Καῖσαρ μὲν οὖν καὶ διὰ τὰς Ἀντιπάτρου στρατείας, ἃς κατʼ Αἴγυπτον αὐτοῦ τῷ πατρὶ συνδιήνεγκεν, καὶ τὴν ξενίαν καὶ τὴν ἐν ἅπασιν εὔνοιαν, καὶ χαριζόμενος δὲ Ἀντωνίῳ σφόδρα περὶ τὸν Ἡρώδην ἐσπουδακότι, πρὸς τὴν ἀξίωσιν καὶ τὴν ὧν ἐβούλετο Ἡρώδης συνεργίαν ἑτοιμότερος ἦν.συναγαγόντες δὲ τὴν βουλὴν Μεσσάλας καὶ μετʼ αὐτὸν Ἀτρατῖνος, παραστησάμενοι τὸν Ἡρώδην τάς τε τοῦ πατρὸς εὐεργεσίας αὐτοῦ διεξῄεσαν καὶ ἣν αὐτὸς πρὸς Ῥωμαίους εἶχεν εὔνοιαν ὑπεμίμνησκον, κατηγοροῦντες ἅμα καὶ πολέμιον ἀποφαίνοντες τὸν Ἀντίγονον οὐκ ἐξ ὧν τὸ πρῶτον προσέκρουσεν αὐτοῖς μόνον, ἀλλʼ ὅτι καὶ παρὰ Πάρθων τὴν ἀρχὴν λάβοι Ῥωμαίους ὑπεριδών.τῆς δὲ βουλῆς ἐπὶ τούτοις παρωξυμμένης παρελθὼν Ἀντώνιος ἐδίδασκεν αὐτούς, ὡς καὶ πρὸς τὸν κατὰ Πάρθων πόλεμον Ἡρώδην βασιλεύειν συμφέρει. καὶ δόξαν τοῦτο πᾶσι ψηφίζονται.Καὶ τοῦτο τὸ μέγιστον ἦν τῆς Ἀντωνίου περὶ τὸν Ἡρώδην σπουδῆς, ὅτι μὴ μόνον αὐτῷ τὴν βασιλείαν οὐκ ἐλπίζοντι περιεποιήσατο, οὐ γὰρ πρὸς αὐτὸν ἀνέβη ταύτην αἰτησόμενος, οὐ γὰρ ἐνόμιζεν αὐτῷ τοὺς Ῥωμαίους παρέξειν τοῖς ἐκ τοῦ γένους ἔθος ἔχοντας αὐτὴν διδόναι,ἀλλὰ διὰ τὸ τῷ τῆς γυναικὸς ἀδελφῷ λαβεῖν ἀξιώσων Ἀλεξάνδρῳ υἱωνῷ τυγχάνοντι πρὸς μὲν πατρὸς Ἀριστοβούλου πρὸς δὲ μητρὸς Ὑρκανοῦ, ἀλλʼ ὅτι καὶ ἑπτὰ ταῖς πάσαις ἡμέραις παρέσχεν αὐτῷ τυχόντι τῶν οὐδὲ προσδοκηθέντων ἀπελθεῖν ἐκ τῆς Ἰταλίας.τοῦτον μὲν οὖν τὸν νεανίσκον Ἡρώδης ἀπέκτεινεν, ὡς κατὰ καιρὸν δηλώσομεν· λυθείσης δὲ τῆς βουλῆς μέσον ἔχοντες Ἡρώδην Ἀντώνιος καὶ Καῖσαρ ἐξῄεσαν προαγόντων ἅμα ταῖς ἄλλαις ἀρχαῖς τῶν ὑπάτων θύσοντές τε καὶ τὸ δόγμα καταθησόμενοι εἰς τὸ Καπετώλιον.ἑστιᾷ δὲ τὴν πρώτην ἡμέραν τῆς βασιλείας Ἀντώνιος. καὶ ὁ μὲν οὕτως τὴν βασιλείαν παραλαμβάνει τυχὼν αὐτῆς ἐπὶ τῆς ἑκατοστῆς καὶ ὀγδοηκοστῆς καὶ τετάρτης ὀλυμπιάδος ὑπατεύοντος Γναίου Δομετίου Καλβίνου τὸ δεύτερον καὶ Γαΐου Ἀσινίου Πωλίωνος.Τοῦτον δὲ ἅπαντα τὸν χρόνον Ἀντίγονος ἐπολιόρκει τοὺς ἐν Μασάδα, τῶν μὲν ἄλλων ἐπιτηδείων αὐτοῖς ὑπαρχόντων, μόνου δὲ σπανίζοντος ὕδατος, ὡς διὰ τοῦτο καὶ τὸν ἀδελφὸν τὸν Ἡρώδου Ἰώσηπον σὺν διακοσίοις τῶν οἰκείων ἀποδρᾶναι βουλεύσασθαι πρὸς Ἄραβας· ἀκηκόει γὰρ ὡς Μάλχος τῶν εἰς Ἡρώδην ἁμαρτημάτων μετανοεῖ.κατέσχε δʼ αὐτὸν ὕσας διὰ τῆς νυκτὸς ὁ θεός· τῶν γὰρ ἐκδοχείων πλησθέντων τοῦ ὕδατος οὐκέτι τῆς φυγῆς ἐδεῖτο, ἀλλὰ τεθαρσηκότες ἤδη καὶ πλέον ἢ κατὰ τὴν εὐπορίαν τοῦ σπανίζοντος, ὡς ἐκ θεοῦ προνοίας ταύτης αὐτοῖς γεγενημένης, ἐπεξιόντες καὶ συμπλεκόμενοι τοῖς περὶ τὸν Ἀντίγονον τοῖς μὲν φανερῶς, τοῖς δὲ καὶ λάθρα, πολλοὺς αὐτῶν διέφθειραν.