διώκων δʼ αὐτοὺς Ἰωνάθης μέχρι τῆς Ἀζώτου καὶ πολλοὺς ἀναιρῶν ἀπογνόντας τῆς σωτηρίας ἠνάγκασεν ἐπὶ τὸν τοῦ Δαγῶνος ναὸν καταφυγεῖν, ὃς ἦν ἐν Ἀζώτῳ. λαβὼν δʼ ἐξ ἐπιδρομῆς Ἰωνάθης τὴν πόλιν αὐτήν τε ἐνέπρησεν καὶ τὰς περὶ αὐτὴν κώμας.ἀπέσχετο δʼ οὐδὲ τοῦ Δαγῶνος ἱεροῦ, ἀλλὰ καὶ τοῦτʼ ἐνέπρησεν καὶ τοὺς εἰς αὐτὸ συμφυγόντας διέφθειρεν. τὸ δὲ πᾶν πλῆθος τῶν ἐν τῇ μάχῃ πεσόντων καὶ καταφλεγέντων ἐν τῷ ἱερῷ τῶν πολεμίων ἦσαν ὀκτακισχίλιοι.κρατήσας οὖν τοσαύτης δυνάμεως ἄρας ἀπὸ τῆς Ἀζώτου εἰς Ἀσκάλωνα παραγίνεται, καὶ καταστρατοπεδεύσαντος ἔξω τῆς πόλεως αὐτοῦ προῆλθον εἰς ἀπάντησιν αὐτῷ οἱ Ἀσκαλωνῖται ξένια προσφέροντες αὐτῷ καὶ τιμῶντες. ὁ δὲ ἀποδεξάμενος αὐτοὺς τῆς προαιρέσεως ἀνέστρεψεν ἐκεῖθεν εἰς Ἱεροσόλυμα πολλὴν ἐπαγόμενος λείαν, ἣν ἔλαβεν νικήσας τοὺς πολεμίους.Ἀλέξανδρος δʼ ἀκούσας ἡττημένον τὸν αὐτοῦ στρατηγὸν Ἀπολλώνιον προσεποιεῖτο χαίρειν, ὅτι παρὰ τὴν αὐτοῦ γνώμην Ἰωνάθῃ συνέβαλεν φίλῳ ὄντι καὶ συμμάχῳ, καὶ πέμπει πρὸς Ἰωνάθην μαρτυρῶν αὐτῷ καὶ γέρα καὶ τιμὰς διδοὺς πόρπην χρυσέαν, ὡς ἔστιν ἔθος δίδοσθαι τοῖς τῶν βασιλέων συγγενέσιν, καὶ τὴν Ἀκκάρωνα καὶ τὴν τοπαρχίαν αὐτῆς εἰς κληρουχίαν ἐπιτρέπει.Ὑπὸ δὲ τοῦτον τὸν καιρὸν καὶ βασιλεὺς Πτολεμαῖος ὁ Φιλομήτωρ ἐπικληθεὶς ναυτικὴν ἄγων δύναμιν καὶ πεζὴν εἰς Συρίαν ἧκεν συμμαχήσων Ἀλεξάνδρῳ· γαμβρὸς γὰρ ἦν αὐτοῦ.καὶ πᾶσαι προθύμως αὐτὸν αἱ πόλεις Ἀλεξάνδρου κελεύσαντος ἐκδεχόμεναι παρέπεμπον ἕως Ἀζώτου πόλεως, ἔνθα πάντες κατεβόων αὐτοῦ περὶ τοῦ ἐμπεπρησμένου ἱεροῦ αὐτῶν Δαγῶνος κατηγοροῦντες Ἰωνάθου τοῦτο ἀφανίσαντος καὶ τὴν χώραν πυρπολήσαντος καὶ πολλοὺς αὐτῶν ἀποκτείναντος.καὶ Πτολεμαῖος μὲν ταῦτʼ ἀκούσας ἡσύχασεν, Ἰωνάθης δὲ εἰς Ἰόππην ἀπαντήσας Πτολεμαίῳ ξενίων τε λαμπρῶν παρʼ αὐτοῦ τυγχάνει καὶ τιμῆς ἁπάσης, ἔπειτα προπέμψας αὐτὸν ἕως τοῦ Ἐλευθέρου καλουμένου ποταμοῦ πάλιν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.Γενόμενος δʼ ἐν Πτολεμαΐδι παρὰ πᾶσαν προσδοκίαν μικροῦ διεφθάρη Πτολεμαῖος ἐπιβουλευθεὶς ὑπὸ Ἀλεξάνδρου διʼ Ἀμμωνίου, ὃς ἐτύγχανεν αὐτῷ φίλος ὤν.φανερᾶς δὲ τῆς ἐπιβουλῆς γενομένης Πτολεμαῖος γράφει τῷ Ἀλεξάνδρῳ πρὸς κόλασιν ἐξαιτῶν τὸν Ἀμμώνιον, ἐπιβουλευθῆναι λέγων ὑπʼ αὐτοῦ καὶ δίκην διὰ τοῦτʼ αὐτὸν ὑποσχεῖν ἀξιῶν. οὐκ ἐκδιδόντος δὲ τοῦ Ἀλεξάνδρου συνεὶς αὐτὸν ἐκεῖνον εἶναι τὸν ἐπιβουλεύσαντα χαλεπῶς διετέθη πρὸς αὐτόν.τοῖς δὲ Ἀντιοχεῦσιν καὶ πρότερον ἦν προσκεκρουκὼς Ἀλέξανδρος διὰ τὸν Ἀμμώνιον· πολλὰ γὰρ ὑπʼ αὐτοῦ πεπόνθεισαν κακά. τιμωρίαν μέντοι τῶν τετολμημένων Ἀμμώνιος ὑπέσχεν κατασφαγεὶς αἰσχρῶς ὡς γυνή, κρύπτειν ἑαυτὸν σπουδάσας στολῇ γυναικείῳ, καθὼς ἐν ἄλλοις δεδηλώκαμεν.