Ἡρώδης δὲ τὴν μὲν τούτων πρόνοιαν Φερώρᾳ τῷ νεωτάτῳ τῶν ἀδελφῶν ἐπιτρέπει κελεύσας αὐτὸν ἅμα τειχίζειν καὶ Ἀλεξάνδρειον. ὁ δὲ ταχέως τε τοὺς στρατιώτας ἐν ἀφθονίᾳ πολλῇ τῶν ἀναγκαίων ἐποίησεν τό τε Ἀλεξάνδρειον ἠρημωμένον ἀνέκτισεν.Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον Ἀντώνιος μὲν διέτριβεν ἐν Ἀθήναις, κατὰ δὲ Συρίαν Οὐεντίδιος Σίλωνα μεταπεμπόμενος ἐπὶ τοὺς Πάρθους ἐπέστελλεν πρῶτον μὲν Ἡρώδῃ συλλαμβάνεσθαι τοῦ πολέμου, ἔπειτα δὲ καὶ ἐπὶ τὸν σφέτερον καλεῖν τοὺς συμμάχους.ὁ δʼ ἐπὶ τοὺς ἐν τοῖς σπηλαίοις λῃστὰς ἐπειγόμενος Σίλωνα μὲν ἐξέπεμψεν Οὐεντιδίῳ, αὐτὸς δʼ ἐπʼ ἐκείνους ἐξώρμησεν.ἦν δʼ ἐν ὄρεσιν τὰ σπήλαια τελέως ἐξερρωγόσιν καὶ κατὰ τὸ μεσαίτατον ἀποκρήμνους ἔχοντα τὰς παρόδους καὶ πέτραις ὀξείαις ἐμπεριεχόμενα·ἐν δὴ τούτοις μετὰ πάντων τῶν οἰκείων ἐφώλευον. ὁ δὲ βασιλεὺς λάρνακας ἐπʼ αὐτοὺς πηξάμενος καθίει ταύτας σιδηραῖς ἁλύσεσιν ἐκδεδεμένας διὰ μηχανῆς ἀπὸ κορυφῆς τοῦ ὄρους, μήτε κάτωθεν ἀνιέναι διὰ τὴν ὀξύτητα τοῦ ὄρους δυναμένων μήτε ἄνωθεν καθέρπειν ἐπʼ αὐτούς.αἱ δὲ λάρνακες πλήρεις ὁπλιτῶν ὑπῆρχον ἅρπας μεγάλας ἐχόντων, αἷς ἔμελλον ἐπισπώμενοι τοὺς ἀνθεστῶτας τῶν λῃστῶν κτείνειν καταφερομένους. τὴν μέντοι γε κάθεσιν τῶν λαρνάκων σφαλερὰν εἶναι συνέβαινεν κατὰ βάθους ἀπείρου γινομένην· ἔνδον μέντοι καὶ τὰ ἐπιτήδεια παρῆν αὐτοῖς.ὡς δὲ καθιμήθησαν αἱ λάρνακες, ἐτόλμα δʼ οὐδεὶς προσελθεῖν τοῖς ἐπὶ τῶν στομίων, ἀλλʼ ὑπὸ δέους ἠρέμουν, μάχαιράν τις περιζωσάμενος τῶν ὁπλοφόρων καὶ ταῖν χεροῖν ἀμφοτέραιν δραξάμενος ἁλύσεως, ἀφʼ ἧς ἤρτητο ἡ λάρναξ, κατῄει ἐπὶ τὰ στόμια δυσχεράνας τὴν τριβὴν τῶν ἐπεξιέναι μὴ τολμώντων.καὶ γενόμενος κατά τι στόμιον πρῶτα μὲν παλτοῖς ἀνακόπτει τοὺς πολλοὺς τῶν ἐπὶ τοῦ στομίου, ἔπειτα ἅρπῃ τοὺς ἀνθεστῶτας ἐπισπασάμενος ὠθεῖ κατὰ τοῦ κρημνοῦ, καὶ τοῖς ἔνδον ἐπεισελθὼν ἀποσφάττει τε πολλοὺς καὶ εἰσελθὼν εἰς τὴν λάρνακα ἡσύχασεν.φόβος δὲ εἶχε τοὺς ἄλλους τῆς οἰμωγῆς ἀκούοντας καὶ περὶ τῆς σωτηρίας ἀπόγνωσις, τὸ μέντοι γε πᾶν ἔργον ἐπέσχεν ἐπεξελθοῦσιν· καὶ πολλοὶ συγχωρήσαντος τοῦ βασιλέως ἐπικηρυκευσάμενοι παρέδοσαν σφᾶς ὑπηκόους εἶναι.τῷ δʼ αὐτῷ τρόπῳ καὶ κατὰ τὴν ἐπιοῦσαν ἐχρήσαντο τῇ προσβολῇ, μᾶλλον ἔτι τῶν ἐν τοῖς πήγμασιν ἐπεξιόντων αὐτοῖς καὶ κατὰ θύρας μαχομένων πῦρ τε ἐνιέντων.