Ταῦτα δὲ διαπραξάμενος κατὰ τὴν χώραν ἐπάνεισιν ἐπὶ τὸ Ἀλεξάνδρειον, καὶ τὴν πολιορκίαν αὐτοῦ κρατύνοντος διαπρεσβεύεται πρὸς αὐτὸν Ἀλέξανδρος συγγινώσκειν τε αὐτῷ τῶν ἡμαρτημένων δεόμενος καὶ παραδιδοὺς τῶν ἐρυμάτων Ὑρκανίαν τε καὶ Μαχαιροῦντα, ὕστερον δὲ καὶ Ἀλεξάνδρειον.καὶ ταῦτα μὲν Γαβίνιος κατέσκαψεν. τῆς δʼ Ἀλεξάνδρου μητρὸς πρὸς αὐτὸν ἐλθούσης, ἣ ἐφρόνει τὰ Ῥωμαίων τοῦ τε ἀνδρὸς αὐτῆς καὶ τῶν ἄλλων τέκνων ἐν Ῥώμῃ ἐχομένων, συνεχώρησεν αὐτῇ ταῦτα ἅπερ ἠξίου, καὶ διοικησάμενος τὰ πρὸς αὐτὴν Ὑρκανὸν κατήγαγεν εἰς Ἱεροσόλυμα σχήσοντα τὴν τοῦ ἱεροῦ ἐπιμέλειαν.πέντε δὲ συνέδρια καταστήσας εἰς ἴσας μοίρας διένειμε τὸ ἔθνος, καὶ ἐπολιτεύοντο οἱ μὲν ἐν Ἱεροσολύμοις οἱ δὲ ἐν Γαδάροις οἱ δὲ ἐν Ἀμαθοῦντι, τέταρτοι δʼ ἦσαν ἐν Ἱεριχοῦντι, καὶ τὸ πέμπτον ἐν Σαπφώροις τῆς Γαλιλαίας. καὶ οἱ μὲν ἀπηλλαγμένοι δυναστείας ἐν ἀριστοκρατίᾳ διῆγον.Ἀριστοβούλου δὲ διαδράντος ἐκ Ῥώμης εἰς τὴν Ἰουδαίαν καὶ τὸ Ἀλεξάνδρειον, ὅπερ ἦν νεωστὶ κατεσκαμμένον, ἀνακτίζειν προαιρουμένου, πέμπει Γαβίνιος ἐπʼ αὐτὸν στρατιώτας καὶ ἡγεμόνας Σισένναν τε καὶ Ἀντώνιον καὶ Σερουίλιον κωλύσοντάς τε τὸ χωρίον αὐτὸν κατασχεῖν καὶ συλληψομένους αὐτόν.πολλοὶ δʼ Ἀριστοβούλῳ τῶν Ἰουδαίων κατὰ τὴν παλαιὰν εὔκλειαν προσέρρεον καὶ δὴ καὶ νεωτέροις χαίροντες ἀεὶ πράγμασιν· Πειθόλαος γοῦν τις ὑποστράτηγος ἐν Ἱεροσολύμοις ὢν μετὰ χιλίων ηὐτομόλησεν πρὸς αὐτόν·οἱ δὲ πολλοὶ τῶν προστιθεμένων ἦσαν ἄνοπλοι. διεγνώκει δʼ εἰς Μαχαιροῦντα ἀπανίστασθαι Ἀριστόβουλος· τούτους μὲν οὖν ἀπέλυσεν ἀπόρους ὄντας· οὐ γὰρ ἐγίνοντο αὐτῷ χρήσιμοι πρὸς τὰ ἔργα· τοὺς δʼ ὡπλισμένους περὶ ὀκτακισχιλίους ὄντας ἀναλαβὼν ᾤχετο.καὶ προσπεσόντων αὐτοῖς τῶν Ῥωμαίων καρτερῶς ἡττῶνται τῇ μάχῃ γενναίως οἱ Ἰουδαῖοι καὶ προθύμως ἀγωνισάμενοι, βιασαμένων τε τῶν πολεμίων εἰς φυγὴν τρέπονται. καὶ φονεύονται μὲν αὐτῶν εἰς πεντακισχιλίους, οἱ δὲ λοιποὶ σκεδασθέντες ὡς ἐδύναντο σώζειν αὑτοὺς ἐπειρῶντο.χιλίων μέντοι πλείονας ἔχων Ἀριστόβουλος εἰς Μαχαιροῦντα διέφυγεν ὠχύρου τε τὸ χωρίον καὶ πράττων κακῶς οὐδὲν ἧττον ἐλπίδος ἀγαθῆς εἴχετο. δύο δʼ ἡμέρας ἀντισχὼν τῇ πολιορκίᾳ καὶ πολλὰ τραύματα λαβὼν αἰχμάλωτος μετʼ Ἀντιγόνου τοῦ παιδός, ὃς δὴ καὶ συνέφυγεν ἐκ Ῥώμης αὐτῷ, πρὸς Γαβίνιον ἄγεται.καὶ τοιαύτῃ μὲν Ἀριστόβουλος χρησάμενος τύχῃ πάλιν εἰς Ῥώμην ἀναπέμπεται καὶ δεθεὶς αὐτόθι κατείχετο, βασιλεύσας μὲν καὶ ἀρχιερατεύσας ἔτη τρία καὶ μῆνας ἕξ, ἀνὴρ δὲ λαμπρὸς καὶ μεγαλόψυχος γενόμενος. τὰ μέντοι τέκνα αὐτοῦ ἀνῆκεν ἡ σύγκλητος Γαβινίου γράψαντος τοῦθʼ ὑπεσχῆσθαι τῇ μητρὶ παραδούσῃ τὰ ἐρύματα. καὶ ταῦτα μὲν εἰς τὴν Ἰουδαίαν ἐπανέρχεται.