καὶ ὁ μὲν ἀνεχώρησεν εἰς Δαμασκὸν ὡς φεύγων τὸν βασιλέα, καὶ παραγενόμενος πρὸς Σέξτον Καίσαρα καὶ τὰ κατʼ αὐτὸν ἀσφαλισάμενος οὕτως εἶχεν, ὡς εἰ καλοῖτο πάλιν εἰς τὸ συνέδριον ἐπὶ δίκην οὐχ ὑπακουσόμενος.ἠγανάκτουν δὲ οἱ ἐν τῷ συνεδρίῳ καὶ τὸν Ὑρκανὸν ἐπειρῶντο διδάσκειν, ὅτι ταῦτα πάντα εἴη κατʼ αὐτοῦ. τὸν δʼ οὐκ ἐλάνθανε μέν, πράττειν δʼ οὐδὲν εἶχεν ὑπὸ ἀνανδρίας καὶ ἀνοίας.Σέξστου δὲ ποιήσαντος Ἡρώδην στρατηγὸν κοίλης Συρίας, χρημάτων γὰρ αὐτῷ τοῦτο ἀπέδοτο, Ὑρκανὸς ἦν ἐν φόβῳ, μὴ στρατεύσηται Ἡρώδης ἐπʼ αὐτόν. οὐ πολὺ δὲ τοῦ δέους ἐβράδυνεν, ἀλλʼ ἧκεν ἄγων ἐπʼ αὐτὸν Ἡρώδης στρατιὰν ὀργιζόμενος τῆς δίκης αὐτῷ καὶ τοῦ κληθῆναι πρὸς τὸ λόγον ὑποσχεῖν ἐν τῷ συνεδρίῳ.διεκώλυσαν δʼ αὐτὸν προσβαλεῖν τοῖς Ἱεροσολύμοις ὑπαντήσαντες ὅ τε πατὴρ Ἀντίπατρος καὶ ὁ ἀδελφός, καὶ τὴν ὁρμὴν αὐτοῦ καταπαύσαντες καὶ παρακαλέσαντες ἔργῳ μὲν ἐγχειρεῖν μηδενί, καταπληξάμενον δὲ ἀπειλῇ μόνον μὴ χωρῆσαι περαιτέρω κατὰ τοῦ παρασχόντος αὐτῷ εἰς τοῦτο παρελθεῖν τὸ ἀξίωμα.ἠξίουν τε περὶ τοῦ κληθέντα ἐπὶ δίκην ἐλθεῖν ἀγανακτοῦντα μεμνῆσθαι καὶ τῆς ἀφέσεως καὶ χάριν αὐτῆς εἰδέναι καὶ μὴ πρὸς μὲν τὸ σκυθρωπότερον ἀπαντᾶν, περὶ δὲ τῆς σωτηρίας ἀχαριστεῖν·λογίζεσθαι δʼ ὡς, εἰ καὶ πολέμου ῥοπὰς βραβεύει τὸ θεῖον, πλέον ἐστὶ τῆς στρατείας τὸ ἄδικον, διὸ καὶ τὴν νίκην μὴ πάντῃ προσδοκᾶν μέλλοντα πολεμεῖν βασιλεῖ καὶ συντρόφῳ, καὶ πολλὰ μὲν εὐεργετήσαντι, μηδὲν δὲ χαλεπὸν αὐτὸν εἰργασμένῳ, περὶ δὲ ὧν ἐγκαλεῖ διὰ πονηροὺς συμβούλους ἀλλὰ μὴ διʼ αὐτὸν ὑπόνοιαν αὐτῷ καὶ σκιὰν δυσκόλου τινὸς παρεσχημένῳ.πείθεται τούτοις Ἡρώδης ὑπολαβὼν εἰς τὰς ἐλπίδας ἀποχρῆν αὐτῷ τὸ καὶ τὴν ἰσχὺν ἐπιδείξασθαι τῷ ἔθνει μόνον. καὶ τὰ μὲν κατὰ τὴν Ἰουδαίαν οὕτως εἶχεν.Καῖσαρ δʼ ἐλθὼν εἰς Ῥώμην ἕτοιμος ἦν πλεῖν ἐπʼ Ἀφρικῆς πολεμήσων Σκιπίωνι καὶ Κάτωνι, πέμψας δʼ Ὑρκανὸς πρὸς αὐτὸν παρεκάλει βεβαιώσασθαι τὴν πρὸς αὐτὸν φιλίαν καὶ συμμαχίαν.ἔδοξεν δʼ ἀναγκαῖον εἶναί μοι πάσας ἐκθέσθαι τὰς γεγενημένας Ῥωμαίοις καὶ τοῖς αὐτοκράτορσιν αὐτῶν τιμὰς καὶ συμμαχίας πρὸς τὸ ἔθνος ἡμῶν, ἵνα μὴ λανθάνῃ τοὺς ἄλλους ἅπαντας, ὅτι καὶ οἱ τῆς Ἀσίας καὶ οἱ τῆς Εὐρώπης βασιλεῖς διὰ σπουδῆς ἔσχον ἡμᾶς τήν τε ἀνδρείαν ἡμῶν καὶ τὴν πίστιν ἀγαπήσαντες.