ἐξαφθέντων τε τῶν ἄντρων, πολλὴ γὰρ ἦν ἐν αὐτοῖς ὕλη, πρεσβύτης τις ἀπειλημμένος ἔνδον σὺν ἑπτὰ τέκνοις καὶ γυναικί, δεομένων τούτων ἐᾶσαι σφᾶς ὑπεξελθεῖν πρὸς τοὺς πολεμίους, στὰς ἐπὶ τοῦ στομίου τὸν ἀεὶ πρῶτον ἐξιόντα τῶν παίδων ἀπέσφαττεν, εἰς ὃ πάντας διεχρήσατο, ἔπειτα δὲ καὶ τὴν γυναῖκα, καὶ ῥίψας κατὰ τοῦ κρημνοῦ τοὺς νεκροὺς ἐπικατέβαλεν ἑαυτὸν θάνατον πρὸ δουλείας ὑπομένων.πολλὰ δὲ πρῶτον ὠνείδισεν τὸν Ἡρώδην εἰς ταπεινότητα καί τοι τοῦ βασιλέως, ἦν γὰρ ἄποπτα αὐτῷ τὰ γινόμενα, δεξιάν τε προτείνοντος καὶ πᾶσαν ἄδειαν. τὰ μὲν οὖν σπήλαια τούτων γενομένων ἤδη πάντα ἐκεχείρωτο.Καταστήσας δʼ ὁ βασιλεὺς τοῖς αὐτόθι στρατηγὸν Πτολεμαῖον εἰς Σαμάρειαν ᾤχετο σὺν ἱππεῦσιν ἑξακοσίοις ὁπλίταις δὲ τρισχιλίοις ὡς μάχῃ κριθησόμενος πρὸς Ἀντίγονον.οὐ μὴν τῷ Πτολεμαίῳ προυχώρησεν τὰ κατὰ τὴν στρατηγίαν, ἀλλʼ οἱ καὶ πρότερον τὴν Γαλιλαίαν ταράξαντες ἐπεξελθόντες αὐτὸν διεχρήσαντο καὶ τοῦτο δράσαντες συμφεύγουσιν εἴς τε τὰ ἕλη καὶ τὰ δύσβατα τῶν χωρίων, ἄγοντες καὶ διαρπάζοντες τὴν αὐτόθι πᾶσαν.τιμωρεῖται δὲ τούτους Ἡρώδης ἐπανελθών· τοὺς μὲν γὰρ ἀναιρεῖ τῶν ἀποστάντων, τοὺς δʼ ἀναφυγόντας εἰς ἐρυμνὰ χωρία πολιορκίᾳ παραστησάμενος αὐτούς τε ἀπέκτεινεν καὶ τὰ ἐρύματα κατέσκαψεν. ἐζημίωσε δὲ παύσας οὕτως τὴν νεωτεροποιίαν καὶ τὰς πόλεις ἑκατὸν ταλάντοις.Ἐν δὲ τῷ μεταξὺ Πακόρου πεσόντος ἐν μάχῃ καὶ τῶν Πάρθων πταισάντων πέμπει βοηθὸν ὁ Βεντίδιος Ἡρώδῃ Μαχαιρᾶν σὺν δυσὶ τάγμασι καὶ χιλίοις ἱππεῦσιν ἐπισπεύδοντος Ἀντωνίου.Μαχαιρᾶς μὲν οὖν Ἀντιγόνου καλοῦντος αὐτὸν παρὰ τὴν Ἡρώδου γνώμην χρήμασι διεφθαρμένος ἀπῄει ὡς κατασκεψόμενος αὐτοῦ τὰ πράγματα. τὴν δὲ διάνοιαν ὑπιδόμενος αὐτοῦ τὴν τῆς ἀφίξεως Ἀντίγονος οὐδὲ προσεδέξατο, ἀλλὰ σφενδόναις βάλλων αὐτὸν ἀνεῖργεν, καὶ διεδήλου τὴν αὐτοῦ προαίρεσιν.αἰσθόμενος δὲ τὰ βέλτιστα Ἡρώδην αὐτῷ παραινοῦντα καὶ αὐτὸν διημαρτηκότα παρακούσαντα τῆς ἐκείνου συμβουλίας, ἀνεχώρει μὲν εἰς Ἀμμαοῦν πόλιν, οἷς δὲ κατὰ τὴν ὁδὸν Ἰουδαίοις περιετύγχανεν τούτους ἀπέσφαττεν ἐχθρούς τε καὶ φίλους ὀργιζόμενος ὑπὲρ ὧν πεπόνθει.παροξυνθεὶς δʼ ἐπὶ τούτοις ὁ βασιλεὺς ἐπὶ Σαμαρείας ᾔει· πρὸς γὰρ Ἀντώνιον ἐγνώκει περὶ τούτων ἀφικέσθαι· δεῖσθαι γὰρ οὐχὶ τοιούτων συμμάχων, οἳ βλάψουσι μᾶλλον αὐτὸν ἢ τοὺς πολεμίους· ἐξαρκεῖν δὲ καὶ αὐτῷ πρὸς τὴν Ἀντιγόνου καθαίρεσιν.παρακολουθῶν δʼ ὁ Μαχαιρᾶς ἐδεῖτο μένειν· εἰ δὲ οὕτως ὥρμηκεν, ἀλλὰ τόν γε ἀδελφὸν αὐτοῦ Ἰώσηπον παρακαθιστάνειν σφίσι προσπολεμοῦσιν Ἀντιγόνῳ. καὶ διαλλάττεται μὲν πολλὰ τοῦ Μαχαιρᾶ δεηθέντος, καταλιπὼν δὲ τὸν Ἰώσηπον αὐτόθι σὺν στρατῷ παρῄνεσεν μὴ ἀποκινδυνεύειν μηδὲ τῷ Μαχαιρᾷ διαφέρεσθαι.