παραχρῆμα δʼ ἐκδραμόντες Ῥωμαῖοι σὺν ἐγχειριδίοις τοὺς μὲν αὐτῶν ἀπέκτειναν, πλείους δὲ κατέτρωσαν, οἱ δὲ λοιποὶ διαφυγόντες ἐπʼ οἴκου ἡσύχαζον. τοῦ δὲ δήμου καταβοῶντος Ἡρώδου παροξυνθεὶς Ἀντώνιος τοὺς δεδεμένους ἀπέκτεινεν.Δευτέρῳ δʼ ἔτει Συρίαν κατέσχον Πάκορός τε ὁ βασιλέως παῖς καὶ Βαζαφράνης σατράπης ὢν Πάρθων. τελευτᾷ δὲ καὶ Πτολεμαῖος ὁ Μενναίου καὶ τὴν ἀρχὴν ὁ παῖς αὐτοῦ Λυσανίας παραλαβὼν διαπράττεται φιλίαν πρὸς Ἀντίγονον τὸν Ἀριστοβούλου, πρὸς τοῦτο χρήσιμον τὸν σατράπην παραλαβὼν μέγα παρʼ αὐτῷ δυνάμενον.Ἀντίγονος δʼ ὑπισχνεῖτο χίλια τάλαντα καὶ πεντακοσίας γυναῖκας δώσειν Πάρθοις, εἰ τὴν ἀρχὴν Ὑρκανὸν ἀφελόμενοι παραδώσουσιν αὐτῷ καὶ τοὺς περὶ τὸν Ἡρώδην ἀνέλοιεν.οὐ μὴν ἔδωκεν· ἀλλʼ οἱ μὲν Πάρθοι διὰ τοῦτʼ ἐπὶ τὴν Ἰουδαίαν ἐστράτευσαν κατάγοντες Ἀντίγονον, Πάκορος μὲν διὰ τῆς παραθαλαττίου, ὁ δὲ σατράπης Βαζαφράνης διὰ τῆς μεσογείου.Τύριοι μὲν οὖν ἀποκλείουσι Πάκορον, Σιδώνιοι δὲ καὶ Πτολεμαεῖς ἐδέξαντο. ἴλην μέντοι Πάκορος ἱππέων εἰς τὴν Ἰουδαίαν ἐξέπεμψεν κατασκεψομένην τε τὰ κατὰ τὴν χώραν καὶ Ἀντιγόνῳ συμπράξουσαν, ἡγεμόνα τε ὁμώνυμον τοῦ βασιλέως οἰνοχόον.ἐκ δὲ τῶν περὶ Κάρμηλον τὸ ὄρος Ἰουδαίων πρὸς Ἀντίγονον ἐλθόντων καὶ συνεισβαλεῖν ἑτοίμως ἐχόντων, προσεδόκα δὲ τῆς χώρας μέρος τι λαβεῖν ὁ Ἀντίγονος, δρυμοὶ δὲ τὸ χωρίον καλεῖται, καί τινων ὑπαντιασάντων αὐτοὺς διεκπίπτουσιν εἰς Ἱεροσόλυμα οἱ ἄνθρωποι. προσγενομένων δέ τινων πολλοὶ συστραφέντες ἐπὶ τὰ βασίλεια ἧκον καὶ ταῦτα ἐπολιόρκουν.προσβοηθούντων δὲ τῶν περὶ Φασάηλον καὶ Ἡρώδην καὶ μάχης γενομένης κατὰ τὴν ἀγορὰν νικῶσιν οἱ νεανίσκοι τοὺς πολεμίους, καὶ συνδιώξαντες εἰς τὸ ἱερὸν πέμπουσιν ὁπλίτας τινὰς εἰς τὰς πλησίον οἰκίας φρουρήσοντας αὐτάς, οὓς ἐπαναστὰς ὁ δῆμος συμμάχων ὄντας ἐρήμους σὺν αὐτοῖς οἴκοις κατέπρησεν.ὑπὲρ μὲν οὖν τῆς ἀδικίας ταύτης Ἡρώδης μετʼ ὀλίγον τιμωρίαν παρὰ τῶν ἀντιστασιωτῶν λαμβάνει συμβαλὼν αὐτοῖς εἰς μάχην καὶ πολλοὺς αὐτῶν ἀποκτείνας.Γινομένων δʼ ὁσημέραι ἀκροβολισμῶν αὐτοῖς ἀνέμενον οἱ πολέμιοι τὸν ἐκ τῆς χώρας ὄχλον εἰς τὴν καλουμένην πεντηκοστήν, ἑορτὴ δʼ ἐστίν, μέλλοντα ἥξειν.τῆς δʼ ἡμέρας ἐνστάσης πολλαὶ περὶ τὸ ἱερὸν ἀθροίζονται μυριάδες ἀνθρώπων ὡπλισμένων τε καὶ ἀνόπλων. κατεῖχον δὲ τὴν πόλιν καὶ τὸ ἱερὸν οἱ παρόντες πλὴν τῶν περὶ τὰ βασίλεια· ταῦτα γὰρ σὺν ὀλίγοις στρατιώταις οἱ περὶ Ἡρώδην ἐφρούρουν.