κἀν τούτῳ Βεντίδιος ὁ Ῥωμαίων στρατηγὸς πεμφθεὶς ἐκ Συρίας ὥστε Πάρθους ἀνείργειν, μετʼ ἐκείνους εἰς τὴν Ἰουδαίαν παρέβαλεν τῷ λόγῳ μὲν Ἰωσήπῳ συμμαχήσων, τὸ δʼ ὅλον ἦν αὐτῷ στρατήγημα χρήματα παρʼ Ἀντιγόνου λαβεῖν· ἔγγιστα γοῦν Ἱεροσολύμων στρατοπεδευόμενος ἀποχρώντως ἠργυρίσατο τὸν Ἀντίγονον.καὶ αὐτὸς μὲν ἀνεχώρησεν σὺν τῇ πλείονι δυνάμει, ἵνα δὲ μὴ κατάφωρον γένηται τὸ λῆμμα, Σίλωνα μετὰ μέρους τινὸς τῶν στρατιωτῶν κατέλιπεν, ὃν καὶ αὐτὸν ἐθεράπευεν Ἀντίγονος, ὅπως μηδὲν ἐνοχλοίη, προσδοκῶν καὶ πάλιν αὐτῷ Πάρθους ἐπαμυνεῖν.Ἡρώδης δʼ ἐκ τῆς Ἰταλίας ἤδη καταπεπλευκὼς εἰς Πτολεμαΐδα καὶ συναγηοχὼς δύναμιν οὐκ ὀλίγην ξένων τε ἅμα καὶ ὁμοφύλων ἤλαυνε διὰ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἀντίγονον. συνελάμβανον δʼ αὐτῷ Σίλων τε καὶ Βεντίδιος πεισθέντες ὑπὸ Δελλίου συγκατάγειν Ἡρώδην τοῦ πεμφθέντος ὑπʼ Ἀντωνίου.Βεντίδιος μὲν οὖν ἐτύγχανεν τὰς ταραχὰς τὰς διὰ Πάρθους ἐν ταῖς πόλεσιν οὔσας καθιστάμενος, Σίλων δʼ ἐν Ἰουδαίᾳ χρήμασιν ὑπʼ Ἀντιγόνου διεφθαρμένος. Ἡρώδῃ μέντοι προϊόντι καθʼ ἑκάστην ἡμέραν ἡ δύναμις ηὔξετο καὶ πᾶσα Γαλιλαία πλὴν ὀλίγων αὐτῷ προστέθειτο.ὡρμηκότα δʼ αὐτὸν ἐπὶ τοὺς ἐν Μεσάδα, ἀναγκαῖον γὰρ ἦν τὸ σῶσαι τοὺς ἐν τῷ φρουρίῳ πολιορκουμένους συγγενεῖς ὄντας, ἐμποδὼν Ἰόππη γίνεται· πολεμίαν γὰρ οὖσαν αὐτὴν ἐχρῆν ἐξελεῖν πρότερον, ὅπως μηδὲν ὑπολείπηται κατὰ νώτου τοῖς ἐχθροῖς ἔρυμα χωροῦντος ἐπὶ Ἱεροσολύμων.ποιησαμένου δὲ καὶ Σίλωνος ταύτην πρόφασιν τῆς ἀπαναστάσεως καὶ τῶν Ἰουδαίων διωκόντων αὐτὸν Ἡρώδης μετʼ ὀλίγου στίφους ἐπέξεισιν καὶ τρέπεται μὲν τοὺς Ἰουδαίους, Σίλωνα δὲ σώζει κακῶς ἀμυνόμενον, ἑλών τε τὴν Ἰόππην ἔσπευδεν ῥυσόμενος τοὺς ἐν Μασάδα οἰκείους.τῶν δʼ ἐπιχωρίων οἱ μὲν αὐτῷ διὰ τὴν πατρῴαν προσεχώρουν φιλίαν, οἱ δὲ διὰ τὴν αὐτοῦ δόξαν, ἄλλοι δὲ κατʼ ἀμοιβὴν τῆς παρʼ ἀμφοτέρων εὐεργεσίας, οἱ πλείους δὲ διὰ τὰς ἐλπίδας, ἃς ὡς ἐπὶ βασιλεῖ βεβαίῳ τὸ λοιπὸν εἶχον.Ἤθροιστο δὴ δύναμις βαρεῖα, καὶ προϊόντος Ἀντίγονος τῶν παρόδων τοὺς ἐπιτηδείους τόπους ἐνέδραις καὶ λόχοις κατελάμβανεν καὶ καθάπαξ οὐδὲν ἐκ τούτου τοὺς πολεμίους ἢ μικρὰ παντάπασιν ἔβλαπτεν.Ἡρώδης δὲ τοὺς ἐκ Μασάδας οἰκείους παραλαβὼν καὶ Ῥῆσαν τὸ φρούριον ᾔει πρὸς τὰ Ἱεροσόλυμα, συνῆπτε δʼ αὐτῷ τὸ μετὰ Σίλωνος στρατιωτικὸν καὶ πολλοὶ τῶν ἐκ τῆς πόλεως τὴν ἰσχὺν καταπλαγέντες.