παρῆλθεν γὰρ εἰς τὸ ἐντὸς ὁ Πομπήιος καὶ τῶν περὶ αὐτὸν οὐκ ὀλίγοι καὶ εἶδον ὅσα μὴ θεμιτὸν ἦν τοῖς ἄλλοις ἀνθρώποις ἢ μόνοις τοῖς ἀρχιερεῦσιν. ὄντων δὲ τραπέζης τε χρυσῆς καὶ λυχνίας ἱερᾶς καὶ σπονδείων καὶ πλήθους ἀρωμάτων, χωρὶς δὲ τούτων ἐν τοῖς θησαυροῖς ἱερῶν χρημάτων εἰς δύο χιλιάδας ταλάντων, οὐδενὸς ἥψατο διʼ εὐσέβειαν, ἀλλὰ κἀν τούτῳ ἀξίως ἔπραξεν τῆς περὶ αὐτὸν ἀρετῆς.τῇ τε ὑστεραίᾳ καθαίρειν παραγγείλας τὸ ἱερὸν τοῖς ναοπόλοις καὶ τὰ νόμιμα ἐπιφέρειν τῷ θεῷ τὴν ἀρχιερωσύνην ἀπέδωκεν Ὑρκανῷ διά τε τἆλλα ὅσα χρήσιμος ὑπῆρξεν αὐτῷ, καὶ ὅτι τοὺς κατὰ τὴν χώραν Ἰουδαίους Ἀριστοβούλῳ συμπολεμεῖν ἐκώλυσεν, καὶ τοὺς αἰτίους τοῦ πολέμου τῷ πελέκει διεχρήσατο. τὸν δὲ Φαῦστον καὶ τοὺς ἄλλους ὅσοι τῷ τείχει προθύμως ἐπέβησαν τῶν πρεπόντων ἀριστείων ἠξίωσεν.καὶ τὰ μὲν Ἱεροσόλυμα ὑποτελῆ φόρου Ῥωμαίοις ἐποίησεν, ἃς δὲ πρότερον οἱ ἔνοικοι πόλεις ἐχειρώσαντο τῆς κοίλης Συρίας ἀφελόμενος ὑπὸ τῷ σφετέρῳ στρατηγῷ ἔταξεν καὶ τὸ σύμπαν ἔθνος ἐπὶ μέγα πρότερον αἰρόμενον ἐντὸς τῶν ἰδίων ὅρων συνέστειλεν.καὶ Γάδαρα μὲν μικρὸν ἔμπροσθεν καταστραφεῖσαν ἀνέκτισεν Δημητρίῳ χαριζόμενος τῷ Γαδαρεῖ ἀπελευθέρῳ αὐτοῦ· τὰς δὲ λοιπὰς Ἵππον καὶ Σκυθόπολιν καὶ Πέλλαν καὶ Δῖον καὶ Σαμάρειαν ἔτι τε Μάρισαν καὶ Ἄζωτον καὶ Ἰάμνειαν καὶ Ἀρέθουσαν τοῖς οἰκήτορσιν ἀπέδωκεν.καὶ ταύτας μὲν ἐν τῇ μεσογείῳ χωρὶς τῶν κατεσκαμμένων, Γάζαν δὲ πρὸς τῇ θαλάττῃ καὶ Ἰόππην καὶ Δῶρα καὶ Στράτωνος πύργον, ἣ κτίσαντος αὐτὴν Ἡρώδου μεγαλοπρεπῶς καὶ λιμέσιν τε καὶ ναοῖς κοσμήσαντος, Καισάρεια μετωνομάσθη, πάσας ὁ Πομπήιος ἀφῆκεν ἐλευθέρας καὶ προσένειμεν τῇ ἐπαρχίᾳ.Τούτου τοῦ πάθους τοῖς Ἱεροσολύμοις αἴτιοι κατέστησαν Ὑρκανὸς καὶ Ἀριστόβουλος πρὸς ἀλλήλους στασιάσαντες· τήν τε γὰρ ἐλευθερίαν ἀπεβάλομεν καὶ ὑπήκοοι Ῥωμαίοις κατέστημεν καὶ τὴν χώραν, ἣν τοῖς ὅπλοις ἐκτησάμεθα τοὺς Σύρους ἀφελόμενοι, ταύτην ἠναγκάσθημεν ἀποδοῦναι τοῖς Σύροις,καὶ προσέτι πλείω ἢ μύρια τάλαντα Ῥωμαῖοι ἐν βραχεῖ χρόνῳ παρʼ ἡμῶν εἰσεπράξαντο, καὶ ἡ βασιλεία πρότερον τοῖς κατὰ γένος ἀρχιερεῦσιν διδομένη, τιμὴ δημοτικῶν ἀνδρῶν ἐγένετο. καὶ περὶ μὲν τούτων κατὰ χώραν ἐροῦμεν.Πομπήιος δὲ τήν τε κοίλην ἄλλην Συρίαν ἕως Εὐφράτου ποταμοῦ καὶ Αἰγύπτου Σκαύρῳ παραδοὺς καὶ δύο τάγματα Ῥωμαίων ἐπὶ Κιλικίας ᾤχετο ἐπειγόμενος εἰς Ῥώμην. ἐπήγετο δὲ μετὰ τῆς γενεᾶς καὶ Ἀριστόβουλον δεδεμένον· δύο γὰρ ἦσαν αὐτῷ θυγατέρες καὶ τοσοῦτοι υἱεῖς, ὧν Ἀλέξανδρος μὲν ἀπέδρα, ὁ δὲ νεώτερος Ἀντίγονος συναπεκομίζετο εἰς Ῥώμην ἅμα ταῖς ἀδελφαῖς.