Φασάηλος μὲν οὖν τὸ τεῖχος ἐφύλασσεν, Ἡρώδης δὲ λόχον ἔχων ἐπέξεισιν τοῖς πολεμίοις κατὰ τὸ προάστειον, καὶ καρτερῶς μαχεσάμενος πολλάς τε μυριάδας τρέπει, τῶν μὲν εἰς τὴν πόλιν φευγόντων, τῶν δʼ εἰς τὸ ἱερόν, ἔστιν δʼ ὧν εἰς τὸ ἔξω χαράκωμα· ἦν γάρ τι αὐτόθι· παρεβοήθει δὲ καὶ Φασάηλος.Πάκορος δʼ ὁ Πάρθων στρατηγὸς σὺν ἱππεῦσιν ὀλίγοις Ἀντιγόνου δεηθέντος εἰς τὴν πόλιν ἔρχεται, λόγῳ μὲν ὡς καταπαύσειεν τὴν στάσιν, τὸ δʼ ἀληθὲς συμπράξων ἐκείνῳ τὴν ἀρχήν.Φασαήλου δʼ ὑπαντήσαντος καὶ δεξαμένου ξενίᾳ Πάκορος πείθει πρεσβεύσασθαι παρὰ Βαζαφράνην αὐτόν, δόλον τινὰ τοῦτον συντιθείς. καὶ Φασάηλος οὐδὲν ὑπιδόμενος πείθεται μὴ ἐπαινοῦντος Ἡρώδου τοῖς πραττομένοις διὰ τὸ τῶν βαρβάρων ἄπιστον, ἀλλὰ καὶ Πακόρῳ καὶ τοῖς ἥκουσιν ἐπιτίθεσθαι κελεύοντος.Ὤιχοντο δʼ οὖν πρεσβεύοντες Ὑρκανός τε καὶ Φασάηλος, Πάκορος δὲ καταλιπὼν Ἡρώδῃ διακοσίους ἱππεῖς καὶ δέκα τῶν λεγομένων ἐλευθέρων προύπεμψεν αὐτούς. γενομένοις δʼ ἐν τῇ Γαλιλαίᾳ μεθʼ ὅπλων ὑπαντῶσιν οἱ ταύτῃ τῶν πολεμίων ὑφεστῶτες.καὶ Βαζαφράνης τὸ μὲν πρῶτον αὐτοὺς ὑποδέχεται προθύμως καὶ δῶρα δίδωσιν, ἔπειτα ἐπεβούλευεν. πλησίον δὲ μετὰ ἱππέων ὑπὲρ θαλάττης οἱ περὶ Φασάηλον κατάγονται καὶ ἐνταῦθʼ ἀκούσαντες, ὡς Ἀντίγονος ὑπόσχοιτο χίλια τάλαντα καὶ γυναῖκας πεντακοσίας τοῖς Πάρθοις κατʼ αὐτῶν, διʼ ὑποψίας εἶχον ἤδη τοὺς βαρβάρους.οὐ μὴν ἀλλὰ καὶ νύκτωρ ἐπιβουλευομένους αὐτοὺς ἀπήγγειλέν τις φυλακῆς αὐτοὺς ἐκ τἀφανοῦς περιισταμένης, καὶ συνελήφθησαν ἄν, εἰ μὴ περιέμενον ἕως ἂν οἱ περὶ Ἱεροσόλυμα Πάρθοι Ἡρώδην συλλάβοιεν, μὴ προανῃρημένων τούτων ἐκεῖνος αἰσθόμενος διαφύγοι. καὶ ἦν ταῦθʼ οὕτως ἔχοντα καὶ οἱ φύλακες αὐτῶν ἑωρῶντο.Φασαήλῳ μὲν οὖν παρῄνουν τινὲς εὐθὺς ἀφιππάσασθαι καὶ μὴ περιμένειν, μάλιστα μέντοι πρὸς ταῦτα αὐτὸν Ὀφέλλιος ἐνῆγεν, ὃς ἀκηκόει παρὰ Σαραμάλλα τοῦ πλουσιωτάτου τῶν ἐν Συρίᾳ τότε καὶ πλοῖα πρὸς τὴν φυγὴν ὑπισχνεῖτο· ἐγγὺς γὰρ ἦν ἡ θάλασσα.ὁ δὲ Ὑρκανὸν ἀπολιπεῖν οὐκ ἠξίου οὐδὲ παρακινδυνεύειν τἀδελφῷ· προσελθὼν δὲ πρὸς τὸν Βαζαφράνην οὐ δίκαια ποιεῖν αὐτὸν ἔλεγεν τοιαῦτα βουλευόμενον περὶ αὐτῶν· χρημάτων τε γὰρ δεομένῳ πλείονα ἔσεσθαι παρʼ αὐτοῦ ὧν Ἀντίγονος δίδωσιν, καὶ ἄλλως δεινὸν εἶναι πρὸς αὐτὸν ἐπὶ πίστει συνελθόντας πρεσβευτὰς ἀποκτεῖναι μηδὲν ἀδικοῦντας.ὁ δὲ βάρβαρος ταῦτα λέγοντος ὤμνυεν μηδὲν ἀληθὲς εἶναι τῶν ὑπονοουμένων, ἀλλὰ ψευδεῖς αὐτὸν ὑποψίας ταράξαι, ἀπῄει τε πρὸς Πάκορον.