ὡς Κάσσιος Καίσαρος ἀποθανόντος εἰς τὴν Ἰουδαίαν ἀναβὰς τήν τε χώραν ἐκάκωσεν καὶ τάλαντα ὀκτακόσια παρ' αὐτῶν εἰσεπράξατο, πῶς τε Ἡρώδης ἐκ τῆς εἰσπράξεως τῶν χρημάτων σπουδαῖος ἔδοξεν Κασσίῳ. Μαλίχου τελευτὴ τοῦ πρὸς Ἡρώδην στασιάσαντος Κασσίου κελεύσαντος. θάνατος τῶν ἀπὸ τῆς Ἰουδαίας πρεσβευτῶν ὑπὸ Ἀντωνίου μετὰ τὴν ἐν Μακεδονίᾳ νίκην ἐν Συρίᾳ γενομένου καὶ ἀγανακτήσαντος ἐπὶ τῷ Ἡρώδου κατηγορῆσαι. ταῦτα δ' ἔπραξεν χρήμασι πείσαντος αὐτὸν τοῦ Ἡρώδου. στρατεία Πάρθων εἰς Συρίαν, καθ' ἣν τὸν Ἀριστοβούλου υἱὸν Ἀντίγονον εἰς τὴν βασιλείαν κατήγαγον. ὡς Ὑρκανὸν καὶ Φασάηλον τὸν ἀδελφὸν Ἡρώδου αἰχμαλώτους ἔλαβον. ὡς Ἡρώδης φεύγων ἐκεῖθεν εἰς τὴν Ἰταλίαν παραγενόμενος εἰς τὴν Ῥώμην καὶ δεηθεὶς Ἀντωνίου χρήματα πολλὰ ὑποσχόμενος ἀπεδείχθη ὑπό τε τῆς συγκλήτου καὶ Καίσαρος βασιλεὺς τῆς Ἰουδαίας. ἔκπλους Ἡρώδου μετὰ ταῦτα ἀπὸ Ῥώμης εἰς τὴν Ἰουδαίαν καὶ μάχη πρὸς Ἀντίγονον στρατιᾶς αὐτῷ Ῥωμαϊκῆς ἑπομένης καὶ ἡγεμόνος Σίλωνος. ὡς Σίλωνος Ἱεροσόλυμα πολιορκήσαντος ὑπὸ Σοσσίου καὶ Ἡρώδου Ἀντίγονος διεφθάρη. περιέχει ἡ βίβλος χρόνον ἐτῶν λβ.Τῶν δὲ περὶ Ἀλεξάνδραν τὴν βασίλισσαν καὶ τὸν θάνατον αὐτῆς ἐν τῇ πρὸ ταύτης ἡμῖν βίβλῳ δεδηλωμένων τὰ τούτοις ἀκόλουθα καὶ προσεχῆ νῦν ἐροῦμεν, οὐκ ἄλλου τινὸς ἢ τοῦ μηδὲν παραλιπεῖν τῶν πραγμάτων ἢ διʼ ἄγνοιαν ἢ διὰ κάματον τῆς μνήμης προμηθούμενοι.τὴν γὰρ ἱστορίαν καὶ τὴν μήνυσιν τῶν ἀγνοουμένων τοῖς πολλοῖς πραγμάτων διὰ τὴν ἀρχαιότητα δεῖ μὲν καὶ τὸ τῆς ἀπαγγελίας κάλλος, ὅσον δὴ τοῦτʼ ἔστιν ἔκ τε τῶν ὀνομάτων καὶ τῆς τούτων ἁρμονίας καὶ ὅσα πρὸς τούτοις συμβάλλεται κόσμον τῷ λόγῳ,τοῖς ἀναγνωσομένοις ἔχειν, ὡς ἂν μετὰ χάριτός τινος καὶ ἡδονῆς τὴν ἐμπειρίαν παραλαμβάνοιεν, πάντων δὲ μᾶλλον τῆς ἀκριβείας τοὺς συγγραφεῖς στοχάζεσθαι μηδὲν τοῦ τἀληθῆ λέγειν τοῖς περὶ ὧν οὐκ ἴσασιν αὐτοὶ πιστεύειν αὐτοῖς μέλλουσιν προτιμῶντας.Παραλαβόντος γὰρ τὴν βασιλείαν Ὑρκανοῦ τῷ τρίτῳ ἔτει τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδος, ὑπατεύοντος Ῥωμαίων Κυίντου Ὁρτησίου καὶ Κυίντου Μετέλλου, ὃς δὴ καὶ Κρητικὸς ἐπεκαλεῖτο, πόλεμον εὐθὺς ἐκφέρει πρὸς αὐτὸν Ἀριστόβουλος, καὶ τῆς μάχης αὐτῷ γενομένης πρὸς Ἱεριχοῦντι πολλοὶ τῶν στρατιωτῶν αὐτοῦ πρὸς τὸν ἀδελφὸν αὐτομολοῦσιν.οὗ γενομένου φεύγει πρὸς τὴν ἀκρόπολιν Ὑρκανός, ἔνθα συνέβαινεν κατεῖρχθαι τὴν Ἀριστοβούλου γυναῖκα καὶ τοὺς παῖδας αὐτοῦ ὑπὸ τῆς μητρός, καθὼς προειρήκαμεν, καὶ τοὺς ἀντιστασιώτας δὲ καταφυγόντας εἰς τὸν τοῦ ἱεροῦ περίβολον αἱρεῖ προσβαλών.