Ὡς Ἰωνάθης ἀδελφὸς ὢν Ἰούδα τελευτήσαντος αὐτοῦ τὴν ἡγεμονίαν παρέλαβεν. ὡς πολεμήσας Βακχίδην ἠνάγκασεν φιλίαν ποιησάμενον πρὸς αὐτὸν ἀπελθεῖν ἐκ τῆς χώρας. ὅτι Ἀλέξανδρος ὁ τοῦ Ἐπιφανοῦς Ἀντιόχου υἱὸς ἐλθὼν εἰς Συρίαν ἐξήνεγκεν πόλεμον πρὸς Δημήτριον. ὡς Δημήτριος πρεσβευσάμενος πρὸς Ἰωνάθην ποιεῖται συμμαχίαν πρὸς αὐτὸν αὐτόν τε πολλοῖς δωρησάμενος καὶ τὸ ἔθνος ἡμῶν. ὡς Ἀλέξανδρος ταῦτα ἀκούσας καὶ ὑπερβαλὼν τὰ παρὰ τοῦ Δημητρίου καὶ ἀποδείξας Ἰωνάθην ἀρχιερέα συμμαχεῖν ἔπεισεν αὐτῷ. ἡ Ὀνίου φιλία πρὸς τὸν Φιλομήτορα Πτολεμαῖον κατὰ τὸν αὐτὸν καιρὸν γενομένη, καὶ ὡς ᾠκοδόμησεν τὸν Ὀνίου καλούμενον ναὸν πρὸς τὸν ἐν Ἱεροσολύμοις ὄντα. ὅτι Ἀλέξανδρος ἀποθανόντος Δημητρίου σφόδρα ἐτίμησεν Ἰωνάθην. ὡς Δημήτριος ὁ Δημητρίου παῖς πλεύσας εἰς τὴν Συρίαν ἀπὸ Κρήτης καὶ πολεμήσας τὸν Ἀλέξανδρον καὶ κρατήσας αὐτοῦ αὐτὸς ἐβασίλευσεν φιλίαν πρὸς Ἰωνάθην ποιησάμενος. ὡς Τρύφων ὁ Ἀπαμεὺς καταπολεμήσας Δημήτριον Ἀντιόχῳ τῷ Ἀλεξάνδρου υἱῷ παρέδωκεν τὴν βασιλείαν ποιησάμενος καὶ αὐτὸς σύμμαχον Ἰωνάθην. ὡς Δημητρίου ὑπὸ Πάρθων αἰχμαλώτου ληφθέντος παρεσπόνδησεν τὸν Ἰωνάθην καὶ δόλῳ λαβὼν αὐτὸν ἀπέκτεινεν καὶ πόλεμον ἐξήνεγκεν πρὸς τὸν ἀδελφὸν αὐτοῦ Σίμωνα. ὡς Σίμωνι τῷ ἀδελφῷ αὐτοῦ τὴν στρατηγίαν ἐνεχείρισεν τὸ ἔθνος καὶ ἀπέδειξεν αὐτὸν ἀρχιερέα. ὡς ἐπολιόρκησεν ἐν Δώροις Τρύφωνα σύμμαχος γενόμενος Ἀντιόχῳ τῷ Δημητρίου ἀδελφῷ τῷ καὶ Εὐσεβεῖ ἐπικληθέντι. ὡς Τρύφωνος ἀναιρεθέντος Ἀντίοχος ἐπολέμησεν Σίμωνα κἀκεῖνος Κενδεβαῖον τὸν στρατηγὸν αὐτοῦ νικήσας τῆς Ἰουδαίας ἐξέβαλεν. ὅτι ὑπὸ τοῦ γαμβροῦ Πτολεμαίου ἐν συμποσίῳ δολοφονηθεὶς ἀπέθανεν, καὶ Πτολεμαῖος δήσας αὐτοῦ τὴν γυναῖκα καὶ τὰ τέκνα τὴν ἀρχὴν αὐτὸς ἐπεχείρησεν κατασχεῖν. ὡς ὁ νεώτατος τῶν Σίμωνος υἱῶν Ὑρκανὸς φθάσας αὐτὸν καὶ τὴν ἡγεμονίαν παραλαβὼν ἐπολιόρκησεν τὸν Πτολεμαῖον εἴς τι φρούριον ἐγκλείσας Δαγὼν καλούμενον.ὡς στρατευσάμενος ἐπὶ Ὑρκανὸν Ἀντίοχος ὁ καλούμενος Εὐσεβὴς καὶ προσκαθίσας τῇ τῶν Ἱεροσολυμιτῶν πόλει διέλυσε τὴν πολιορκίαν λαβὼν παρὰ Ὑρκανοῦ τάλαντα τριακόσια καὶ συμμαχίαν πρὸς αὐτὸν καὶ φιλίαν συνθέμενος. Ὑρκανοῦ στρατεία μετὰ τὴν Ἀντιόχου τελευτὴν ἐν Μήδοις ἀποθανόντος ἐπὶ Συρίαν καὶ ὡς πολλὰς πόλεις κατὰ κράτος εἷλεν. φιλία πρὸς Ὑρκανὸν Ἀλεξάνδρου τοῦ Ζαβίνα κληθέντος. ὡς ἡττηθεὶς ὑφ' Ὑρκανοῦ Ἀντίοχος ὁ Κυζικηνὸς ἐξέπεσεν τῆς Ἰουδαίας. ὡς παραλαβὼν Ἀριστόβουλος τὴν ἀρχὴν διάδημα περιέθετο