ἐνεδόθη τι καὶ παρʼ ἐκείνων· ὁ μὲν γὰρ Ὑρκανὸς ἐπιεικείᾳ τρόπου καὶ τότε καὶ τὸν ἄλλον χρόνον οὐκ ἠξίου πολυπραγμονεῖν οὐδὲ νεωτέρων ἅπτεσθαι, συγχωρῶν τῇ τύχῃ πᾶν τὸ διʼ ἐκείνης γινόμενον ἠγαπηκέναι.φιλόνεικος δʼ ἦν Ἀλεξάνδρα καὶ τὴν ἐλπίδα τῆς μεταβολῆς ἀκρατῶς φέρουσα λόγους ἐποιεῖτο πρὸς τὸν πατέρα, μὴ μέχρι παντὸς ἀναμεῖναι τὴν Ἡρώδου παρανομίαν εἰς τὸν αὐτῶν οἶκον, ἀλλὰ προλαβεῖν ἀσφαλείᾳ τὰς αὖθις ἐλπίδας,