καὶ λόγους ποιησάμενος πρὸς τὸν ἀδελφὸν περὶ συμβάσεως καταλύεται τὴν ἔχθραν ἐπὶ τῷ βασιλεύειν μὲν Ἀριστόβουλον, αὐτὸν δὲ ζῆν ἀπραγμόνως καρπούμενον ἀδεῶς τὴν ὑπάρχουσαν αὐτῷ κτῆσιν.ταῦτα ἐπὶ τοῖς ἐν τῷ ἱερῷ συνθέμενοι καὶ ὅρκοις καὶ δεξιαῖς πιστωσάμενοι τὰς ὁμολογίας καὶ κατασπασάμενοι τοῦ πλήθους παντὸς ὁρῶντος ἀλλήλους ἀνεχώρησαν, ὁ μὲν εἰς τὰ βασίλεια, Ὑρκανὸς δʼ ὡς ἰδιώτης τυγχάνων εἰς τὴν οἰκίαν τὴν Ἀριστοβούλου.Φίλος δέ τις Ὑρκανοῦ Ἰδουμαῖος Ἀντίπατρος λεγόμενος, πολλῶν μὲν εὐπόρει χρημάτων, δραστήριος δὲ ὢν τὴν φύσιν καὶ στασιαστὴς ἀλλοτρίως εἶχεν πρὸς τὸν Ἀριστόβουλον καὶ διαφόρως διὰ τὴν πρὸς τὸν Ὑρκανὸν εὔνοιαν.Νικόλαος μέντοι φησὶν ὁ Δαμασκηνὸς τοῦτον εἶναι γένος ἐκ τῶν πρώτων Ἰουδαίων τῶν ἐκ Βαβυλῶνος εἰς τὴν Ἰουδαίαν ἀφικομένων. ταῦτα δὲ λέγει χαριζόμενος Ἡρώδῃ τῷ παιδὶ αὐτοῦ βασιλεῖ τῶν Ἰουδαίων ἐκ τύχης τινὸς γενομένῳ, περὶ οὗ κατὰ καιρὸν δηλώσομεν.οὗτος τοίνυν ὁ Ἀντίπατρος Ἀντίπας τὸ πρῶτον ἐκαλεῖτο καὶ τῷ πατρὶ αὐτοῦ τοῦτο γὰρ ἦν τὸ ὄνομα, ὃν Ἀλεξάνδρου τοῦ βασιλέως καὶ τῆς γυναικὸς αὐτοῦ στρατηγὸν ἀποδειξάντων ὅλης τῆς Ἰδουμαίας ποιήσασθαι φιλίαν πρὸς τοὺς ὁμοροῦντας αὐτῷ Ἄραβας καὶ Γαζαίους καὶ Ἀσκαλωνίτας λέγουσιν πολλαῖς αὐτοὺς καὶ μεγάλαις ἐξιδιωσάμενον δωρεαῖς.τὴν οὖν Ἀριστοβούλου δυναστείαν ὁ νεώτερος Ἀντίπατρος ὑφορώμενος καὶ δεδιώς, μή τι πάθῃ διὰ τὸ πρὸς αὐτὸν μῖσος, ἐπισυνιστᾷ κατʼ αὐτοῦ κρύφα διαλεγόμενος τῶν Ἰουδαίων τοὺς δυναστεύοντας, ἄδικον εἶναι λέγων περιορᾶν Ἀριστόβουλον ἀδίκως ἔχοντα τὴν ἀρχήν, καὶ τὸν μὲν ἀδελφὸν ταύτης ἐκβεβληκότα πρεσβύτερον ὄντα, κατέχοντα δʼ αὐτὴν οὖσαν ἐκείνου διὰ τὸ πρεσβεῖον.τούτους τε συνεχῶς πρὸς τὸν Ὑρκανὸν ποιούμενος διετέλει τοὺς λόγους, καὶ ὅτι κινδυνεύσει τῷ ζῆν, εἰ μὴ φυλάξαιτο ποιήσας αὑτὸν ἐκποδών· τοὺς γὰρ φίλους τοὺς Ἀριστοβούλου μηδένα παραλείπειν καιρὸν ἔλεγεν συμβουλεύοντας αὐτὸν ἀνελεῖν ὡς τότε βεβαίως ἕξοντα τὴν ἀρχήν.τούτοις Ὑρκανὸς ἠπίστει τοῖς λόγοις φύσει χρηστὸς ὢν καὶ διαβολὴν διʼ ἐπιείκειαν οὐ προσιέμενος ῥᾳδίως. ἐποίει δʼ αὐτὸν τὸ ἄπραγμον καὶ τὸ παρειμένον τῆς διανοίας τοῖς ὁρῶσιν ἀγεννῆ καὶ ἄνανδρον δοκεῖν· τῆς δʼ ἐναντίας φύσεως ἦν Ἀριστόβουλος, δραστήριος καὶ διεγηγερμένος τὸ φρόνημα.Ἐπειδὴ τοίνυν ὁ Ἀντίπατρος οὐ προσέχοντα ἑώρα τοῖς λόγοις τὸν Ὑρκανόν, οὐ διέλιπεν ἑκάστης ἡμέρας πλαττόμενος καὶ διαβάλλων πρὸς αὐτὸν τὸν Ἀριστόβουλον ὡς ἀποκτεῖναι θέλοντα, καὶ μόλις ἐγκείμενος πείθει πρὸς Ἀρέταν αὐτῷ συμβουλεύσας φυγεῖν τὸν Ἀράβων βασιλέα· πεισθέντι γὰρ ἔσεσθαι καὶ αὐτὸς σύμμαχος ὑπισχνεῖτο.