Μετὰ δὲ τὸν Γαΐου θάνατον Μᾶρκος Ἀντώνιος καὶ Πόπλιος Δολαβέλλας ὕπατοι ὄντες τήν τε σύγκλητον συνήγαγον καὶ τοὺς παρʼ Ὑρκανοῦ πρέσβεις παραγαγόντες διελέχθησαν περὶ ὧν ἠξίουν καὶ φιλίαν πρὸς αὐτοὺς ἐποίησαν, καὶ πάντα συγχωρεῖν αὐτοῖς ἡ σύγκλητος ἐψηφίσατο ὅσων τυγχάνειν ἐβούλοντο.παρατέθειμαι δὲ καὶ τὸ δόγμα, ὅπως τὴν ἀπόδειξιν τῶν λεγομένων ἐγγύθεν ἔχωσιν οἱ ἀναγινώσκοντες τὴν πραγματείαν. ἦν δὲ τοιοῦτον·Δόγμα συγκλήτου ἐκ τοῦ ταμιείου ἀντιγεγραμμένον ἐκ τῶν δέλτων τῶν δημοσίων τῶν ταμιευτικῶν Κοΐντω Ῥουτιλίω Κοΐντω Κορνηλίω ταμίαις κατὰ πόλιν, δέλτῳ δευτέρᾳ καὶ ἐκ τῶν πρώτων πρώτῃ. πρὸ τριῶν εἰδῶν Ἀπριλλίων ἐν τῷ ναῷ τῆς Ὁμονοίας. γραφομένῳ παρῆσαν Λούκιος Καλπούρνιος Μενηνία Πείσων,Σερουίνιος Παπίνιος Λεμωνία Κούιντος, Γάιος Κανείνιος Τηρητίνα Ῥέβιλος, Πόπλιος Τηδήτιος Λευκίου υἱὸς Πολλία, Λεύκιος Ἀπούλιος Λευκίου υἱὸς Σεργία, Φλάβιος Λευκίου Λεμωνία, Πόπλιος Πλαύτιος Ποπλίου Παπειρία, Μᾶρκος Σέλλιος Μάρκου Μαικία, Λεύκιος Ἐρούκιος Λουκίου Στηλητίνα, Μᾶρκος Κούιντος Μάρκου υἱὸς Πολλία Πλανκῖνος,Πούπλιος Σέρριος Πόπλιος Δολοβέλλας Μᾶρκος Ἀντώνιος ὕπατοι λόγους ἐποιήσαντο περὶ ὧν δόγματι συγκλήτου Γάιος Καῖσαρ ὑπὲρ Ἰουδαίων ἔκρινεν καὶ εἰς τὸ ταμιεῖον οὐκ ἔφθασεν ἀνενεχθῆναι, περὶ τούτων ἀρέσκει ἡμῖν γενέσθαι, ὡς καὶ Ποπλίῳ Δολαβέλλᾳ καὶ Μάρκῳ Ἀντωνίῳ τοῖς ὑπάτοις ἔδοξεν, ἀνενεγκεῖν τε ταῦτα εἰς δέλτους καὶ πρὸς τοὺς κατὰ πόλιν ταμίας, ὅπως φροντίσωσιν καὶ αὐτοὶ εἰς δέλτους ἀναθεῖναι διπτύχους.ἐγένετο πρὸ πέντε εἰδῶν Φεβρουαρίων ἐν τῷ ναῷ τῆς Ὁμονοίας. οἱ δὲ πρεσβεύοντες παρὰ Ὑρκανοῦ τοῦ ἀρχιερέως ἦσαν οὗτοι· Λυσίμαχος Παυσανίου Ἀλέξανδρος Θεοδώρου Πάτροκλος Χαιρέου Ἰωάννης Ὀνείου.Ἔπεμψεν δὲ τούτων Ὑρκανὸς τῶν πρεσβευτῶν ἕνα καὶ πρὸς Δολαβέλλαν τὸν τῆς Ἀσίας τότε ἡγεμόνα, παρακαλῶν ἀπολῦσαι τοὺς Ἰουδαίους τῆς στρατείας καὶ τὰ πάτρια τηρεῖν ἔθη καὶ κατὰ ταῦτα ζῆν ἐπιτρέπειν·οὗ τυχεῖν αὐτῷ ῥᾳδίως ἐγένετο· λαβὼν γὰρ ὁ Δολοβέλλας τὰ παρὰ τοῦ Ὑρκανοῦ γράμματα, μηδὲ βουλευσάμενος ἐπιστέλλει τοῖς κατὰ τὴν Ἀσίαν ἅπασιν γράψας τῇ Ἐφεσίων πόλει πρωτευούσῃ τῆς Ἀσίας περὶ τῶν Ἰουδαίων. ἡ δὲ ἐπιστολὴ τοῦτον περιεῖχεν τὸν τρόπον·Ἐπὶ πρυτάνεως Ἀρτέμωνος μηνὸς Ληναιῶνος προτέρᾳ. Δολοβέλλας αὐτοκράτωρ Ἐφεσίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν.Ἀλέξανδρος Θεοδώρου πρεσβευτὴς Ὑρκανοῦ τοῦ Ἀλεξάνδρου υἱοῦ ἀρχιερέως καὶ ἐθνάρχου τῶν Ἰουδαίων ἐνεφάνισέν μοι περὶ τοῦ μὴ δύνασθαι στρατεύεσθαι τοὺς πολίτας αὐτοῦ διὰ τὸ μήτε ὅπλα βαστάζειν δύνασθαι μήτε ὁδοιπορεῖν ἐν ταῖς ἡμέραις τῶν σαββάτων, μήτε τροφῶν τῶν πατρίων καὶ συνήθων κατὰ τούτους εὐπορεῖν.ἐγώ τε οὖν αὐτοῖς, καθὼς καὶ οἱ πρὸ ἐμοῦ ἡγεμόνες, δίδωμι τὴν ἀστρατείαν καὶ συγχωρῶ χρῆσθαι τοῖς πατρίοις ἐθισμοῖς ἱερῶν ἕνεκα καὶ ἁγίοις συναγομένοις, καθὼς αὐτοῖς νόμιμον, καὶ τῶν πρὸς τὰς θυσίας ἀφαιρεμάτων, ὑμᾶς τε βούλομαι ταῦτα γράψαι κατὰ πόλεις.Καὶ ταῦτα μὲν ὁ Δολαβέλλας Ὑρκανοῦ πρεσβευσαμένου πρὸς αὐτὸν ἐχαρίσατο τοῖς ἡμετέροις. Λεύκιος δὲ Λέντλος ὕπατος εἶπεν· πολίτας Ῥωμαίων Ἰουδαίους ἱερὰ Ἰουδαϊκὰ ἔχοντας καὶ ποιοῦντας ἐν Ἐφέσῳ πρὸ τοῦ βήματος δεισιδαιμονίας ἕνεκα στρατείας ἀπέλυσα πρὸ δώδεκα καλανδῶν Ὀκτωβρίων Λευκίω Λέντλω Γαΐω Μαρκέλλω ὑπάτοις.παρῆσαν Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος Ὁρατία πρεσβευτής, Τίτος Τόνγιος Τίτου υἱὸς Κροστομίνα, Κόιντος Καίσιος Κοΐντου, Τίτος Πομπήιος Τίτου Λογγῖνος, Γάιος Σερουίλιος Γαΐου υἱὸς Τηρητίνα Βράκκος χιλίαρχος, Πόπλιος Κλούσιος Ποπλίου Ἐτωρία Γάλλος, Γάιος Σέντιος Γαΐου υἱὸς Σαβατίνα.Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος πρεσβευτὴς καὶ ἀντιστράτηγος Ἐφεσίων ἄρχουσι βουλῇ δήμῳ χαίρειν. Ἰουδαίους τοὺς ἐν τῇ Ἀσίᾳ Λεύκιος Λέντλος ὁ ὕπατος ἐμοῦ ἐντυχόντος ἀπέλυσεν τῆς στρατείας. αἰτησάμενος δὲ μετὰ ταῦτα καὶ παρὰ Φαννίου τοῦ ἀντιστρατήγου καὶ παρὰ Λευκίου Ἀντωνίου τοῦ ἀντιταμίου ἐπέτυχον ὑμᾶς τε βούλομαι φροντίσαι, ἵνα μή τις αὐτοῖς διενοχλῇ.Ψήφισμα Δηλίων. ἐπʼ ἄρχοντος Βοιωτοῦ μηνὸς Θαργηλιῶνος εἰκοστῇ χρηματισμὸς στρατηγῶν. Μᾶρκος Πείσων πρεσβευτὴς ἐνδημῶν ἐν τῇ πόλει ἡμῶν ὁ καὶ τεταγμένος ἐπὶ τῆς στρατολογίας προσκαλεσάμενος ἡμᾶς καὶ ἱκανοὺς τῶν πολιτῶν προσέταξεν,ἵνα εἴ τινές εἰσιν Ἰουδαῖοι πολῖται Ῥωμαίων τούτοις μηδεὶς ἐνοχλῇ περὶ στρατείας, διὰ τὸ τὸν ὕπατον Λούκιον Κορνήλιον Λέντλον δεισιδαιμονίας ἕνεκα ἀπολελυκέναι τοὺς Ἰουδαίους τῆς στρατείας. διὸ πείθεσθαι ἡμᾶς δεῖ τῷ στρατηγῷ. ὅμοια δὲ τούτοις καὶ Σαρδιανοὶ περὶ ἡμῶν ἐψηφίσαντο.Γάιος Φάννιος Γαΐου υἱὸς στρατηγὸς ὕπατος Κῴων ἄρχουσι χαίρειν. βούλομαι ὑμᾶς εἰδέναι, ὅτι πρέσβεις Ἰουδαίων μοι προσῆλθον ἀξιοῦντες λαβεῖν τὰ συγκλήτου δόγματα τὰ περὶ αὐτῶν γεγονότα. ὑποτέτακται δὲ τὰ δεδογμένα. ὑμᾶς οὖν θέλω φροντίσαι καὶ προνοῆσαι τῶν ἀνθρώπων κατὰ τὸ τῆς συγκλήτου δόγμα, ὅπως διὰ τῆς ὑμετέρας χώρας εἰς τὴν οἰκείαν ἀσφαλῶς ἀνακομισθῶσιν.