Γαβινίῳ δὲ ἐπὶ Πάρθους στρατεύοντι καὶ τὸν Εὐφράτην ἤδη πεπεραιωμένῳ μετέδοξεν εἰς τὴν Αἴγυπτον ὑποστρέψαντι καταστῆσαι Πτολεμαῖον εἰς αὐτήν. καὶ ταῦτα μὲν καὶ ἐν ἄλλοις δεδήλωται.Γαβινίῳ μέντοι κατὰ τὴν στρατείαν ἣν ἐφʼ Ὑρκανὸν ἐστείλατο Ἀντίπατρος ὑπηρέτησεν σῖτον καὶ ὅπλα καὶ χρήματα, καὶ τοὺς ὑπὲρ Πηλούσιον τῶν Ἰουδαίων οὗτος αὐτῷ προσηγάγετο καὶ συμμάχους ἐποίησεν φύλακας ὄντας τῶν εἰς τὴν Αἴγυπτον ἐμβολῶν.ἐπανελθὼν δʼ ἐκ τῆς Αἰγύπτου καταλαμβάνει τὴν Συρίαν στάσει καὶ ταραχῇ νοσοῦσαν· ὁ γὰρ Ἀριστοβούλου παῖς Ἀλέξανδρος παρελθὼν ἐξ ὑστέρου πάλιν εἰς τὴν ἀρχὴν κατὰ βίαν πολλοὺς μὲν τῶν Ἰουδαίων ἀπέστησεν, στρατεύματι δὲ μεγάλῳ τὴν χώραν ἐπερχόμενος ἔκτεινε πάντας ὅσους ἐπιτύχοι τῶν Ῥωμαίων εἴς τε ὄρος τὸ καλούμενον Γαριζεὶν συμφυγόντας προσέκειτο πολιορκῶν.Ὁ δὲ Γαβίνιος τοιαῦτα τὰ κατὰ τὴν Συρίαν καταλαβὼν Ἀντίπατρον, συνετὸς γὰρ ἦν, πέμπει πρὸς τοὺς νενοσηκότας, εἰ παῦσαι δυνηθείη τῆς παραφροσύνης αὐτοὺς καὶ πεῖσαι πρὸς τὸν ἀμείνω λογισμὸν ἐπανελθεῖν.ὁ δʼ ἐλθὼν πολλοὺς μὲν ἐσωφρόνισεν καὶ προσηγάγετο τῷ δέοντι, τὸν δὲ Ἀλέξανδρον οὐκ ἠδυνήθη κατασχεῖν· στρατοῦ γὰρ ἔχων οὗτος μυριάδας τρεῖς Ἰουδαίων ἀπήντησεν Γαβινίῳ καὶ συμβαλὼν ἡττᾶται πεσόντων αὐτῷ μυρίων περὶ τὸ Ἰταβύριον ὄρος.Καταστησάμενος δὲ Γαβίνιος τὰ κατὰ τὴν Ἱεροσολυμιτῶν πόλιν, ὡς ἦν Ἀντιπάτρῳ θέλοντι, ἐπὶ τὴν Ναβαταίων ἔρχεται, καὶ κρατεῖ μὲν τούτων τῇ μάχῃ, Πάρθων δὲ φυγάδας Μιθριδάτην καὶ Ὀρσάνην ἐλθόντας προύπεμψεν, τῷ δὲ λόγῳ ἀπέδρασαν αὐτόν.καὶ Γαβίνιος μὲν ἔργα μεγάλα καὶ λαμπρὰ κατὰ τὴν στρατηγίαν δράσας ἀπῆρεν εἰς Ῥώμην Κράσσῳ παραδοὺς τὴν ἀρχήν. περὶ δὲ τῆς Πομπηίου καὶ Γαβινίου στρατείας ἐπὶ Ἰουδαίους γράφει Νικόλαος ὁ Δαμασκηνὸς καὶ Στράβων ὁ Καππάδοξ οὐδὲν ἕτερος ἑτέρου καινότερον λέγων.Κράσσος δὲ ἐπὶ Πάρθους μέλλων στρατεύειν ἧκεν εἰς τὴν Ἰουδαίαν καὶ τὰ ἐν τῷ ἱερῷ χρήματα, ἃ Πομπήιος καταλελοίπει, δισχίλια δʼ ἦν τάλαντα, βαστάσας οἷός τε ἦν καὶ τὸν χρυσὸν ἅπαντα, τάλαντα δʼ οὗτος ἦν ὀκτακισχίλια, περιδύειν τοῦ ναοῦ.λαμβάνει δὲ καὶ δοκὸν ὁλοσφύρητον χρυσῆν ἐκ μνῶν τριακοσίων πεποιημένην· ἡ δὲ μνᾶ παρʼ ἡμῖν ἰσχύει λίτρας δύο ἥμισυ. παρέδωκε δʼ αὐτῷ ταύτην τὴν δοκὸν ὁ τῶν χρημάτων φύλαξ ἱερεὺς Ἐλεάζαρος ὄνομα, οὐ διὰ πονηρίαν,