Πτολεμαῖος δὲ μεμψάμενος αὑτὸν τοῦ τε συνοικίσαι τὴν θυγατέρα Ἀλεξάνδρῳ τῆς τε συμμαχίας τῆς κατὰ Δημητρίου διαλύεται τὴν πρὸς αὐτὸν συγγένειαν·ἀποσπάσας γὰρ τὴν θυγατέρα πέμπει πρὸς Δημήτριον εὐθὺς περὶ συμμαχίας καὶ φιλίας συντιθέμενος, τήν τε θυγατέρα δώσειν αὐτῷ ὑπισχνούμενος γυναῖκα καὶ καταστήσειν αὐτὸν εἰς τὴν πατρῴαν ἀρχήν. ὁ δὲ Δημήτριος ἡσθεὶς τοῖς πεπρεσβευμένοις δέχεται τὴν συμμαχίαν καὶ τὸν γάμον.ἓν δʼ ἔτι Πτολεμαίῳ τὸ λοιπὸν ἀγώνισμα ὑπελείπετο πεῖσαι τοὺς Ἀντιοχεῖς δέξασθαι Δημήτριον ἀπεχθῶς πρὸς αὐτὸν διακειμένους ὑπὲρ ὧν ὁ πατὴρ αὐτοῦ Δημήτριος εἰς αὐτοὺς παρηνόμησεν. κατεπράξατο δὲ καὶ τοῦτο·μισοῦντες γὰρ τὸν Ἀλέξανδρον οἱ Ἀντιοχεῖς διὰ τὸν Ἀμμώνιον, ὡς δεδηλώκαμεν, ῥᾳδίως αὐτὸν ἐκ τῆς Ἀντιοχείας ἐξέβαλον. καὶ ὁ μὲν ἐκπεσὼν τῆς Ἀντιοχείας ἦλθεν εἰς Κιλικίαν.ἐλθὼν δὲ πρὸς τοὺς Ἀντιοχεῖς Πτολεμαῖος βασιλεὺς ὑπʼ αὐτῶν καὶ τῶν στρατευμάτων ἀναδείκνυται καὶ ἀναγκασθεὶς δύο περιτίθεται διαδήματα, ἓν μὲν τὸ τῆς Ἀσίας, ἕτερον δὲ τὸ τῆς Αἰγύπτου.χρηστὸς δὲ ὢν φύσει καὶ δίκαιος καὶ τῶν λαμπρῶν οὐκ ἐφιέμενος πρὸς δὲ τούτοις καὶ λογίσασθαι τὰ μέλλοντα συνετός, φείσασθαι τοῦ μὴ δόξαι εἶναι Ῥωμαίοις ἐπίφθονος ἔκρινεν, καὶ συναγαγὼν τοὺς Ἀντιοχεῖς εἰς ἐκκλησίαν πείθει δέξασθαι τὸν Δημήτριον αὐτούς,λέγων οὐδενὸς μνησικακήσειν αὐτοῖς περὶ τοῦ πατρὸς αὐτὸν εὐεργετηθέντα, διδάσκαλός τε ἀγαθῶν καὶ ἡγεμὼν ἔσεσθαι αὐτῷ διωμολογήσατο καὶ φαύλοις ἐγχειροῦντι πράγμασιν οὐκ ἐπιτρέψειν ὑπέσχετο. αὐτῷ δʼ ἔφασκεν ἀρκεῖν τὴν τῆς Αἰγύπτου βασιλείαν. ταῦτʼ εἰπὼν πείθει τοὺς Ἀντιοχεῖς δέξασθαι τὸν Δημήτριον.Τοῦ δʼ Ἀλεξάνδρου σὺν στρατεύματι πολλῷ καὶ μεγάλῃ παρασκευῇ ὁρμήσαντος ἐκ τῆς Κιλικίας εἰς τὴν Συρίαν καὶ τὴν Ἀντιοχέων γῆν ἐμπρήσαντος καὶ διαρπάσαντος Πτολεμαῖος ἐπʼ αὐτὸν ἐξεστράτευσεν μετὰ τοῦ γαμβροῦ Δημητρίου· ἤδη γὰρ αὐτῷ πρὸς γάμον ἐδεδώκει τὴν θυγατέρα· καὶ νικήσαντες εἰς φυγὴν ἐτρέψαντο τὸν Ἀλέξανδρον.οὗτος μὲν οὖν εἰς Ἀραβίαν φεύγει. συνέβη δὲ ἐν τῇ μάχῃ τὸν ἵππον τὸν Πτολεμαίου φωνῆς ἀκούσαντα ἐλέφαντος ταραχθῆναι καὶ τὸν Πτολεμαῖον ἀποσεισάμενον καταβαλεῖν, τοὺς δὲ πολεμίους ἰδόντας ἐπʼ αὐτὸν ὁρμῆσαι καὶ τραύματα πολλὰ δόντας αὐτῷ κατὰ τῆς κεφαλῆς εἰς κίνδυνον τὸν περὶ θανάτου καταστῆσαι· τῶν γὰρ σωματοφυλάκων αὐτὸν ἐξαρπασάντων χαλεπῶς οὕτως εἶχεν, ὡς ἐφʼ ἡμέρας τέσσαρας μήτε συνεῖναί τι μήτε φθέγξασθαι δυνηθῆναι.