καὶ μετʼ οὐ πολὺ Πομπηίῳ στρατιὰν ἐπʼ αὐτὸν ἄγοντι καθʼ ὁδὸν ἀφικόμενοί τινες ἐκ πόντου τὴν Μιθριδάτου τελευτὴν ἐμήνυον τὴν ἐκ Φαρνάκου τοῦ παιδὸς αὐτῷ γενομένην.Στρατοπεδευσάμενος δὲ περὶ Ἱεριχοῦντα, οὗ τὸν φοίνικα συμβέβηκε τρέφεσθαι καὶ τὸ ὀποβάλσαμον μύρων ἀκρότατον, ὃ τῶν θάμνων τεμνομένων ὀξεῖ λίθῳ ἀναπιδύει ὥσπερ ὀπός, ἕωθεν ἐπὶ Ἱεροσολύμων ἐχώρει.καὶ μετανοήσας Ἀριστόβουλος ἀφικνεῖται πρὸς Πομπήιον, καὶ χρήματά τε διδοὺς καὶ τοῖς Ἱεροσολύμοις αὐτὸν εἰσδεχόμενος παρεκάλει παύσασθαι τοῦ πολέμου καὶ πράττειν μετʼ εἰρήνης ὅ τι βούλεται. συγγνοὺς δὲ ὁ Πομπήιος αὐτῷ δεομένῳ πέμπει Γαβίνιον καὶ στρατιώτας ἐπί τε τὰ χρήματα καὶ τὴν πόλιν.οὐ μὴν ἐπράχθη τι τούτων, ἀλλʼ ἐπανῆλθεν ὁ Γαβίνιος τῆς τε πόλεως ἀποκλεισθεὶς καὶ τὰ χρήματα μὴ λαβών, τῶν Ἀριστοβούλου στρατιωτῶν οὐκ ἐπιτρεψάντων τὰ συγκείμενα γενέσθαι.ὀργὴ δʼ ἐπὶ τούτοις Πομπήιον λαμβάνει, καὶ τὸν Ἀριστόβουλον ἐν φυλακῇ καταστήσας αὐτὸς ἐπὶ τὴν πόλιν ἔρχεται τὰ μὲν ἄλλα πάντα οὖσαν ὀχυράν, μόνῳ δὲ τῷ βορείῳ μέρει φαύλως ἔχουσαν· περιέρχεται γὰρ αὐτὴν φάραγξ εὐρεῖά τε καὶ βαθεῖα ἐντὸς ἀπολαμβάνουσα τὸ ἱερὸν λιθίνῳ περιβόλῳ καρτερῶς πάνυ τετειχισμένον.Ἦν δὲ τῶν ἀνθρώπων ἔνδον στάσις οὐχ ὁμονοούντων περὶ τῶν ἐνεστώτων, ἀλλὰ τοῖς μὲν ἐδόκει παραδιδόναι Πομπηίῳ τὴν πόλιν, οἱ δὲ τὰ Ἀριστοβούλου φρονοῦντες ἀποκλείειν τε καὶ πολεμεῖν παρῄνουν τῷ κἀκεῖνον ἔχεσθαι δεδεμένον. φθάσαντες δὲ οὗτοι τὸ ἱερὸν καταλαμβάνουσι καὶ τὴν τείνουσαν ἀπʼ αὐτοῦ γέφυραν εἰς τὴν πόλιν εἰς πολιορκίαν εὐτρεπιζόμενοι.οἱ δὲ ἕτεροι δεξάμενοι τὴν στρατιὰν ἐνεχείρισαν Πομπηίῳ τήν τε πόλιν καὶ τὰ βασίλεια. Πομπήιος δὲ Πείσωνα τὸν ὑποστράτηγον πέμψας σὺν στρατιᾷ τήν τε πόλιν καὶ τὰ βασίλεια ἐφρούρει καὶ τὰς οἰκίας τὰς πρὸς τῷ ἱερῷ καὶ ὅσα ἦν ἔξω περὶ τὸ ἱερὸν ὠχύρου.καὶ τὸ μὲν πρῶτον λόγους συμβατηρίους τοῖς ἐντὸς προσέφερεν, οὐχ ὑπακουόντων δὲ εἰς ἃ προεκαλεῖτο τὰ πέριξ ἐτείχιζε χωρία πρὸς ἅπαντα Ὑρκανοῦ προθύμως ὑπηρετοῦντος. Πομπήιος δὲ ἕωθεν στρατοπεδεύεται κατὰ τὸ βόρειον τοῦ ἱεροῦ μέρος, ὅθεν ἦν ἐπίμαχον.ἀνεστήκεσαν δὲ καὶ ἐνταῦθα μεγάλοι πύργοι καὶ τάφρος τε ὀρώρυκτο καὶ βαθείᾳ περιείχετο φάραγγι· ἀπερρώγει γὰρ καὶ τὰ πρὸς τὴν πόλιν τῆς γεφύρας ἀνατετραμμένης ἐφʼ οὗ δὴ Πομπήιος καὶ τὸ χῶμα ὁσημέραι ταλαιπωρούμενος ἐγήγερτο τεμνόντων τὴν πέριξ ὕλην Ῥωμαίων.καὶ ἐπειδὴ τοῦτʼ εἶχεν ἱκανῶς μόλις πλησθείσης τῆς τάφρου διὰ βάθος ἄπειρον προσβαλὼν μηχανὰς καὶ ὄργανα ἐκ Τύρου κομισθέντα ἐπιστήσας κατήρασσε τὸ ἱερὸν τοῖς πετροβόλοις.