Οἰχομένου δὲ τῶν Πάρθων ἐδέσμευόν τινες Ὑρκανὸν καὶ Φασάηλον πολλὰ τῆς ἐπιορκίας κακίζοντα τοὺς Πάρθους. ὁ δʼ ἐπὶ τὸν Ἡρώδην ἀπεσταλμένος εὐνοῦχος ἐντολὰς εἶχεν προαγαγὼν αὐτὸν ἔξω τοῦ τείχους συλλαμβάνειν.ἔτυχον δὲ ἄγγελοι παρὰ Φασαήλου πεμφθέντες ἐπὶ δηλώσει τῆς τῶν Πάρθων ἀπιστίας, οὓς τῶν πολεμίων συλλαβόντων γνοὺς Ἡρώδης πρόσεισι Πακόρῳ καὶ Πάρθων τοῖς δυνατοῖς ὡς οὖσιν τῶν ἄλλων δεσπόταις.οἱ δὲ τὸ πᾶν εἰδότες ὑπεκρίνοντο δολερῶς καὶ δεῖν αὐτὸν ἔφασαν μετὰ σφῶν ἐξελθόντα πρὸ τοῦ τείχους ὑπαντᾶν τοῖς τὰ γράμματα κομίζουσιν· οὐδέπω γὰρ αὐτοὺς εἰλῆφθαι πρὸς τῶν ἀντιστασιωτῶν, ἥκειν μέντοι δηλοῦντας ὅσα κατορθώσειε Φασάηλος.τούτοις Ἡρώδης οὐκ ἐπίστευσεν· ἀκηκόει γὰρ τὴν σύλληψιν τἀδελφοῦ παρʼ ἑτέρων· καὶ παραινούσης δὲ τῆς Ὑρκανοῦ θυγατρός, ἧς ἐγγεγύητο τὴν παῖδα, ἔτι μᾶλλον ὑπώπτευε τοὺς Πάρθους. οἱ μὲν οὖν ἄλλοι ταύτῃ οὐ προσεῖχον, αὐτὸς δʼ ἐπίστευεν λίαν ἔμφρονι γυναικί.Βουλευομένων δὲ τῶν Πάρθων, τί χρὴ ποιεῖν, οὐ γὰρ ἤρεσκεν αὐτοῖς ἐκ τοῦ φανεροῦ ἐπιχειρεῖν ἀνδρὶ τηλικούτῳ, καὶ ὑπερθεμένων εἰς τὴν ὑστεραίαν, ἐν τοιαύταις ταραχαῖς Ἡρώδης γενόμενος καὶ μᾶλλον οἷς ἤκουσεν περὶ τἀδελφοῦ καὶ τῆς Πάρθων ἐπιβουλῆς ἢ τοῖς ἐναντίοις προστιθέμενος, ἑσπέρας ἐπελθούσης ἔγνω ταύτῃ πρὸς φυγὴν χρήσασθαι καὶ μὴ διαμέλλειν ὡς ἐπʼ ἀδήλοις τοῖς ἀπὸ τῶν πολεμίων κινδύνοις.ἄρας οὖν σὺν οἷς εἶχεν ὁπλίταις καὶ τὰς γυναῖκας τοῖς ὑποζυγίοις ἐπιθέμενος μητέρα τε αὐτοῦ καὶ ἀδελφὴν καὶ ἣν ἔμελλεν ἄξεσθαι πρὸς γάμον Ἀλεξάνδρου θυγατέρα τοῦ Ἀριστοβούλου παιδὸς τήν τε ταύτης μητέρα, Ὑρκανοῦ δʼ ἦν θυγάτηρ, καὶ τὸν νεώτατον ἀδελφὸν τήν τε θεραπείαν πᾶσαν καὶ τὸν ἄλλον ὄχλον τὸν σὺν αὐτοῖς, ἐδίωκεν τὴν ἐπὶ Ἰδουμαίας λαθὼν τοὺς πολεμίους.ὧν οὐδεὶς ἂν οὕτως στερρὸς τὴν φύσιν εὑρέθη, ὃς τότε παρὼν τοῖς πραττομένοις οὐκ ἂν ᾤκτειρεν αὐτοὺς τῆς τύχης, γυναίων ἐπαγομένων νήπια τέκνα καὶ μετὰ δακρύων καὶ οἰμωγῆς ἀπολειπουσῶν τὴν πατρίδα καὶ φίλους ἐν δεσμοῖς καὶ περὶ αὐτῶν οὐδὲν ἔτι χρηστὸν προσδεχομένων.Ἀλλʼ Ἡρώδης ἐπάνω τῆς ἐκ τοῦ δεινοῦ πληγῆς τὸ φρόνημα ποιησάμενος αὐτός τε ἦν πρὸς τὸ δεινὸν εὔψυχος καὶ παριὼν κατὰ τὴν ὁδὸν θαρρεῖν ἕκαστον παρεκελεύετο καὶ μὴ παρέχειν αὑτὸν ἔκδοτον τῇ λύπῃ· τοῦτο γὰρ αὐτοὺς βλάπτειν πρὸς τὴν φυγήν, ἐν ᾗ τὴν σωτηρίαν αὐτοῖς μόνῃ κεῖσθαι συμβέβηκεν.καὶ οἱ μὲν ὡς Ἡρώδης παρῄνει φέρειν τὴν συμφορὰν ἐπειρῶντο. μικροῦ δʼ αὑτὸν διεχρήσατο τοῦ ζεύγους περιτραπέντος καὶ τῆς μητρὸς αὐτῷ κινδυνευσάσης ἀποθανεῖν, διά τε τὸ ἐπʼ αὐτῇ πάθος καὶ διὰ τὸ φοβεῖσθαι, μὴ καταλάβωσιν αὐτὸν οἱ πολέμιοι διώκοντες τριβῆς περὶ τὸ πταῖσμα γενομένης.