Σκιπίων δʼ ἐπιστείλαντος αὐτῷ Πομπηίου ἀποκτεῖναι Ἀλέξανδρον τὸν Ἀριστοβούλου αἰτιασάμενος τὸν νεανίσκον ἐπὶ τοῖς τὸ πρῶτον εἰς Ῥωμαίους ἐξημαρτημένοις τῷ πελέκει διεχρήσατο. καὶ ὁ μὲν οὕτως ἐν Ἀντιοχείᾳ τελευτᾷ.τοὺς δʼ ἀδελφοὺς αὐτοῦ Πτολεμαῖος ὁ Μενναίου παρέλαβεν δυναστεύων Χαλκίδος τῆς ὑπὸ τῷ Λιβάνῳ ὄρει, καὶ πέμψας τὸν υἱὸν Φιλιππίωνα εἰς Ἀσκάλωνα παρὰ τὴν Ἀριστοβούλου γυναῖκα ἐκέλευσεν αὐτῇ συναποστέλλειν τὸν υἱὸν Ἀντίγονον καὶ τὰς θυγατέρας, ὧν τῆς ἑτέρας ἐρασθεὶς Ἀλεξάνδρας ὁ Φιλιππίων ἄγεται γυναῖκα. μετὰ δὲ ταῦτα ἀνελὼν αὐτὸν ὁ πατὴρ Πτολεμαῖος γαμεῖ τε τὴν Ἀλεξάνδραν καὶ τῶν ἀδελφῶν αὐτῆς πρόνοιαν ποιούμενος διετέλει.Μετὰ δὲ τὸν Πομπηίου θάνατον καὶ τὴν νίκην τὴν ἐπʼ αὐτῷ Καίσαρι πολεμοῦντι κατʼ Αἴγυπτον πολλὰ χρήσιμον αὑτὸν παρέσχεν Ἀντίπατρος ὁ τῶν Ἰουδαίων ἐπιμελητὴς ἐξ ἐντολῆς Ὑρκανοῦ.Μιθριδάτῃ τε γὰρ τῷ Περγαμηνῷ κομίζοντι ἐπικουρικὸν καὶ ἀδυνάτως ἔχοντι διὰ Πηλουσίου ποιήσασθαι τὴν πορείαν, περὶ δὲ Ἀσκάλωνα διατρίβοντι, ἧκεν Ἀντίπατρος ἄγων Ἰουδαίων ὁπλίτας τρισχιλίους ἐξ Ἀραβίας τε συμμάχους ἐλθεῖν ἐπραγματεύσατο τοὺς ἐν τέλει·καὶ διʼ αὐτὸν οἱ κατὰ τὴν Συρίαν ἅπαντες ἐπεκούρουν ἀπολείπεσθαι τῆς ὑπὲρ Καίσαρος προθυμίας οὐ θέλοντες, Ἰάμβλιχός τε ὁ δυνάστης καὶ Πτολεμαῖος ὁ Σοαίμου Λίβανον ὄρος οἰκῶν αἵ τε πόλεις σχεδὸν ἅπασαι.Μιθριδάτης δὲ ἄρας ἐκ Συρίας εἰς Πηλούσιον ἀφικνεῖται καὶ μὴ δεχομένων αὐτὸν τῶν ἀνθρώπων ἐπολιόρκει τὴν πόλιν. ἠρίστευσε δὲ Ἀντίπατρος κατασύρας τι τοῦ τείχους καὶ ὁδὸν εἰσπεσεῖν παρέσχετο τοῖς ἄλλοις εἰς τὴν πόλιν.καὶ τὸ μὲν Πηλούσιον οὕτως εἶχεν. τοὺς δὲ περὶ Ἀντίπατρον καὶ Μιθριδάτην ἀπιόντας πρὸς Καίσαρα διεκώλυον οἱ Ἰουδαῖοι οἱ τὴν Ὀνίου χώραν λεγομένην κατοικοῦντες. πείθει δὲ καὶ τούτους τὰ αὐτῶν φρονῆσαι κατὰ τὸ ὁμόφυλον Ἀντίπατρος καὶ μάλιστα ἐπιδείξας αὐτοῖς τὰς Ὑρκανοῦ τοῦ ἀρχιερέως ἐπιστολάς, ἐν αἷς αὐτοὺς φίλους εἶναι Καίσαρος παρεκάλει καὶ ξένια καὶ πάντα τὰ ἐπιτήδεια χορηγεῖν τῷ στρατῷ.καὶ οἱ μὲν ὡς ἑώρων Ἀντίπατρον καὶ τὸν ἀρχιερέα συνθέλοντας ὑπήκουον. τούτους δὲ προσθεμένους ἀκούσαντες οἱ περὶ Μέμφιν ἐκάλουν καὶ αὐτοὶ τὸν Μιθριδάτην πρὸς ἑαυτούς· κἀκεῖνος ἐλθὼν καὶ τούτους παραλαμβάνει.Ἐπεὶ δὲ τὸ καλούμενον Δέλτα ἤδη περιεληλύθει, συμβάλλει τοῖς πολεμίοις περὶ τὸ καλούμενον Ἰουδαίων στρατόπεδον. εἶχε δὲ τὸ μὲν δεξιὸν κέρας Μιθριδάτης, τὸ δʼ εὐώνυμον Ἀντίπατρος.