πρῶτος. ὡς τελευτήσαντος Ἀριστοβούλου ὁ ἀδελφὸς αὐτοῦ τὴν ἀρχὴν παραλαβὼν Ἀλέξανδρος ἐστράτευσεν ἐπὶ Συρίαν καὶ Φοινίκην καὶ Ἀραβίαν καὶ πολλὰ τῶν ἐθνῶν ἐχειρώσατο. Πτολεμαίου τοῦ Λαθούρου πρὸς αὐτὸν μάχη καὶ νίκη. ὡς στρατευσάμενος Δημήτριος ὁ Εὔκαιρος λεγόμενος ἐπὶ Ἀλέξανδρον ἐκράτησεν αὐτοῦ. Ἀντιόχου τοῦ καὶ Διονύσου λεγομένου στρατεία ἐπὶ Ἰουδαίαν καὶ ὡς ἐκράτησεν τῇ μάχῃ. ὡς μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἡ γυνὴ αὐτοῦ Ἀλεξάνδρα τὴν βασιλείαν ἔτεσιν ἐννέα κατασχοῦσα καὶ βιώσασα μετὰ εἰρήνης καὶ δόξης ἀπέθανεν. περιέχει ἡ βίβλος χρόνον ἐτῶν ὀγδοήκοντα καὶ δύο.Τίνα μὲν οὖν τρόπον τὸ τῶν Ἰουδαίων ἔθνος καταδουλωσαμένων αὐτὸ τῶν Μακεδόνων ἀνεκτήσατο τὴν ἐλευθερίαν καὶ διʼ ὅσων καὶ πηλίκων ἀγώνων ὁ στρατηγὸς αὐτῶν ἐλθὼν Ἰούδας ἀπέθανεν ὑπὲρ αὐτῶν μαχόμενος, ἐν τῇ πρὸ ταύτης βίβλῳ δεδηλώκαμεν.μετὰ δὲ τὴν τελευτὴν τὴν Ἰούδου πᾶν ὅσον ἦν ἔτι τῶν ἀσεβῶν καὶ παραβεβηκότων τὴν πάτριον πολιτείαν ἐπεφύη τοῖς Ἰουδαίοις καὶ πανταχόθεν αὐτοὺς ἀκμάζον ἐκάκου.συνελάμβανε δὲ τῇ τούτων πονηρίᾳ καὶ λιμὸς τὴν χώραν καταλαβών, ὡς πολλοὺς διὰ τὴν σπάνιν τῶν ἀναγκαίων καὶ τὸ μὴ δύνασθαι τοῖς παρʼ ἀμφοτέρων ἀπό τε τοῦ λιμοῦ καὶ τῶν ἐχθρῶν δεινοῖς ἀντέχειν αὐτομολῆσαι πρὸς τοὺς Μακεδόνας.Βακχίδης δὲ τῶν Ἰουδαίων τοὺς ἀποστάντας τῆς πατρίου συνηθείας καὶ τὸν κοινὸν βίον προῃρημένους συναθροίσας τούτοις ἐνεχείρισεν τὴν τῆς χώρας ἐπιμέλειαν, οἳ καὶ συλλαμβάνοντες τοὺς Ἰούδου φίλους καὶ τὰ ἐκείνου φρονοῦντας τῷ Βακχίδῃ παρέδοσαν· ὁ δὲ βασανίζων πρῶτον αὐτοὺς καὶ πρὸς ἡδονὴν αἰκιζόμενος ἔπειθʼ οὕτως διέφθειρεν.ταύτης δὲ τῆς συμφορᾶς τοῖς Ἰουδαίοις τηλικαύτης γενομένης, ἡλίκης οὐκ ἦσαν πεπειραμένοι μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, οἱ περιλειφθέντες τῶν ἑταίρων τῶν Ἰούδου βλέποντες ἀπολλύμενον οἰκτρῶς τὸ ἔθνος προσελθόντες αὐτοῦ τῷ ἀδελφῷ Ἰωνάθῃ μιμεῖσθαι τὸν ἀδελφὸν αὐτοῦ καὶ τὴν ἐκείνου περὶ τῶν ὁμοφύλων πρόνοιαν ἠξίουν ἀποθανόντος ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας, καὶ μὴ περιορᾶν ἀπροστάτητον τὸ ἔθνος μηδʼ ἐν οἷς φθείρεται.ὁ δʼ Ἰωνάθης φήσας ἑτοίμως ἔχειν ἀποθνήσκειν ὑπὲρ αὐτῶν καὶ νομισθεὶς κατὰ μηδὲν εἶναι χείρων τἀδελφοῦ στρατηγὸς ἀποδείκνυται τῶν Ἰουδαίων.Ὁ δὲ Βακχίδης ἀκούσας καὶ φοβηθείς, μὴ παράσχῃ πράγματα τῷ βασιλεῖ καὶ τοῖς Μακεδόσιν ὁ Ἰωνάθης, ὡς καὶ πρότερον Ἰούδας, ἀποκτεῖναι δόλῳ τοῦτον ἐζήτει.