ἐπεὶ δὲ πολλοὶ διὰ τὴν πρὸς ἡμᾶς δυσμένειαν ἀπιστοῦσι τοῖς ὑπὸ Περσῶν καὶ Μακεδόνων ἀναγεγραμμένοις περὶ ἡμῶν τῷ μηκέτʼ αὐτὰ πανταχοῦ μηδʼ ἐν τοῖς δημοσίοις ἀποκεῖσθαι τόποις, ἀλλὰ παρʼ ἡμῖν τε αὐτοῖς καί τισιν ἄλλοις τῶν βαρβάρων,πρὸς δὲ τὰ ὑπὸ Ῥωμαίων δόγματα οὐκ ἔστιν ἀντειπεῖν· ἔν τε γὰρ δημοσίοις ἀνάκειται τόποις τῶν πόλεων καὶ ἔτι νῦν ἐν τῷ Καπετωλίῳ χαλκαῖς στήλαις ἐγγέγραπται, οὐ μὴν ἀλλὰ καὶ Καῖσαρ Ἰούλιος τοῖς ἐν Ἀλεξανδρείᾳ Ἰουδαίοις ποιήσας χαλκῆν στήλην ἐδήλωσεν, ὅτι Ἀλεξανδρέων πολῖταί εἰσιν, ἐκ τούτων ποιήσομαι καὶ τὴν ἀπόδειξιν.παραθήσομαι δὲ τὰ γενόμενα ὑπό τε τῆς συγκλήτου δόγματα καὶ Ἰουλίου Καίσαρος πρός τε Ὑρκανὸν καὶ τὸ ἔθνος ἡμῶν.Γάιος Ἰούλιος Καῖσαρ αὐτοκράτωρ καὶ ἀρχιερεὺς δικτάτωρ τὸ δεύτερον Σιδωνίων ἄρχουσιν βουλῇ δήμῳ χαίρειν. εἰ ἔρρωσθε εὖ ἂν ἔχοι, κἀγὼ δὲ ἔρρωμαι σὺν τῷ στρατοπέδῳ.τῆς γενομένης ἀναγραφῆς ἐν τῇ δέλτῳ πρὸς Ὑρκανὸν υἱὸν Ἀλεξάνδρου ἀρχιερέα καὶ ἐθνάρχην Ἰουδαίων πέπομφα ὑμῖν τὸ ἀντίγραφον, ἵνʼ ἐν τοῖς δημοσίοις ὑμῶν ἀνακέηται γράμμασιν. βούλομαι δὲ καὶ ἑλληνιστὶ καὶ ῥωμαϊστὶ ἐν δέλτῳ χαλκῇ τοῦτο ἀνατεθῆναι.ἔστιν δὴ τοῦτο· Ἰούλιος Καῖσαρ αὐτοκράτωρ τὸ δεύτερον καὶ ἀρχιερεὺς μετὰ συμβουλίου γνώμης ἐπέκρινα. ἐπεὶ Ὑρκανὸς Ἀλεξάνδρου Ἰουδαῖος καὶ νῦν καὶ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἔν τε εἰρήνῃ καὶ πολέμῳ πίστιν τε καὶ σπουδὴν περὶ τὰ ἡμέτερα πράγματα ἐπεδείξατο, ὡς αὐτῷ πολλοὶ μεμαρτυρήκασιν αὐτοκράτορες,καὶ ἐν τῷ ἔγγιστα ἐν Ἀλεξανδρείᾳ πολέμῳ μετὰ χιλίων πεντακοσίων στρατιωτῶν ἧκεν σύμμαχος καὶ πρὸς Μιθριδάτην ἀποσταλεὶς ὑπʼ ἐμοῦ πάντας ἀνδρείᾳ τοὺς ἐν τάξει ὑπερέβαλεν,διὰ ταύτας τὰς αἰτίας Ὑρκανὸν Ἀλεξάνδρου καὶ τὰ τέκνα αὐτοῦ ἐθνάρχας Ἰουδαίων εἶναι ἀρχιερωσύνην τε Ἰουδαίων διὰ παντὸς ἔχειν κατὰ τὰ πάτρια ἔθη, εἶναί τε αὐτὸν καὶ τοὺς παῖδας αὐτοῦ συμμάχους ἡμῖν ἔτι τε καὶ ἐν τοῖς κατʼ ἄνδρα φίλοις ἀριθμεῖσθαι,ὅσα τε κατὰ τοὺς ἰδίους αὐτῶν νόμους ἐστὶν ἀρχιερατικὰ φιλάνθρωπα, ταῦτα κελεύω κατέχειν αὐτὸν καὶ τὰ τέκνα αὐτοῦ· ἄν τε μεταξὺ γένηταί τις ζήτησις περὶ τῆς Ἰουδαίων ἀγωγῆς, ἀρέσκει μοι κρίσιν γίνεσθαι παρʼ αὐτοῖς. παραχειμασίαν δὲ ἢ χρήματα πράσσεσθαι οὐ δοκιμάζω.Γαΐου Καίσαρος αὐτοκράτορος ὑπάτου δεδομένα συγκεχωρημένα προσκεκριμένα ἐστὶν οὕτως ἔχοντα. ὅπως τὰ τέκνα αὐτοῦ τοῦ Ἰουδαίων ἔθνους ἄρχῃ, καὶ τοὺς δεδομένους τόπους καρπίζωνται, καὶ ὁ ἀρχιερεὺς αὐτὸς καὶ ἐθνάρχης τῶν Ἰουδαίων προϊστῆται τῶν ἀδικουμένων.πέμψαι δὲ πρὸς Ὑρκανὸν τὸν Ἀλεξάνδρου υἱὸν ἀρχιερέα τῶν Ἰουδαίων καὶ πρεσβευτὰς τοὺς περὶ φιλίας καὶ συμμαχίας διαλεξομένους· ἀνατεθῆναι δὲ καὶ χαλκῆν δέλτον ταῦτα περιέχουσαν ἔν τε τῷ Καπετωλίῳ καὶ Σιδῶνι καὶ Τύρῳ καὶ ἐν Ἀσκάλωνι καὶ ἐν τοῖς ναοῖς ἐγκεχαραγμένην γράμμασιν Ῥωμαϊκοῖς καὶ Ἑλληνικοῖς.