συμπεσόντων δὲ εἰς μάχην κλίνεται τὸ τοῦ Μιθριδάτου κέρας καὶ παθεῖν ἂν ἐκινδύνευσεν τὰ δεινότατα, εἰ μὴ παρὰ τὴν ᾐόνα τοῦ ποταμοῦ σὺν τοῖς οἰκείοις στρατιώταις Ἀντίπατρος παραθέων νενικηκὼς ἤδη τοὺς πολεμίους τὸν μὲν ῥύεται, προτρέπει δʼ εἰς φυγὴν τοὺς νενικηκότας Αἰγυπτίους.αἱρεῖ δʼ αὐτῶν καὶ τὸ στρατόπεδον ἐπιμείνας τῇ διώξει, τόν τε Μιθριδάτην ἐκάλει πλεῖστον ἐν τῇ τροπῇ διασχόντα. ἔπεσον δὲ τῶν μὲν περὶ τοῦτον ὀκτακόσιοι, τῶν δʼ Ἀντιπάτρου πεντήκοντα.Μιθριδάτης δὲ περὶ τούτων ἐπιστέλλει Καίσαρι τῆς τε νίκης αὐτοῖς ἅμα καὶ τῆς σωτηρίας αἴτιον τὸν Ἀντίπατρον ἀποφαίνων, ὥστε τὸν Καίσαρα τότε μὲν ἐπαινεῖν αὐτόν, κεχρῆσθαι δὲ παρὰ πάντα τὸν πόλεμον εἰς τὰ κινδυνωδέστατα τῷ Ἀντιπάτρῳ· καὶ δὴ καὶ τρωθῆναι συνέβη παρὰ τοὺς ἀγῶνας αὐτῷ.Καταλύσας μέντοι Καῖσαρ μετὰ χρόνον τὸν πόλεμον καὶ εἰς Συρίαν ἀποπλεύσας ἐτίμησεν μεγάλως, Ὑρκανῷ μὲν τὴν ἀρχιερωσύνην βεβαιώσας, Ἀντιπάτρῳ δὲ πολιτείαν ἐν Ῥώμῃ δοὺς καὶ ἀτέλειαν πανταχοῦ.λέγεται δʼ ὑπὸ πολλῶν Ὑρκανὸν ταύτης κοινωνῆσαι τῆς στρατείας καὶ ἐλθεῖν εἰς Αἴγυπτον, μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ Στράβων ὁ Καππάδοξ λέγων ἐξ Ἀσινίου ὀνόματος οὕτως· μετὰ τὸν Μιθριδάτην εἰσβαλεῖν εἰς τὴν Αἴγυπτον καὶ Ὑρκανὸν τὸν τῶν Ἰουδαίων ἀρχιερέα.ὁ δʼ αὐτὸς οὗτος Στράβων καὶ ἐν ἑτέροις πάλιν ἐξ Ὑψικράτους ὀνόματος λέγει οὕτως· τὸν δὲ Μιθριδάτην ἐξελθεῖν μόνον, κληθέντα δʼ εἰς Ἀσκάλωνα Ἀντίπατρον ὑπʼ αὐτοῦ τὸν τῆς Ἰουδαίας ἐπιμελητὴν τρισχιλίους αὐτῷ στρατιώτας συμπαρασκευάσαι καὶ τοὺς ἄλλους δυνάστας προτρέψαι, κοινωνῆσαι δὲ τῆς στρατείας καὶ Ὑρκανὸν τὸν ἀρχιερέα. ταῦτα μὲν Στράβων φησίν.Ἐλθὼν δὲ καὶ Ἀντίγονος ὁ Ἀριστοβούλου πρὸς Καίσαρα τήν τε τοῦ πατρὸς ἀπωδύρετο τύχην καὶ ὡς διʼ αὐτὸν ἀποθάνοι φαρμάκοις ἀναιρεθεὶς Ἀριστόβουλος καὶ ὁ ἀδελφὸς αὐτοῦ κτείναντος πελέκει Σκιπίωνος, ἐδεῖτό τε λαβεῖν οἶκτον αὐτοῦ τῆς ἀρχῆς ἐκβεβλημένου, Ὑρκανοῦ δὲ ἐπὶ τούτοις καὶ Ἀντιπάτρου κατηγόρει βιαίως ἐξηγουμένων τοῦ ἔθνους καὶ εἰς αὐτὸν παρανομησάντων.παρὼν δʼ Ἀντίπατρος ἀπελογεῖτο μὲν ὑπὲρ ὧν ἑώρα τὴν κατηγορίαν κατʼ αὐτοῦ γεγενημένην, νεωτεριστὰς δʼ ἀπέφαινε τοὺς περὶ τὸν Ἀντίγονον καὶ στασιώδεις, ὅσα τε πονήσειεν αὐτὸς καὶ συνεργήσειεν ὑπεμίμνησκεν ἐπὶ τοῖς στρατεύμασιν ποιούμενος τοὺς λόγους ὧν αὐτὸς ἦν μάρτυς.δικαίως τε ἔλεγεν Ἀριστόβουλον μὲν εἰς Ῥώμην ἀνάσπαστον γεγονέναι πολέμιον ἀεὶ καὶ μηδέποτε εὔνουν ὑπάρξαντα Ῥωμαίοις, τὸν δʼ ἀδελφὸν αὐτοῦ κολασθέντα ἐπὶ λῃστείᾳ ὑπὸ Σκιπίωνος τυχεῖν ὧν ἄξιος ἦν, ἀλλʼ οὐ κατὰ βίαν καὶ ἀδικίαν τοῦτο παθεῖν τοῦ δράσαντος.