Σκαύρου δʼ ἐπὶ Πέτραν τῆς Ἀραβίας στρατεύσαντος καὶ διὰ τὸ δυσάλωτον εἶναι τὰ ἐν κύκλῳ δῃοῦντος αὐτῆς καὶ τοῦ στρατεύματος λιμήναντος Ἀντίπατρος κατʼ ἐντολὴν Ὑρκανοῦ σῖτον ἐκ τῆς Ἰουδαίας καὶ τὰ ἄλλα, ὅσων ἐνέδει, παρεῖχεν.πεμφθεὶς δὲ πρὸς Ἀρέταν πρεσβευτὴς ὑπὸ Σκαύρου διὰ τὴν ὑπάρχουσαν ξενίαν πείθει αὐτὸν ἀργύριον ὑπὲρ τοῦ μὴ δῃωθῆναι τὴν χώραν δοῦναι, καὶ αὐτὸς ἐγγυητὴς τριακοσίων ταλάντων γίνεται. καὶ ἐπὶ τούτοις ἔλυσε τὸν πόλεμον Σκαῦρος οὐχ ἧττον αὐτὸς ἢ συνέβαινεν Ἀρέταν ἐπιθυμεῖν τοῦτο γενέσθαι βουλόμενος.Χρόνῳ δʼ ὕστερον Ἀλεξάνδρου τὴν Ἰουδαίαν κατατρέχοντος τοῦ Ἀριστοβούλου παιδὸς Γαβίνιος ἐκ Ῥώμης στρατηγὸς εἰς Συρίαν ἧκεν, ὃς ἄλλα τε λόγου ἄξια διεπράξατο καὶ ἐπʼ Ἀλέξανδρον ἐστράτευσεν, μηκέτι Ὑρκανοῦ πρὸς τὴν ἐκείνου ῥώμην ἀντέχειν δυναμένου, ἀλλʼ ἀνεγείρειν ἤδη καὶ τὸ τῶν Ἱεροσολύμων τεῖχος ἐπιχειροῦντος, ὅπερ καθεῖλεν Πομπήιος.ἀλλὰ τούτου μὲν αὐτὸν ἐπέσχον οἱ ἐνταῦθα Ῥωμαῖοι. περιιὼν δὲ ἐν κύκλῳ τὴν χώραν πολλοὺς ὥπλιζεν τῶν Ἰουδαίων καὶ συνέλεξεν ταχὺ μυρίους μὲν ὁπλίτας πεντακοσίους δὲ πρὸς τοῖς χιλίοις ἱππεῖς, Ἀλεξάνδρειόν τε ὠχύρου τὸ πρὸς ταῖς Κορέαις ἔρυμα καὶ Μαχαιροῦντα πρὸς τοῖς Ἀραβίοις ὄρεσιν.ἔρχεται οὖν ἐπʼ αὐτὸν Γαβίνιος Μᾶρκον Ἀντώνιον προπέμψας σὺν ἄλλοις ἡγεμόσιν· οἱ δὲ ὁπλίσαντες Ῥωμαίων τοὺς ἑπομένους καὶ σὺν τούτοις τοὺς ὑπηκόους Ἰουδαίους, ὧν Πειθόλαος ἡγεῖτο καὶ Μάλιχος, προσλαβόντες δὲ καὶ τὸ Ἀντιπάτρου ἑταιρικὸν ὑπήντων Ἀλεξάνδρῳ· ἠκολούθει δὲ καὶ Γαβίνιος σὺν τῇ φάλαγγι.καὶ ἀναχωρεῖ μὲν ἐγγὺς Ἱεροσολύμων Ἀλέξανδρος, συμπεσόντων δὲ ἀλλήλοις ἐκεῖ καὶ μάχης γενομένης κτείνουσι μὲν οἱ Ῥωμαῖοι τῶν πολεμίων περὶ τρισχιλίους, ζωγροῦσι δὲ οὐκ ἔλαττον.Ἐν τούτῳ Γαβίνιος ἐπʼ Ἀλεξάνδρειον ἐλθὼν προυκαλεῖτο τοὺς ἔνδον εἰς διαλύσεις συγγνώσεσθαι περὶ τῶν πρόσθεν αὐτοῖς ἡμαρτημένων ὁμολογῶν. στρατοπεδευομένων δὲ πολλῶν πρὸ τοῦ ἐρύματος πολεμίων, ἐφʼ οὓς ἀνῄεσαν οἱ Ῥωμαῖοι, Μᾶρκος Ἀντώνιος ἐπιφανῶς ἀγωνισάμενος καὶ πολλοὺς ἀποκτείνας ἔδοξεν ἠριστευκέναι.Γαβίνιος μὲν οὖν μέρος τῆς στρατιᾶς ἐνταυθοῖ καταλιπών, ἕως ἂν ἐκπολιορκηθῇ τὸ χωρίον, αὐτὸς ἐπῄει τὴν ἄλλην Ἰουδαίαν, καὶ ὅσαις ἐπετύγχανεν καθῃρημέναις τῶν πόλεων κτίζειν παρεκελεύετο.καὶ ἀνεκτίσθησαν Σαμάρεια καὶ Ἄζωτος καὶ Σκυθόπολις καὶ Ἀνθηδὼν καὶ Ῥάφεια καὶ Ἄδωρα Μάρισά τε καὶ Γάζα καὶ ἄλλαι οὐκ ὀλίγαι. τῶν δὲ ἀνθρώπων πειθομένων οἷς ὁ Γαβίνιος προσέταττεν βεβαίως οἰκηθῆναι τότε συνέβαινε τὰς πόλεις πολὺν χρόνον ἐρήμους γενομένας.