σπασάμενον γοῦν αὐτὸν τὸ ξίφος καὶ μέλλοντα πλήττειν αὑτὸν κατέσχον οἱ παρόντες, τῷ τε πλήθει κατισχύσαντες καὶ ὡς οὐκ ἐχρῆν αὐτοὺς ἐγκαταλιπεῖν ἐπὶ τοῖς ἐχθροῖς ἐσομένους λέγοντες· οὐ γὰρ εἶναι γενναίου τῶν δεινῶν αὑτὸν ἐλευθερώσαντα τοὺς φίλους ἐν αὐτοῖς ὑπεριδεῖν.βιασθεὶς οὖν ἀποσχέσθαι τοῦ κατʼ αὐτὸν τολμήματος αἰδοῖ τε τῶν λεγομένων καὶ πλήθει τῶν οὐκ ἐπιτρεπόντων αὐτοῦ τῇ χειρὶ διακονεῖν οἷς ἐντεθύμητο, ἀνακτησάμενος τὴν μητέρα καὶ θεραπείας ἧς ὁ καιρὸς ἤπειγεν ἀξιώσας ἐβάδιζεν τὴν προκειμένην ὁδὸν συντονωτέραν ποιούμενος τὴν πορείαν εἰς Μάσαδαν τὸ ἔρυμα. πολλὰς δὲ μάχας πρὸς τοὺς ἐπεξελθόντας καὶ διώκοντας τῶν Πάρθων μαχεσάμενος πάσας ἐνίκησεν.Ἔμεινε δʼ αὐτῷ παρὰ τὴν φυγὴν οὐδὲ τὰ παρὰ τῶν Ἰουδαίων ἀσφαλῆ, συνεπέθεντο δὲ καὶ οὗτοι γενομένοις ἀπὸ σταδίων ἑξήκοντα τῆς πόλεως προσβάλλοντές τε καὶ εἰς χεῖρας ἐρχόμενοι κατὰ τὴν ὁδόν.οὓς δὴ καὶ τρεψάμενος καὶ κρατήσας οὐχ ὡς ἐν ἀπορίᾳ καὶ ἀνάγκῃ τις τοιαύτῃ καθεστώς, ἀλλʼ ὡς κάλλιστα καὶ μετὰ πολλοῦ τοῦ περιόντος πρὸς πόλεμον παρεσκευασμένος, ἐν ἐκείνῳ τῷ χωρίῳ, ἐν ᾧ τῶν Ἰουδαίων ἐκράτησε, μετὰ χρόνον βασιλεύσας ἔκτισε καὶ βασίλειον κατεσκεύασεν ἀξιολογώτατον καὶ πόλιν περὶ αὐτὸ Ἡρωδίαν προσαγορεύσας.γενομένῳ δὲ τῆς Ἰδουμαίας ἐν Θρήσᾳ χωρίῳ οὕτω καλουμένῳ ὁ ἀδελφὸς Ἰώσηπος ὑπήντησεν καὶ βουλὴν περὶ τῶν ὅλων ἦγε, τί χρὴ ποιεῖν, πολλοῦ μὲν πλήθους ἐπαγομένου καὶ δίχα τῶν μισθοφορούντων αὐτοῖς, τοῦ δὲ χωρίου τῆς Μεσάδας, εἰς ὃ προύκειτο συμφυγεῖν ἐλάττονος ὄντος ὑποδέξασθαι τοσοῦτον ὄχλον.τοὺς μὲν οὖν πλείους ἀπέλυσεν ὑπὲρ ἐννέα χιλιάδας ὄντας ἄλλον ἀλλαχῆ κελεύσας διὰ τῆς Ἰδουμαίας σώζειν αὑτούς, δοὺς ἐφόδια· ὅσοι δʼ ἦσαν κοῦφοι καὶ τοὺς ἀναγκαιοτάτους ἀναλαβὼν εἰς τὸ ἔρυμα παραγίνεται καὶ καταθέμενος αὐτόθι τάς τε γυναῖκας καὶ τοὺς ἑπομένους, ἦσαν δὲ ὡς ὀκτακόσιοι, σίτου τε ὄντος ἐν τῷ χωρίῳ καὶ ὕδατος καὶ τῶν ἄλλων ἐπιτηδείων ἁπάντων διαρκούντως αὐτοῖς ἐξώρμησεν αὐτὸς ἐπὶ Πέτρας τῆς Ἀραβίας.ἅμα δʼ ἡμέρᾳ τὰ μὲν ἄλλα πάντα τῶν Ἱεροσολύμων διήρπαζον οἱ Πάρθοι καὶ τὸ βασίλειον, μόνων δὲ ἀπείχοντο τῶν Ὑρκανοῦ χρημάτων· τὰ δʼ ἦν ὡς τριακόσια τάλαντα.πολλὰ δὲ τῶν Ἡρώδου διέφυγεν καὶ μάλισθʼ ὅσα προκομισθῆναι κατὰ προμήθειαν τἀνδρὸς εἰς τὴν Ἰδουμαίαν ἐφθάκει. τὰ μὲν οὖν κατὰ τὴν πόλιν οὐκ ἀπέχρησε τοῖς Πάρθοις, ἀλλὰ καὶ τὴν χώραν αὐτῶν ἐξιόντες ἐκάκουν καὶ Μάρισάν τε πόλιν δυνατὴν ἀνέστησαν.