εἰ δὲ μὴ πάτριον ἦν ἡμῖν ἀργεῖν τὰς ἑβδομάδας ἡμέρας, οὐκ ἂν ἠνύσθη τὸ χῶμα κωλυόντων ἐκείνων· ἄρχοντας μὲν γὰρ μάχης καὶ τύπτοντας ἀμύνασθαι δίδωσιν ὁ νόμος, ἄλλο δέ τι δρῶντας τοὺς πολεμίους οὐκ ἐᾷ.Ὃ δὴ καὶ Ῥωμαῖοι συνιδόντες κατʼ ἐκείνας τὰς ἡμέρας, ἃ δὴ σάββατα καλοῦμεν, οὔτʼ ἔβαλλον τοὺς Ἰουδαίους οὔτε εἰς χεῖρας αὐτοῖς ὑπήντων, χοῦν δὲ καὶ πύργους ἀνίστασαν καὶ τὰ μηχανήματα προσῆγον, ὥστʼ αὐτοῖς εἰς τὴν ἐπιοῦσαν ἐνεργὰ ταῦτʼ εἶναι.μάθοι δʼ ἄν τις ἐντεῦθεν τὴν ὑπερβολὴν ἧς ἔχομεν περὶ τὸν θεὸν εὐσεβείας καὶ τὴν φυλακὴν τῶν νόμων, μηδὲν ὑπὸ τῆς πολιορκίας διὰ φόβον ἐμποδιζομένων πρὸς τὰς ἱερουργίας, ἀλλὰ δὶς τῆς ἡμέρας πρωΐ τε καὶ περὶ ἐνάτην ὥραν ἱερουργούντων ἐπὶ τοῦ βωμοῦ, καὶ μηδὲ εἴ τι περὶ τὰς προσβολὰς δύσκολον εἴη τὰς θυσίας παυόντων.καὶ γὰρ ἁλούσης τῆς πόλεως περὶ τρίτον μῆνα τῇ τῆς νηστείας ἡμέρᾳ κατὰ ἐνάτην καὶ ἑβδομηκοστὴν καὶ ἑκατοστὴν ὀλυμπιάδα ὑπατευόντων Γαΐου Ἀντωνίου καὶ Μάρκου Τυλλίου Κικέρωνος οἱ πολέμιοι μὲν εἰσπεσόντες ἔσφαττον τοὺς ἐν τῷ ἱερῷ,οἱ δὲ πρὸς ταῖς θυσίαις οὐδὲν ἧττον ἱερουργοῦντες διετέλουν, οὔτε ὑπὸ τοῦ φόβου τοῦ περὶ τῆς ψυχῆς οὔθʼ ὑπὸ τοῦ πλήθους τῶν ἤδη φονευομένων ἀναγκασθέντες ἀποδρᾶναι πᾶν θʼ ὅ τι δέοι παθεῖν τοῦτο παρʼ αὐτοῖς ὑπομεῖναι τοῖς βωμοῖς κρεῖττον εἶναι νομίζοντες ἢ παρελθεῖν τι τῶν νομίμων.ὅτι δὲ οὐ λόγος ταῦτα μόνον ἐστὶν ἐγκώμιον ψευδοῦς εὐσεβείας ἐμφανίζων, ἀλλʼ ἀλήθεια, μαρτυροῦσι πάντες οἱ τὰς κατὰ Πομπήιον πράξεις ἀναγράψαντες, ἐν οἷς καὶ Στράβων καὶ Νικόλαος καὶ πρὸς αὐτοῖς Τίτος Λίβιος ὁ τῆς Ῥωμαϊκῆς ἱστορίας συγγραφεύς.Ἐπεὶ δὲ τοῦ μηχανήματος προσαχθέντος σεισθεὶς ὁ μέγιστος τῶν πύργων κατηνέχθη καὶ παρέρρηξέν τι χωρίον, εἰσεχέοντο μὲν οἱ πολέμιοι, πρῶτος δὲ αὐτῶν Κορνήλιος Φαῦστος Σύλλα παῖς σὺν τοῖς ἑαυτοῦ στρατιώταις ἐπέβη τοῦ τείχους, μετὰ δὲ αὐτὸν Φούριος ἑκατοντάρχης ἅμα τοῖς ἑπομένοις κατὰ θάτερον μέρος, διὰ μέσων δὲ Φάβιος καὶ αὐτὸς ἑκατοντάρχης σὺν στίφει καρτερῷ.φόνου δὲ ἦν τὰ πάντα ἀνάπλεα. καὶ τῶν Ἰουδαίων οἱ μὲν ὑπὸ Ῥωμαίων, οἱ δʼ ὑπὸ ἀλλήλων ἀνῃροῦντο, εἰσὶν δʼ οἳ καὶ κατὰ κρημνῶν ἑαυτοὺς ἐρρίπτουν καὶ πῦρ ἐνιέντες εἰς τὰς οἰκίας ἐνεπίμπραντο τὰ γινόμενα καρτερεῖν οὐχ ὑπομένοντες.ἔπεσον δὲ τῶν μὲν Ἰουδαίων εἰς μυρίους καὶ δισχιλίους, Ῥωμαίων δὲ πάνυ ὀλίγοι. ἐλήφθη δὲ αἰχμάλωτος καὶ Ἀψάλωμος, θεῖος ἅμα καὶ πενθερὸς Ἀριστοβούλου. παρηνομήθη δὲ οὐ σμικρὰ περὶ τὸν ναὸν ἄβατόν τε ὄντα ἐν τῷ πρὶν χρόνῳ καὶ ἀόρατον·